- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:208.28-209.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯讨论了如何检验通过诸划分所确立的定义完满而无所短缺,并通过动物定义的例子解释道:自最高的属毫无跳跃地逐级推进至最终的种差,能够保证最终的定义命题在种上与所定义之物一致且可相互换位。
ὡς γὰρ τὸ ζῷον τῷ πεζῷ ἀκολουθοῦν καὶ τῷ δίποδι τούτων προτέτακται, οὕτω τὸ ζῷον πεζὸν ἀκολουθοῦν τῷ δίποδι τούτου προταχθήσεται, καὶ οὕτω τὸ ζῷον πεζὸν δίπουν εὐτάκτως ληφθέν, εἰ μηδὲν ἐνδεῖ ἔτι, λόγος ἔσται τοῦ ἀνθρώπου. ὅτι δὲ μηδὲν ἐνδεῖ, ἀλλὰ πάντα εἴληπται, πῶς ἐπιγνωσόμεθα; εἰ τὸ πρῶτον λάβωμεν, εἶτα διαιρήσομεν, οἷον εἰ τύχῃ τὸ ζῷον ἢ τόδε εἶναι ἢ τόδε λέγοντες, οἷον ἢ ἄπουν ἢ ὑπόπουν (ὑπάρχει δὲ τὸ ὁριστὸν οὐ τόδε ἀλλὰ τόδε, τουτέστιν οὐκ ἄπουν, ἀλλ’ ὑπόπουν) καὶ αὖθις τοῦτο διέλωμεν ὡς ὅλον τι καὶ γένος εἰς τὰς οἰκείας διαφοράς, τὸ ὑπόπουν λέγοντες ἢ δίπουν ἢ πολύπουν, τὸ δὲ προκείμενον οὐ πολύπουν ἀλλὰ δίπουν. καὶ ὅταν οὕτω προβαίνοντες εἰς τοιαύτην διαφορὰν καταντήσωμεν, ὡς μὴ δύνασθαι διελεῖν εἰς εἴδη, ἔχομεν ἤδη τὸν ὁρισμὸν ἀνελλιπῆ, μήτε μεταξύ τι παραλιπόντες ὡς χωρὶς τινος ὑπερβάσεως τῇ διαιρέσει πάσῃ χρησάμενοι, μήτε ἐν τῷ τέλει ὡς μηκέτι κάτωθεν ἀπολιπόντες διαφοράν. ἢ γὰρ ἂν ἠδύνατο καὶ ἔτι διαιρεῖσθαι εἰς διάφορα τῷ εἴδει,1 ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν εἰδικωτάτων, μεθ’ ἃ οὐκ ἔστιν εἴδη, ἀλλ’ εὐθὺς τὰ καθ’ ἕκαστα· ὃ δὲ κοινὸν ἔσται πᾶσιν τοῖς ὁριστοῖς πρὸς τὸ μηδὲν ὑπολείπεσθαι, τοῦτ’ ἔστιν. εἰ γὰρ τῆς τελευταίας προστεθείσης διαφορᾶς μετὰ τὴν πᾶσαν διαίρεσιν ἀνυπερβάτως γεγενημένην μηδὲν τοῦ σύμπαντος ὁρισμοῦ διαφέρει τὸ ὁριστόν,2 ἤγουν μηδεμία τις οὐσιώδης αὐτῷ διαφορά ἐστιν, ἥτις οὐκ εἴληπται, ἀλλ’ ἐξισάζει ὁ λόγος πρὸς αὐτὸ καὶ ἀντιστρέφει, δῆλον ὅτι οὐ πλεῖόν τι τοῦ δέοντος τῷ ὁρισμῷ πρόσκειται, ἀλλ’ ἐκεῖνα μόνα εἴληπται, ὅσα ἐν τῷ τί ἐστιν, οὔτε τι παραλέλειπται. πάντως γὰρ τὸ παραλειφθὲν ἢ γένος ἔσται ἢ διαφορά. ἀλλὰ τὸ μὲν γένος εἴληπται εὐθὺς ἐξ ἀρχῆς, ἐχόμενα δὲ τούτου ἐφεξῆς αἱ διαφοραί, ὡς μηδὲν μεταξὺ παραλείπεσθαι. τελευταῖον δὲ αὖθις δῆλον ὡς οὐδὲν ὑπολέλειπται, ἐπειδὴ τὸ τελευταῖον οὐ διαφέρει εἴδει τοῦ προκειμένου ὁριστοῦ. τί δὲ λέγω τελευταῖον; τὴν ἐσχάτην διαφοράν, ἥτις συνταττομένη τοῖς πρὸ αὐτῆς οὐδαμῇ διαφέρει κατ’ εἶδος τοῦ προκειμένου. οἷον εἰ ζῷόν ἐστι τὸ προκείμενον, λαμβάνομεν τὸ γένος, τοῦτο δέ ἐστιν ἡ οὐσία, εἶτα διαιροῦμεν· πᾶσα οὐσία ἢ σωματική ἐστιν ἢ ἀσώματος, τὸ ζῷον ἄρα ἢ σωματικὴ ἢ ἀσώματος οὐσία· ἔστι δὲ σωματική. πᾶσα δὲ αὕτη ἢ ἔμψυχος ἢ ἄψυχος, ἔστι δὲ ἔμψυχος. αὕτη ἢ αἰσθητικὴ ἢ ἀναίσθητος. τὸ οὖν ζῷον, οὐσία σωματικὴ ἔμψυχος ὄν, ἢ αἰσθητικὴ ἔσται ἢ ἀναίσθητος· ἀλλ’ ἔστιν αἰσθητική. τὸ ζῷον ἄρα οὐσία σωματικὴ ἔμψυχος αἰσθητική. μεταξὺ τοίνυν οὐδὲν παραλέλειπται, διότι μηδ’ ὑπερβέβαται. ὅτι δὲ μηδ’ ἐν τῷ τέλει, δῆλον, ὅτι μὴ εἴδει διαφέρει τοῦ ζῴου ὁ λέγων λόγος ‘οὐσία σωματικὴ ἔμψυχος αἰσθητική’, ἀλλ’ ἀντιστρέφει πρὸς αὐτὸ καὶ ἐξισάζει.
