← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§207.28-208.28

确立定义的三项要点及其论证方法

厄斯特拉提奥斯解释了亚里士多德为确立定义提出的三项要点(选取本质述词、自然排序、外延对等)各自的目的,并论述了如何借助《论题篇》与普遍伴随关系来确立它们。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.274#1

" Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρέσεων." Ὅπως μὲν δὴ διὰ τῶν διαιρέσεων ἐκλεκτέον τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καὶ μέχρι πόσου δεῖ προϊέναι ἐκλεγομένους, εἴρηται· πόσα δὲ δεῖ παρατηρεῖν ἐν τῷ κατασκευάζειν ὅρον διὰ διαιρέσεως, λελέξεται νῦν. ἔστι δὲ τρία ταῦτα, τὸ πάντα τὰ ἐκλεγόμενα οὐσιώδη εἶναι καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, ἀλλὰ μηδέν τι συμβεβηκός, τὸ τάξαι ταῦτα δεόντως, ὡς εἶναι πρότερα τὰ φύσει προταττόμενα καὶ μετ’ αὐτὰ τὰ δεύτερα, καὶ ἔτι τὸ πάντα εἶναι ταῦτα τὸ ὁριστόν, ὡς μήτε ὑπερβάλλειν τὸν ὅρον μήτε ἐλλείπειν ἐκείνου, περὶ οὗ ἀποδέδοται. τὸ μὲν οὖν πρῶτον, ἵνα μήτε ἀντὶ τῶν οὐσιωδῶν τινος συμβεβηκός τι παραληψόμεθα ἐν τῷ ὅρῳ μήτε πάντα παρειληφότες τὰ ἐν τῷ τί ἐστι καὶ συμβεβηκός τι προσθήσομεν. τὸ μὲν γὰρ οὐ μόνον ἀνοίκειον, ἀλλὰ καὶ ψεῦδος· οὐδὲν γὰρ ἐν τῷ τί ἐστιν, ὃ μὴ τοῦ προκειμένου συστατικόν ἐστι καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐτοῦ, οὐδὲν δὲ τοιοῦτον, ὃ ἐνδέχεται ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν. τὸ δὲ ἵνα μὴ ὁ ὅρος οὐκ ἐξισάζων εἴη τῷ ὁριστῷ, ἀλλ’ ἐπ’ ἔλαττον τῷ πράγματι, κἂν ὑπερβάλλει ταῖς λέξεσι. τὸ δὲ δεύτερον, ἵνα μὴ ᾖ ἀδιανόητα τὰ λεγόμενα, τὸ δὲ τρίτον,1 ἵνα μὴ ὁ ὅρος οὐκ ἐξισάζων ᾖ πρὸς τὸ ὁριστόν, πλείω περιλαμβάνων αὐτοῦ, κἂν ἐνδέῃ τοῖς ὀνόμασιν, καὶ οὐχ ὅρος μᾶλλον, ἀλλὰ γένος ὑπάρχῃ ἀνώνυμον. πῶς δὲ τούτων ἕκαστον συστησόμεθα; τὸ μὲν πρῶτον διὰ τῶν τόπων τῶν πρὸς τὸ γένος, οὓς ἐν τοῖς Τοπικοῖς ὁ Ἀριστοτέλης ἡμῖν παραδέδωκεν. ὡς γὰρ πρὸς τὸ συμβεβηκὸς ἔχομεν διὰ τῶν τόπων τῶν πρὸς αὐτὸ συλλογίσασθαι ὅτι ὑπάρχει ἁπλῶς, οὕτω καὶ διὰ τῶν πρὸς τὸ γένος κατασκευάζειν τῶν ἐν τῷ τί ἐστιν ἕκαστον, ὅτι ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου κατηγορεῖται. καὶ τῶν διαφορῶν γὰρ ἑκάστη τῷ γένει συνειλημμένη ἀνώνυμόν τε γένος ἐστὶ καὶ ἐν τῷ τί ἐστι λέγεται. διὸ καὶ τὰς διαφορὰς ὁμοῦ τῷ γένει τακτέον, ὡς ἐν τοῖς Τοπικοῖς εἴρηται. ἡ δὲ δέουσα τάξις ἔσται (τοῦτο γὰρ ἦν τῶν παρατηρημάτων τὸ δεύτερον), ἐὰν τὸ πρῶτον τῶν λαμβανομένων πρῶτον ληφθῇ. πῶς δὲ τοῦτο ἔσται; ἂν ἐκεῖνο λάβωμεν ὃ πᾶσιν ἀκολουθεῖ. τὰ γὰρ φύσει πρότερα καὶ καθολικώτερα τοῖς μετ’ αὐτὰ ἕπεται,2 ὡς τῷ πεζῷ τὸ ζῷον ἁπλῶς, καὶ τοῦτο τῷ δίποδι, ἀλλ’ οὐκ ἀνάπαλιν. ἐν γὰρ τοῖς ἐκλεγομένοις εἰς ἀποτέλεσιν ὁρισμοῦ ἀναγκαῖον εἶναί τι ὃ πᾶσιν μὲν ἀκολουθεῖ, ἐκείνῳ δὲ μὴ πάντα· τούτου δὲ ληφθέντος ῥᾴων ἤδη ἡ τῶν λοιπῶν ἔσται τάξις. τὸ αὐτὸ γὰρ ἐφεξῆς ποιοῦντες, τὴν προσήκουσαν τάξιν εὑρήσομεν ἀεὶ προτάττοντες τὸ ἑπόμενον.

