← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§210.23-211.28

定义构成要素的正确排序与完备性

厄斯特拉条斯解释了亚里士多德关于定义的第二项注意事项(正确排列构成部分)与第三项注意事项(确保要素齐备无缺且无多余)是如何通过从首要的属向下直至最终种差的划分步骤得以实现的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.277

" Τὸ δὲ τάξαι ὡς δεῖ ἔσται." Ἡ δευτέρα αὕτη ἐστὶ παρατήρησις, ἧς καὶ αὐτῆς τὴν κατόρθωσιν παραδίδωσιν. ἵνα γὰρ εὐτάκτως ληφθῇ τὰ μέρη τοῦ ὁρισμοῦ, δεῖ, φησί, τὸ πρῶτον ληφθῆναι τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ προκειμένου ὁριστοῦ. τὸ πρῶτον δὲ ληφθήσεται, ἐὰν ἐκεῖνο λάβωμεν, ὃ πᾶσιν ἀκολουθεῖ, ἐκείνῳ δὲ πάντα τἆλλα οὐχί. πρότερον γὰρ τῇ φύσει εἶναι ἐμάθομεν τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον,1 ᾧ ταὐτόν ἐστι τὸ ἕπεσθαι μὲν αὐτὸ τοῖς ἄλλοις, αὐτῷ δὲ τἆλλα οὐχί. ἐν γὰρ τοῖς ἐν τῷ τί ἐστι κατηγορουμένοις ἀνάγκη τοιοῦτόν τι εὑρίσκεσθαι, ἐξ οὗ τὰ ἄλλα προϊόντα κατὰ διαίρεσιν ἀναφαίνεται, ὅπερ ἐστὶ τὸ γένος, φύσει ὂν πρότερον τῶν ἐξ αὐτοῦ προϊόντων. ἂν μὴ γὰρ τὸ γένος ᾖ, πῶς ἔσται ἡ ἐκ τοῦ γένους διὰ τῶν διαφορῶν εἰς τὰ εἴδη διαίρεσις;

“而依其应有之方式排列,则将[按如下方式]实现。” 这是第二项注意事项,对于它,他也传授了其达成的方式。因为他说,为了能够有秩序地取得定义的各个部分,就必须取得在所提出的被定义者的“是什么”之中被述说的事物的第一者。而如果我们取得那伴随一切、而其余一切并不伴随它的项,那么第一者就会被取得。因为我们已经学到,本性上居先也就是被一同带入而不一同带入,这与它自身伴随其余各项而其余各项不伴随它是一回事。因为在“是什么”之中被述说的事物中,必然会发现这样一个项,其余各项按照划分从中产生并显现出来,而这正是属,它在本性上居先于从中产生的各项。因为如果属不存在,那么从属通过种差向诸种的划分又如何能够成立呢?

§1.278

"Ληφθέντος δὲ τούτου ἤδη καὶ ἐπὶ τῶν κάτω." Μετὰ τὸ λαβεῖν τὸ πρῶτον, φησί, ἡ τῶν λοιπῶν τάξις ῥᾴων ἤδη ἔσται. ὃ γὰρ ἐν τῷ πρώτῳ πεποιήκαμεν, καὶ τοῦτο πρῶτον τῶν ἄλλων ἔγνωμεν εἶναι ἐκ τοῦ αὐτὸ μὲν πᾶσιν ἀκολουθεῖν, ἐκείνῳ δὲ οὐχὶ πάντα τὰ ἄλλα, τούτῳ τῷ τρόπῳ ἕξομεν γνωρίσαι καὶ τὸ μετὰ τὸ πρῶτον ὀφεῖλον ταχθῆναι. ὃ γὰρ μετὰ τὸ πρῶτον τοῖς ἄλλοις ἕπεται, αὐτῷ δὲ τἆλλα οὐχί, τοῦτο τάξομεν δεύτερον, καὶ τρίτον ἀναλόγως τὸ πρῶτον τῶν ἐχομένων· καὶ οὕτως ἐπὶ πάντων, εἰ ἔτι πλείω ὑπάρχει τὰ ὁρισμοῦ μόρια.

“而在此项已被取得之后,如今对于在下者也已[同样如此]。” 他说,在取得了第一者之后,其余各项的排列如今就已经变得更容易了。因为我们在第一者上所做的事情,即根据它自身伴随一切而其余一切并不伴随它这一事实而认识到它是其余各项的第一者,以此方式,我们将能够认识到那应当被排在第一者之后的事物。因为在第一者之后伴随其余各项、而其余各项不伴随它者,我们将把它排在第二位,并且依此类推将紧随其后者之中的第一者排在第三位;如果定义的组成部分还要更多,对于所有事物亦皆如此。

§1.279

"Ἀφαιρεθέντος γὰρ τοῦ ἄνωθεν τὸ ἐχόμενον τῶν ἄλλων πρῶτον ἔσται· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων." Εἰ γὰρ τὸ πρῶτον ἀφέλῃς, ὃ πᾶσιν ἕπεται, τὸ μετ’ αὐτὸ τῶν λοιπῶν ἔσται πρῶτον, καὶ τούτου πάλιν ἀφαιρεθέντος τὸ μετ’ αὐτὸ τῶν ἑξῆς, καὶ μέχρι τοῦ ἐσχάτου ὁ αὐτὸς λόγος.

