← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§211.29-213.15

最后种差与完全定义的判定及无赘无漏

厄斯特拉修论述了判定完全定义的标准,区分了绝对意义上的最后种差(仅针对最属种)与相对而言的最后种差(亦适用于非最属种),指出在后一种情形下,完全性是由被定义者在种上与整体定义不再有差异且能与之换位而得以知晓的(97a38)。接着他论证了这样的定义既无超出“是什么”的赘余附加,亦无属或种差的遗漏(97b1)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.281

" Ἢ καὶ εὐθὺς μετὰ τῆς τελευταίας διαφορᾶς τοῦ συνόλου." Τοῦτό ἐστιν ὃ ἐλέγομεν καὶ τοῖς μὴ εἰδικωτάτοις ἁρμόττειν. τελευταία γὰρ διαφορὰ διττῶς λέγεται, ἡ μὲν ἁπλῶς, ἡ δὲ πρός τι. καὶ ἁπλῶς μὲν μεθ’ ἣν οὐκ ἔστι διαφορά, καὶ ἣν οὐκ ἔστι διελεῖν, ὥσπερ ἐστὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τούτῳ διαφέρον τοῦ γελαστικοῦ, ὅτι τοῦτο μὲν ἐκ τῆς ὕλης, ἐκεῖνο δὲ ἐκ τοῦ εἴδους λαμβάνεται. τοιοῦτον ἐπὶ τοῦ τριγώνου τὸ ἔχειν δύο ὀρθάς, καὶ ἄλλα τοιαῦτα πολλὰ ἐπὶ ἄλλων καὶ ἄλλων εὕρηται εἰδῶν, διαφοραὶ ὄντα εἰδοποιοί, ὅτι ἐκ τοῦ εἴδους λαμβάνονται, καὶ ἰδίᾳ ἴσως ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ὡς διαφοραὶ ἔσχατοι καὶ μόνῳ εἴδει ἑνὶ ἑκάστῃ αὐτῶν ὑπάρχουσαι. πρός τι δὲ τελευταία διαφορά, ἣ δύναται μὲν διαιρεῖσθαι ὡς ἔχουσα μετ’ αὐτὴν διαφοράν, τελευταία δὲ λέγεται ὡς πρὸς τὸ ὁριστόν, ἐφ’ ᾧ μετὰ τῶν πρὸ αὐτῆς λαμβάνεται, τὸν τοῦ τί ἦν εἶναι λόγον αὐτῷ συμπληροῦσα καὶ τέλειον ποιοῦσα αὐτόν, ὡς μηκέτι δεῖσθαι μετ’ αὐτὴν προσθήκης τινὸς εἰς τὸ ἀντιστρέφειν πρὸς τὸ προκείμενον. καὶ ἡ μὲν ἁπλῶς τελευταία διαφορὰ ἐν μόνοις ἂν εὑρεθείη εἰδικωτάτοις, ἡ δὲ πρός τι τελευταία καὶ ἐν μὴ εἰδικωτάτοις. τὸ γὰρ αἰσθητικὸν ἢ ὥς τινές φασι τὸ κατὰ τόπον μεταβατικόν, διαφορὰ ὂν τῷ ζῴῳ συστατική, αὐτῷ μὲν τελευταία ἐστίν, ὡς μηκέτι μετ’ αὐτὴν προσθήκης δεομένου τοῦ λόγου εἰς παράστασιν τῆς οὐσίας τοῦ ζῴου· ἔχει γε μὴν ἑτέρας διαφορὰς μετ’ αὐτήν, δι’ ὧν διαιρεῖσθαι δύναται. ἢ οὖν ἐκείνως, ὡς πρότερον εἴρηται, τὸ τέλειον εἶναι τὸν ὁρισμὸν εἰσόμεθα, ὅπερ ἐπὶ τῶν εἰδικωτάτων ἁρμόσει, ἢ τῷ ληφθείσης τῆς τελευταίας πρὸς τὸ ὁριστὸν διαφορᾶς εὐθὺς τοῦ ὅλου λόγου μηδὲν διαφέρειν κατ’ εἶδος τὸ ὁριστόν,1 ἀλλ’ ἐξισάζειν τῷ λόγῳ καὶ ἀντιστρέφειν πρὸς αὐτόν. εἰ γὰρ τά τε ληφθέντα πάντα ἐν τῷ τί ἐστι κατὰ τοῦ προκειμένου λέγονται καὶ εὐτάκτως τεθεῖνται, καὶ ὁ συντεθεὶς λόγος οὐδὲν διαφέρει τοῦ ζητουμένου τῷ εἴδει, δῆλόν ἐστιν ὅτι τέλειος ὁ λόγος ἐστίν, εἴτε εἰδικώτατον εἴη τὸ προκείμενον εἴτε μή.