“至于通过诸划分确立定义。” 一方面,应当如何通过诸划分选取在“是什么”中被述谓的事物,以及在选取中应当推进到何种地步,这已经被说明了;另一方面,在通过划分确立定义时应当遵守多少要点,现在将被说明。这些要点有三:所选取的一切都必须是本质性的且在“是什么”中被述谓的,而绝非任何偶性;将这些恰当地排序,使得本性上置于前面的居先,而随后的居次;此外,所有这些合起来即是所定义之物,使得定义对其所给予的对象既不过度,亦不短缺。首先,第一点是为了使我们既不在定义中把某种偶性当作本质性的某物来采用,也不在采用了在“是什么”中的一切之后又添加某种偶性。因为前者不仅是不恰当的,而且是错误的;因为在“是什么”中,没有任何东西不是构成所提出之物并充实其实体的,也没有任何可以在任何同一个事物中既可能属于又可能不属于的东西。而后者则是为了使定义不致于与所定义之物不等同,在事物上反而缩小了,即便它在词句上是多余的。第二点是为了使所说之物不致于是不可思议的;第三点则是为了使定义不致于通过包含多于所定义之物的内容而与所定义之物不等同,即便它在名称上有所短缺,从而与其说是定义,不如说成了一个无名的属。那么,我们应当如何确立这之中的每一项呢?第一项是通过关于属的论题,即亚里士多德在《论题篇》中向我们传授的那些。因为正如关于偶性,我们能够通过关于它的论题推论出它单纯地属于,同样地,通过关于属的论题,我们也能对在“是什么”中的每一项确立它在主词的“是什么”中被述谓。因为每一个种差若与属一同被统括,也都是一个无名的属,并且是在“是什么”中被陈述的。因此正如在《论题篇》中所说,诸种差也必须与属一同排序。而恰当的秩序将会达成(因为这是诸遵守要点中的第二点),只要在所取之物中的第一项被首先取得。那么这应当如何达成呢?只要我们取得那伴随着一切的事物。因为在本性上居先且更为普遍的事物伴随着处于其后的事物,正如单纯的动物伴随着有足的,而此又伴随着两足的,反之则不然。因为在为完满构成定义所选取的事物中,必然有某种东西是伴随着一切的,但并非一切都伴随着它;而一旦取得了此项,其余各项的排序就会更容易了。因为相继地进行同样的操作,我们通过始终将伴随者置于前面,就会找到恰当的秩序。

语法注2 条
  1. 1.274τὸ μὲν οὖν πρῶτον, ἵνα μήτε ... μήτε ... τὸ μὲν γὰρ ... τὸ δὲ ἵνα ... τὸ δὲ δεύτερον ... τὸ δὲ τρίτον

    整个句式是依次列举三项遵守要点目的的并列结构。首先,开头的 τὸ μὲν οὖν πρῶτον, ἵνα μήτε ... μήτε ... 针对第一项提出了两个否定分句(μήτε...μήτε...);紧接着的 τὸ μὲν γάρ 解释前一种错误(以偶性替代本质项),而随后的 τὸ δέ 则承接后一种错误(在本质项之外添加偶性)的目的分句(ἵνα μὴ...)。在此之后,才由 τὸ δὲ δεύτερον 与 τὸ δὲ τρίτον 依次引出第二项和第三项的目的。

  2. 1.274τὰ γὰρ φύσει πρότερα καὶ καθολικώτερα τοῖς μετ’ αὐτὰ ἕπεται

    动词 ἕπεται(以及前面的 ἀκολουθεῖ)表示逻辑上的后承/伴随(即“若A则B”中后件B伴随前件A),支配与格 τοῖς μετ’ αὐτὰ。与日常语言的直觉相反,此处意指“更普遍者(属)伴随着更为特殊者(种)”。紧随其后的例子“单纯的动物伴随着有足的”(只要是有足的,就必然是动物)明确体现了这一逻辑伴随关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:207.28-208.28