- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:209.27-210.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明了亚里士多德提出的通过划分确立定义的三个要点(选取本质谓项、有序排列、确保完整性),并探讨了如何利用《论题篇》中的论题来完成确立本质要素这第一项要求。
" Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρέσεων." Παραδοὺς ἡμῖν τὰς πρὸς τὴν θήραν τοῦ ὁρισμοῦ μεθόδους καὶ ἐφ’ ὅσον εἰς αὐτὸν ἡ διαίρεσις συντελεῖ, καὶ τὰς πρὸς αὐτὴν λελυκὼς ἀντιθέσεις, πρόνοιαν νῦν ποιεῖται τῆς ἀκριβείας τῶν ὁρισμῶν, καί τινα ἡμῖν τρία παρατηρήματα παραδίδωσιν, ἅτινα παραφυλάττεσθαι χρὴ ἐν τῷ διὰ τῶν διαιρέσεων εὑρίσκειν τοὺς ὁρισμούς. ταῦτα δέ ἐστι τὸ λαβεῖν τὰ κατηγορούμενα ἐν τῷ τί ἐστι, τουτέστι τὸ ἐκεῖνα λαμβάνειν εἰς σύνθεσιν τοῦ ὁρισμοῦ, ὅσα ἐν τῷ τί ἐστι κατηγορεῖται, ἤγουν ὅσα οὐσιώδη ἐστίν, ἅπερ εἰσὶ τὸ γένος καὶ αἱ διαφοραί, ὡς μηδὲν ὅλως συμβεβηκὸς ἐν τῷ ὅρῳ παραλαμβάνεσθαι· εἶτα εὐτάκτως ἐκθέσθαι αὐτὰ καὶ μὴ συγχέαι τὴν τούτων εὔτακτον θέσιν, τὰ πρότερα ὕστερα τάττοντας καὶ τὰ ὕστερα πρότερα· καὶ τρίτον ὅτι ταῦτά ἐστι πάντα τὸ ὁριστόν,1 ὡς μήτε τι ἐλλελεῖφθαι μήτε ἐγκεῖσθαι περιττόν. κατασκευάζειν δὲ ὅρον εἶπεν, οὐκ ἀποδεικνύναι ἢ συλλογίζεσθαι· ἔδειξε γὰρ ὅτι ὁ ὅρος οὔτε δι’ ἀποδείξεως οὔτε διὰ συλλογισμοῦ κατασκευάζεται. ἐπεὶ δὲ καὶ χωρὶς συλλογισμοῦ ἔστι κατασκευὴν δι’ ἑτέρων τρόπων γίνεσθαι,2 ὥσπερ καὶ τὴν τοῦ ὅρου διὰ διαιρέσεως ἢ ἀναλύσεως, ἀλλ’ οὐ δι’ ἀποδείξεως ἢ συλλογισμοῦ, διὰ τοῦτο οὕτως εἴρηκεν.
