← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§206.17-207.27

划分法的界限与通过最终种差的定义

依照亚里士多德(97a18–19),尤斯特拉提乌斯以人的定义为例讨论了划分法应当推进到何处才能达到最后的种差与定义,并论证了只要选取无居间项且矛盾对立的切近种差,将定义对象划归于两分法之中就绝非未经论证的“假定”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.272

" Φανερὸν γὰρ ὅτι ἂν οὕτω βαδίζων ἔλθῃ." Ὅρον τῇ διαιρέσει ἐκ τούτου τίθησιν, μέχρι πόσου προβαίνειν ὀφείλει. καὶ οὕτως ἀπαρτίζειν τὸν ὁρισμόν, ὡς μηδενὸς δεῖσθαι περαιτέρω εἰς γνῶσιν τοῦ τί ἐστι τὸ προκείμενον. οὕτω γὰρ βαδίζων, φησίν, ὁ προθέμενός τι ὁρίσασθαι, ἂν εἰς ἐσχάτην ἔλθῃ διαφοράν, ἧς προστεθείσης τοῖς ἄλλοις οὐκέτι εἰς εἴδει διαφέροντα ἡ διαίρεσις γίνεσθαι δύναται, ἕξει ἤδη τὸν ὁρισμὸν τοῦ προκειμένου. οἷον ἐπεὶ ὁ ἄνθρωπος ζῷον, πᾶν δὲ ζῷον ἢ λογικὸν ἢ ἄλογον, ὁ ἄνθρωπος ἄρα ἢ λογικὸν ἢ ἄλογον. ἀλλὰ μὴν ἄλογον οὐκ ἔστι· λογικὸν ἄρα. τοῦτο δὲ δῆλον ἐκ τοῦ τέχναις αὐτὸν χρῆσθαι καὶ ἐπιστήμαις. πᾶν δὲ λογικὸν ἢ θνητὸν ἢ ἀθάνατον. ὁ ἄνθρωπος ἄρα ἢ θνητὸν ἢ ἀθάνατον. ἀλλὰ μὴν ἀθάνατον οὐκ ἔστι· θνητὸν ἄρα. τὸ δὴ ἅπαν διελεῖν πειρατέον,1 λέγω δὴ τὸ ζῷον λογικὸν θνητόν· καὶ εἰ μὲν εἰς διαφέροντα κατ’ εἶδος διαιρεῖται, οὔπω ἐσχάτη διαφορὰ τὸ θνητόν, οἷον ὥσπερ φασί τινες τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ τὸ αὐτομαθές, οἵας παρεισάγουσι δαιμονίας φύσεις τινὰς θνητάς, Πᾶνας τυχὸν καὶ Ἱπποκενταύρους καὶ τοιαῦθ’ ἕτερα, καὶ φασὶ καὶ τὸν Πλάτωνα Νηρηΐδος σῶμα εὑρηκέναι νεκρὸν ἐρριμμένον. καὶ εἰ μὲν ταῦτά ἐστιν, ἐσχάτη ἔσται διαφορὰ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὡς κἀκείνων ὄντων ζῴων λογικῶν τε καὶ θνητῶν, αὐτομαθῶν δὲ καὶ τούτῳ τῆς ἀνθρώπων φύσεως διαφερόντων· εἰ δὲ μή, ἐσχάτη ἔσται τὸ θνητὸν διαφορά. τὸ γὰρ περὶ τούτων ἐξακριβοῦν οὐ τοῦ παρόντος λόγου ἐστίν. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν εἰδικωτάτων ἔσται μόνων, κοινὸν δὲ καὶ τοῖς ὑπὲρ ταῦτα γένεσι τὸ ἀντιστρέφειν τὸν λόγον. ὅταν γὰρ εἰς τοιαύτην καταντήσῃ διαφορὰν ἡ διὰ τῆς διαιρέσεως πρόοδος, ὥστε τὸ πᾶν ἀντιστρέφειν πρὸς τὸν ζητούμενον, ἐσχάτη αὕτη, καὶ ὁ λόγος τῆς οὐσίας ὁ εὑρημένος· τὸ γὰρ ἐπέκεινα περιττὸν καὶ ἀδόλεσχον, ἴσως δὲ καὶ ἀδιανόητον.

“因为显而易见,如果他依此前进而达到。” 由此他为划分确立了一个界限,即它应当推进到何种地步,并且应当如何完满地构成定义,以至于在认识所提出之物的本质[是什么]上不再需要任何更多的东西。因为他说,拟定要给某物下定义的人,如果依此前进,达到了最后的种差,而在将该种差加于其余部分之后,划分就再也不能向着在形式上相异的事物进行,那么他就已经掌握了所提出之物的定义。例如,既然人是动物,而凡动物要么是理性的要么是非理性的,因而人要么是理性的要么是非理性的。但他绝非非理性的;因而他是理性的。而这一点从他运用技艺和科学中是显而易见的。凡理性的要么是可死的要么是不死的;因而人要么是可死的要么是不死的。但他绝非不死的;因而他是可死的。于是必须尝试对这整个项进行划分,我指的正是“有死的理性动物”;如果它被划分为在形式上相异的事物,那么“可死的”就还不是最后的种差,例如正如某些人所言,划分为“能接受理智与科学的”和“自通的”,作为这类事物,他们引入了某些有死的鬼神本性,如潘神、人马怪及其他诸如此类之物,并且他们还说柏拉图也曾发现过被抛弃的涅瑞伊斯的尸体。如果这些东西确实存在,那么“能接受理智与科学的”将是最后的种差,因为那些生物也是既理性又有死的动物,却是自通的,并在这点上有别于人类的本性;如果不存在,那么“可死的”就将是最后的种差。因为关于这些事情进行精确的考究并不属于当下的论述。然而,这[不再能划分为形式]虽然仅适用于最具体的诸形式,但定义的项能够换位这一点对于位于它们之上的诸属而言也是共通的。因为,当通过划分的推进达到这样一个种差,使得整个定义能够与所探求之物换位时,这一种差就是最后的种差,而所发现的也就是本质的定义;因为超出此范围的则是多余且空洞的饶舌,甚至可能是不可理解的。