“或者也在整个复合结构的最后种差之后立刻[得以知晓]。” 这就是我们所说的也适用于非最属种事物的情形。因为最后的种差乃依两种方式被述说,一种是绝对意义上的,另一种是相对而言的。绝对意义上的最后的种差,乃是指在其后不再有种差、且无法再予划分者,正如接纳理智与科学知识的能力在这一点上与发笑能力不同,即后者取自质料,而前者取自形式。在三角形上,“具有两直角”亦是如此,在各个不同的种上也发现了许多其他类似之项,它们作为具种差性的种差,乃因其取自形式,或许亦是固有属性,但非绝对意义上的,而是作为最终种差且对它们各自而言仅属于单一之种。相对而言的最后的种差,则是指虽然能够被划分(因其自身之后尚有种差),但相对于被定义者而言被称为最后的种差;对于被定义者,它与在其之前的各项一同被取得,为其补全本质的定义并使之成为完全的,以致于在其后不再需要任何增补即可与所提出的主词相换位。绝对意义上的最后种差只能在最属种中被发现,而相对而言的最后种差在非最属种中亦能被发现。因为感觉能力,或者如某些人所说的地方移动能力,作为动物的构成性种差,对动物本身而言乃是最后的,因为定义在其后不再需要任何增补来表象动物的实体;然而它自身之后确实还有其他种差,通过这些种差它是能够被划分的。因此,我们要么按之前所说的那种方式知晓定义是完全的(这适用于最属种),要么通过如下事实得知:当相对于被定义者的最后种差被取得时,被定义者在种上与整个定义立刻毫无差异,而是与定义相等同并与之相换位。因为,如果所取得的各项皆在所提出之主词的“是什么”之中被述说且已被有秩序地放置,并且所组合成的定义在种上与所寻求的对象毫无差异,那么显而易见,无论所提出的主词是最属种还是不是最属种,该定义都是完全的。

§1.282

"Δῆλον γὰρ ὅτι οὔτε πλεῖον πρόσκειται." Ὅτι τέλειος ὁ ὁρισμός ἐστιν ὁ οὕτως ἔχων, ὡς εἴρηκεν, ὥστε τῆς τελευταίας διαφορᾶς συνειλημμένης τοῖς πρὸ αὐτῆς, μηδὲν τὸ προκείμενον διαφέρειν τοῦ συνόλου συνθήματος, δῆλόν ἐστιν ἐκ τούτου ὅτι οὔτε πλεῖον τοῦ δέοντος ἐν αὐτῷ πρόσκειται (καὶ τοῦτο αὖθις δῆλον ἐκ τοῦ πάντα τὰ εἰλημμένα ἐν τῷ τί ἐστιν εἶναι· τότε γὰρ περιττόν τι καὶ παρέλκον τῷ λόγῳ πρόσκειται, ὅταν τοῖς ἐν τῷ τί ἐστι καί τι μὴ τοιοῦτον συμπαραλαμβάνηται· ἐπεὶ δὲ τοῦτο οὐ γέγονε, δῆλον ὅτι πάντα τούτων, ταὐτὸν δὲ εἰπεῖν ἕκαστον τούτων ἐν τῷ τί ἐστιν εἴληπται) οὔτε πάλιν τι τῶν ἐν τῷ τί ἐστι παραλέλειπται. καὶ τοῦτο δῆλον ἐκ τοῦ κατὰ τὴν διαίρεσιν ὑποθετικοῦ. εἰ γάρ τι παραλέλειπται, ἢ γένος ἂν εἴη τοῦτο ἢ διαφορά· οὐδὲν γὰρ ἀλλοῖον ἐν τῷ τοῦ τί ἦν εἶναι λόγῳ ὀφείλει παραλαμβάνεσθαι. εἰ οὖν οὐδὲν τοιοῦτον παραλέλειπται, φανερὸν ὅτι οὐθὲν ἐλλείπει τῷ ὁρισμῷ. γένος μὲν οὖν ὅτι οὐ παραλέλειπται, δῆλον· τὸ γὰρ πρῶτον τεθὲν καὶ μετὰ τῶν διαφορῶν προσληφθέν, τοῦτο τὸ γένος ἐστίν. ὅτι δὲ οὐδὲ διαφορὰ, φανερὸν καὶ τοῦτο· πᾶσαι γὰρ ἔχονται, τουτέστι κατέχονται καὶ εἰλημμέναι εἰσί.2 καὶ τοῦτο δῆλον ἐκ τοῦ μὴ εἶναι ὑστέραν διαφορὰν μετὰ τὰ ληφθέντα. εἰ γὰρ ἦν τις διαφορὰ τοῦ προκειμένου ὑπάρχουσα τῶν εἰλημμένων ἐπέκεινα, διέφερεν ἄν τι κατ’ εἶδος ὁ λόγος πρὸς τὸ προκείμενον, ὥσπερ εἴ τις τὸν ἄνθρωπον ἀποδιδοὺς τί ἐστι ζῷον εἴποι λογικόν (τὸ γὰρ ζῷον λογικὸν χωρὶς τοῦ θνητοῦ, εἴδει τοῦ καὶ θνητοῦ διενήνοχεν) ὡς δὴ καὶ τὸ ζῷον εἴ τις ἀποδίδωσιν οὐσίαν ἔμψυχον· ἡ γὰρ οὐσία ἔμψυχος χωρὶς τοῦ αἰσθητικοῦ εἴδει διοίσει τῆς καὶ αἰσθητικῆς. ἐπεὶ δὲ τὸ τελευταῖον, ἤγουν ἡ ἐσχάτη διαφορά, τῷ λοιπῷ συντιθεμένη λόγῳ ἢ τὸ ἐσχάτως ληφθέν, ὅπερ ἐστὶ τὸ σύνολον, οὐδὲν διαφέρειν εἴρηται τοῦ ζητουμένου, οὐδέν τι ἀπολείπει τῷ λόγῳ.