“因为当在上的项被移去时,紧接其后者便成为其余之中的第一者;而在其余各项上亦同样如此。” 因为如果你除去了那伴随一切的第一者,在其之后的项就将成为其余各项之中的第一者,而当这一项再次被移去时,在其之后的项就将成为接续各项之中的第一者,直到最后一项,同样的道理都成立。

§1.280

"Ὅτι δὲ πάντα ταῦτα, φανερόν." Περὶ τοῦ τρίτου καὶ τελευταίου παρατηρήματος ἡμῖν παραδίδωσιν, ὅπως, εἰ κατορθοῦμεν, ἕξομεν γνώριμον. τὸ δὲ πάντα διττῶς δεῖ ἐκλαμβάνεσθαι, ὅτι τε πάντα ταῦτα ἐν τῷ τί ἐστι τοῦ προκειμένου κατηγορεῖται, καὶ ὅτι ταῦτά εἰσι τὰ πάντα, ἃ ἐν τῷ τί ἐστι, καὶ οὐδὲν πλέον τούτων, ὡς μήτε ὑπερβάλλειν μήτε ἐλλείπειν. καὶ ἰδίᾳ μὲν ἐπὶ τῶν εἰδικωτάτων τῆς γνώσεως μέθοδος αὕτη, κοινὴ δὲ αὖθις ἑτέρα, ἣ καὶ τοῖς μὴ εἰδικωτάτοις ἁρμόσει. καὶ τέως περὶ τῆς ἰδίας φησὶν ὅτι φανερὸν ἔσται, εἰ πάντα ταῦτα, ἐὰν τὸ πρῶτον λάβωμεν διαιρετικῶς, ἤγουν διαιροῦντες αὐτὸ ταῖς εἰδοποιοῖς διαφοραῖς, καὶ τιθέντες τὸ προκείμενον ὑπὸ τὴν ἐν αὐτῷ θεωρουμένην διαφοράν. τὰ γὰρ τοῦ γένους διαιρετικὰ τῶν εἰδῶν συστατικά,2 καὶ ἐφεξῆς ὁμοίως, ἕως ἂν εἰς τελευταίαν διαφορὰν καταντήσωμεν. ἡ δὲ τελευταία ἐστὶ διαφορὰ μεθ’ ἣν οὐκ ἔστιν εἰς εἴδη τὸ πᾶν σύνθημα διελεῖν· τηνικαῦτα γὰρ ὁ τοῦ εἰδικωτάτου ἔσται ὁρισμὸς ὃ ἡμῖν προτέθειται. παραδείγματα δὲ τούτου τε καὶ τοῦ ἐφεξῆς εἴρηται πρότερον.

“而这些是全部,乃是显明的。” 关于第三项也是最后一项注意事项,他向我们传授,如果我们达成了它,我们将如何得以知晓。而“全部”必须按两种方式理解:既是指所有这些项都在所提出之主词的“是什么”之中被述说,又是指这些就是在“是什么”之中的全部事物,且绝不超出这些,以致于既不过剩也不欠缺。一方面,这种认识的方法是特定针对最低种的,另一方面,又存在另一种普遍的方法,它也适用于非最低种的事物。且暂就特定方法而言,他说,如果我们以划分的方式取得第一者,也就是说通过形成种的种差来划分它,并将所提出的项置于其内部所观察到的种差之下,那么这些是否是全部就将是显明的。因为划分属的事物乃是构成种的事物,依序类推,直到我们达到最后的种差。而最后的种差,就是在此之后已不可能将整个复合结构再划分为种的种差;因为届时呈现在我们面前的最低种的定义就将成立。关于这一点以及其后接续之事的例子,前面已经讲过了。

语法注2 条
  1. 1.277τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον

    中被动态分词 συνεισφερόμενον 与主动态分词 συνεισφέρον 的对举。这是界定“本性上居先”的专门表述,指“[若另一者存在则必然]被一同带入,但[其自身存在却并不必然]一同带入[另一者]之物”。紧接其后的 ᾧ ταὐτόν ἐστι... 将前者解释为“伴随其余各项”,将后者解释为“其余各项不伴随它”。

  2. 1.280τὰ γὰρ τοῦ γένους διαιρετικὰ τῶν εἰδῶν συστατικά

    省略系动词 ἐστί 的名词性谓语从句。带定冠词的中性复数实质化形容词 τὰ διαιρετικά 作主语,不带冠词的 συστατικά 作谓语。属格 τοῦ γένους 和 τῶν εἰδῶν 分别作为宾格性属格修饰 διαιρετικά(划分属者)与 συστατικά(构成种者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:210.23-211.28