因为正如动物由于伴随着有足的并伴随着两足的而置于它们之前,有足动物也由于伴随着两足的而将置于它之前,因此有秩序地取得的有足两足动物,若不再缺少任何东西,就将是人的定义。然而,对于没有缺少任何东西,而是一切均已被取得这一点,我们将如何辨识呢?只要我们取得第一项,然后进行划分,例如恰巧说动物或者是这或者是那,诸如或者是无足的或者是有足的(而所定义之物并非作为这而是作为那而存在,也就是说,并非作为无足的而是作为有足的),并再次将此作为一个整体和属划分为其固有的种差,说有足的或者是两足的或者是多足的,而所提出之物不是多足的而是两足的。并且,当我们如此推进而达到这样一种不能再划分为种的种差时,我们就已经拥有了完满无缺的定义,既不因无任何遗漏地运用整个划分而在中间遗漏任何东西,也不因不再从下方丢下任何种差而在末尾〔遗漏任何东西〕。(因为若非如此,它本还可以进一步划分为在种上有差异者;但这是就最低的种而言的,在它们之后不存在种,而是直接就是个别事物。)另一方面,就没有任何东西被遗留而言,对所有所定义之物都是共通的道理乃是如此。因为若在毫无遗漏地进行的整个划分之后加上最后的种差时,所定义之物与整个定义全无差别,亦即对于它而言没有任何本质性的种差是未被取得的,相反,该定义命题与它等同且可换位,那么显而易见,定义中既未添加任何多于应有之物,而唯独取得了在“是什么”之中的那些内容,也未遗漏任何东西。因为被遗漏的东西无论如何要么是属,要么是种差。然而属自一开始便立即被取得了,紧接着它相继取得诸种差,以致于中间未遗漏任何东西。而在末尾,同样显而易见没有任何东西被遗留,因为最后的事物在种上与所提出的所定义之物并无差别。那么我所说的最后的事物是什么呢?即最终的种差,它与在它之前的事物配合在一起时,在种上与所提出之物绝无差异。例如,若所提出之物是动物,我们取得属,此即实体,然后进行划分:一切实体要么是有形体的要么是无形体的,因此动物要么是有形体的实体要么是无形体的实体;而它是有形体的。而凡此要么是有灵魂的要么是无灵魂的,且它是有灵魂的。此要么是有感觉的要么是无感觉的。因此,动物作为有灵魂的有形体的实体,要么将是有感觉的要么将是无感觉的;但它是有感觉的。因此,动物是有灵魂的有感觉的有形体的实体。因此,中间未遗漏任何东西,因为没有进行任何越步跳跃。而末尾也同样没有遗漏,这也是显而易见的,因为陈述“有灵魂的有感觉的有形体的实体”的定义命题在种上与动物并无差别,而是与它可换位且等同。
- 1.274ἢ γὰρ ἂν ἠδύνατο καὶ ἔτι διαιρεῖσθαι εἰς διάφορα τῷ εἴδει
这里的连词 ἢ 起到“否则(若非如此)”的省略性作用,引导一个与过去或现在事实相反的虚拟结果主句(ἄν 搭配未完成过去时直陈式 ἠδύνατο),其条件从句在上下文中被省略,意即“因为若非如此(若留有未取的种差),它本还可以进一步划分为在种上有差异者”。
- 1.274εἰ γὰρ τῆς τελευταίας προστεθείσης διαφορᾶς μετὰ τὴν πᾶσαν διαίρεσιν ἀνυπερβάτως γεγενημένην μηδὲν τοῦ σύμπαντος ὁρισμοῦ διαφέρει τὸ ὁριστόν
在条件从句 εἰ... διαφέρει 内部,τῆς τελευταίας προστεθείσης διαφορᾶς 构成属格独立结构,其后的介词短语 μετὰ τὴν πᾶσαν διαίρεσιν ἀνυπερβάτως γεγενημένην 修饰其不定过去时被动分词。该条件从句的主语是 τὸ ὁριστόν,谓语动词是 διαφέρει,而属格 τοῦ σύμπαντος ὁρισμοῦ 是由表示差异的动词 διαφέρει 所支配的分离属格(比较属格)。