§1.273

"Τὸ δ’ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ᾖ ἀντικείμενα." Ἐπεὶ ἐν ταῖς διαιρέσεσιν ἀναποδείκτως θάτερον μὲν τῶν ἀντικειμένων ἀπαγορεύομεν τοῦ ζητουμένου, κατηγοροῦμεν δὲ αὐτοῦ θάτερον, εἰκὸς ἦν ὑπολαβεῖν τινα, ὡς αἴτημά ἐστιν ἡ λῆψις αὕτη τῆς κατηγορίας ἡ ἀναπόδεικτος καθ’ ὃ καὶ αὐτὸς ἐῴκει λέγειν ἀνωτέρω. διὰ τοῦτό φησιν ὅτι ὅταν οὕτως ἀντίκεινται αἱ τὸ γένος διαιροῦσαι διαφοραί, ὡς μὴ εἶναί τι αὐτῶν μεταξύ, ἀλλ’ ἰσοδυναμεῖν ἀντιφάσει τὰ λαμβανόμενα, τὸ λέγειν ὅτι πᾶν τὸ προκείμενον εἶδος εἰς τὴν διαίρεσιν ταύτην ἐμπίπτει ὡς θατέρῳ μορίῳ ταύτης ὑποκεῖσθαι καὶ μὴ ἐκφεύγειν ἀμφότερα, οὐκ ἔστιν αἴτημα, εἴ γε τὸ μὲν αἴτημα ἐπὶ τῷ αἰτουμένῳ ἔστιν ἢ δοῦναι ἢ μὴ δοῦναι, ἐνταῦθα δ’ ἐπὶ τῆς διαιρέσεως ἀναγκαῖόν ἐστιν ἢ ἐν τῷδε εἶναι ἢ ἐν τῷδε τὸ ζητούμενον εἶδος, εἴπερ ἐκείνου, τουτέστι τοῦ διῃρημένου γένους προσεχεῖς εἰσιν αἱ ληφθεῖσαι διαφοραὶ καὶ μὴ τῶν ὑπ’ αὐτό τινος, ὥσπερ ἦσαν ἐπὶ τοῦ ζῴου τὸ ὁλόπτερον καὶ σχιζόπτερον. εἰ γὰρ τοιαύτας διαφορὰς λήψοιτό τις, οὐκ ἀνάγκη πᾶν τὸ ὑπὸ τὸ γένος εἶδος ἢ ὑπὸ ταύτην εἶναι ἢ ὑπὸ ταύτην· εἰ δὲ τὰς προσεχεῖς, ἀνάγκη. δῆλος γάρ ἐστιν ὁ Ἀριστοτέλης ἐν τούτοις ἐνδεδωκὼς τῆς διαφορᾶς,2 ἣν κατὰ τῆς διαιρέσεως πολλάκις πρότερον ἐπεδείξατο, καὶ σπεισάμενος πρὸς αὐτήν, ὅς γε δὴ οὐ μόνον ὅπως ἐστὶ χρήσιμος πρὸς τὴν ὁριστικὴν παραδίδωσιν, ἀλλὰ καὶ τὰς κατ’ αὐτῆς ἀντιθέσεις γενναιότατα διαλύεται.

“如果它们是对立项,一切便落入划分之中。” 由于在诸划分中,我们在没有论证的情况下从所探求之物中否定对立项中的一个,并把另一个述谓于它,所以有人很可能猜想,这种未经论证而采取述谓的做法是一种假定,正如他本人在上面似乎也曾说过的那样。因此他说,当划分属的诸种差如此对立,以至于它们之间没有任何居间项,所取的各项等同于矛盾对立时,那么声称整个所提出的形式落入此划分之中,从属于其中的某一部分而不会两者皆逃逸,这并不是假定;既然假定取决于被要求者给予与否,而在这里的划分中,所探求的形式必然存在于这一项或那一项之中,只要所取的诸种差是那个属(即被划分的属)的切近种差,而不是属于它之下的某物的种差,正如在动物上的“全翅”与“裂翅”那样。因为如果有人选取了这类种差,那么属于该属的所有形式并不必然要么在此项下要么在此项下;但如果是切近的种差,则是必然的。因为亚里士多德在这些论述中显然已经放弃了此前经常对划分所表现出的敌意和分歧,并与它达成了和解,他不仅传授了划分对定义法有何用途,而且极高明地化解了针对划分的反驳。

语法注2 条
  1. 1.272τὸ δὴ ἅπαν διελεῖν πειρατέον

    非人称动词性形容词 πειρατέον 支配不定式 διελεῖν,τὸ ἅπαν(迄今为止组合而成的复合整体)作为其宾格直接宾语,紧随其后的 λέγω δὴ τὸ ζῷον λογικὸν θνητόν 则作为同位语明确其内容。

  2. 1.273ἐνδεδωκὼς τῆς διαφορᾶς

    分词 ἐνδεδωκώς 支配属格 τῆς διαφορᾶς,构成表示“放弃/减弱分歧与敌意”的惯用结构。此处的 διαφορά 并非逻辑学术语“种差”,而是日常意义上的“纷争/不和”,与后文的 σπεισάμενος πρὸς αὐτήν(与它达成了和解)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:206.17-207.27