“因为显而易见,既没有附加多余的东西。” 如他所言,按这种方式构成的定义是完全的——即当最后的种差与其在前的各项一同被包容时,所提出的主词与整个复合结构毫无差异——这一事实从以下两点显明:其一,在其中既没有附加超出应有之物(而这又从所取得的各项皆在“是什么”之中这一事实显明;因为当在“是什么”之中的各项之外又兼取了某种并非如此的项时,定义中才会附加上某种多余而赘瘤之物;但既然这并未发生,显而易见,这些项全部、亦即每一项都是在“是什么”之中被取得的);其二,在“是什么”之中的各项又没有任何一项被遗漏。而这从按照划分的假言推理中是显明的。因为如果遗漏了某种东西,这要么是属,要么是种差;因为在本质的定义中不应当引入任何别类的东西。因此,若无此类东西被遗漏,则显而易见该定义毫无欠缺。属未被遗漏,这乃是显明的;因为最先被置入并与诸种差一同被附加取得的项,正是属。而种差亦未被遗漏,这一点同样是明白的;因为所有的种差都被持有,也就是说被保持并已被取得。而这又从在所取得的各项之后不再有后续种差这一事实显明。因为如果在所取得的各项之外尚有属于所提出之主词的某种种差,那么定义相对于所提出的主词就会在种上有所差异,正如如果某人在陈述人是什么时说了“理性动物”(因为不带“必死的”的“理性动物”,在种上差异于兼具“必死的”者),亦正如如果某人陈述动物是“有灵魂的实体”(因为不带“感觉的”的“有灵魂的实体”,在种上将差异于兼具“感觉的”者)。但是,既然最后者、亦即与其余定义组合的最后的种差,或者说最后被取得之项即整个复合结构,已被说明与所探究的对象毫无差异,那么该定义就毫无欠缺。

语法注2 条
  1. 1.281τῷ ληφθείσης τῆς τελευταίας πρὸς τὸ ὁριστὸν διαφορᾶς εὐθὺς τοῦ ὅλου λόγου μηδὲν διαφέρειν κατ’ εἶδος τὸ ὁριστόν

    带冠词不定式结构 τῷ ... μηδὲν διαφέρειν 作为方式或原因与格出现,与前文的 ἢ οὖν ἐκείνως ... εἰσόμεθα(“因此我们要么按那种方式知晓”)构成选择并列。不定式 διαφέρειν 的逻辑主语为宾格的 τὸ ὁριστόν,支配表示分离或比较的属格 τοῦ ὅλου λόγου(“与整个定义”)。结构内部插入的 ληφθείσης τῆς τελευταίας πρὸς τὸ ὁριστὸν διαφορᾶς 为表示时间的独立属格。

  2. 1.282πᾶσαι γὰρ ἔχονται, τουτέστι κατέχονται καὶ εἰλημμέναι εἰσί

    动词 ἔχονται 此处作被动意义使用(“被持有/被保持”),厄斯特拉修紧接着用被动态动词 κατέχονται(“被把握/掌握”)和 εἰλημμέναι εἰσί(“已被取得”)进行释义,明确排除了将该词理解为表达相互连接的中间态可能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:211.29-213.15