“而为了通过划分来确立定义。” 在向我们传授了搜求定义的方法以及划分为定义贡献至何种程度,并消解了针对划分的异论之后,他现在关切定义的精确性,并向我们传授了通过划分寻求定义时必须遵守的三项注意事项。这三项是:取得在“是什么”之中被述说的事物,也就是说,把凡是在“是什么”之中被述说的事物,亦即凡是本质性的事物(此即属和诸种差)取得入定义的组合之中,以致于全然没有任何偶性被摄取入定义之中;其次,有秩序地陈列它们,而不通过将先者置后、将后者置先来扰乱它们整齐的秩序;第三,[确保]这些是所定义之物的全部,以致于既无任何遗漏,也无多余之物包含在内。他说“确立定义”,而不是说“证明”或“推论”;因为他已经表明,定义既不通过证明也不通过推论来确立。然而,由于即使没有推论,也可能通过其他方式形成确立,正如定义的确立也是通过划分或分析,而不是通过证明或推论,因此他才这样说。
"Ἔστι δὲ τούτων ἓν πρῶτον διὰ τοῦ δύνασθαι." Διδάσκει διὰ τούτων ἡμᾶς, πῶς δυνησόμεθα ἑκάστην κατορθῶσαι τουτωνὶ τῶν παρατηρήσεων, καὶ τέως τὴν πρώτην. ὥσπερ γάρ, φησί, τὸ συμβεβηκὸς ὅτι ὑπάρχει κατεσκευάζομεν διὰ τῶν πρὸς αὐτὸ παραδοθέντων τόπων ἐν τῇ Τοπικῇ πραγματείᾳ, οὕτω καὶ διὰ τοῦ γένους, τουτέστι διὰ τῶν γενικῶν τόπων, ταὐτὸν δὲ εἰπεῖν τῶν πρὸς τὸ γένος, τό τε γένος κατασκευάσομεν καὶ πάντα τὰ ἐν τῷ τί ἐστι. διὰ γὰρ τῶν αὐτῶν καὶ τὸ γένος καὶ αἱ διαφοραὶ κατασκευάζονται, ἐπεὶ καὶ ἐν τοῖς Τοπικοῖς οὕτως εἴρηκεν, ὅτι τὰς διαφορὰς ὁμοῦ τῷ γένει τακτέον. ἐπεὶ γὰρ συμβεβηκός ἐστιν ὃ οὔτε γένος οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιόν ἐστιν, ὑπάρχει δὲ τῷ πράγματι, ὁ μὲν τὸ συμβεβηκὸς κατασκευάζων ὅτι ὑπάρχει μόνον ὀφείλει κατασκευάσαι, ὁ δὲ τὸ γένος, ὅτι ὡς γένος ὑπάρχει, ὡσαύτως καὶ τῶν λοιπῶν ἕκαστον3 οὐ μόνον ὅτι ὑπάρχει, ἀλλ’ ὅτι καὶ οὕτως ὑπάρχει ᾧ ἂν ὑπάρχῃ.
“在这些之中,第一个是通过能够做到[而实现的]。” 他通过这些话教导我们,我们将如何能够完成这些注意事项中的每一项,且暂且先论第一项。因为他说,正如我们通过在《论题篇》著作中关于偶性所传授的论题来确立偶性属于[该事物],同样地,通过属,也就是说通过属的论题(说关于属的论题也是同一回事),我们将确立属以及在“是什么”之中的一切事物。因为属和诸种差都是通过相同的论题来确立的,因为他在《论题篇》中也曾这样说过:种差应当与属一并排列。因为既然偶性既不是属也不是种,既不是种差也不是固有属性,而是属于该事物,那么确立偶性的人只需确立它属于[该事物]即可,但确立属的人则必须确立它是作为属而属于,对于其余各项的每一者也同样,不仅要确立它属于,而且还要确立它对凡是它所属于的事物乃是如此属于的。
- 1.275καὶ τρίτον ὅτι ταῦτά ἐστι πάντα τὸ ὁριστόν
紧接着前面的两个不定词短语(τὸ λαβεῖν... 与 εὐτάκτως ἐκθέσθαι...),第三个条件由 ὅτι 名词性从句引出。代词 ταῦτα 作为主语,τὸ ὁριστόν 为谓语,πάντα 则作为 ταῦτα 的同位语或表语性同位语(即“这些乃是所定义之物的全部”)。
- 1.275ἔστι κατασκευὴν δι’ ἑτέρων τρόπων γίνεσθαι
非人称动词 ἔστι(相当于 ἔξεστι,“有可能”)统辖宾格加不定词结构,其中 κατασκευήν 为逻辑主语,γίνεσθαι 为不定词(意为“确立通过其他方式形成是可能的”)。
- 1.276ὡσαύτως καὶ τῶν λοιπῶν ἕκαστον
承接前文从句的省略结构(ὁ μὲν... ὀφείλει κατασκευάσαι,ὁ δὲ τὸ γένος [ὀφείλει κατασκευάσαι],ὅτι...),宾格短语 τῶν λοιπῶν ἕκαστον 作为省略动词(κατασκευάσαι)的先取宾语(prolepsis),引出随后的 ὅτι 从句。
