← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§205.14-206.16

对立划分与对斯珀西波斯的进一步反驳

亚里士多德在反驳斯珀西波斯时,首先驳斥了将单纯有别与本性上相异混为一谈的做法,指出其为虚假;接着论证道,只要下定义者通过对立划分确认被定义对象属于特定的某一侧,就完全没有必要知晓与之对立的差异还属于其他哪些事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.270

" Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος." Πρότερον πρὸς τὸ προσεχὲς ἀπαντᾷ ὡς κακῶς εἰπόντος Σπευσίππου ἕτερον εἶναι τῇ φύσει τὸ διαφέρον ἁπλῶς. ἔστι γὰρ πολλὰ ἀλλήλοις τῷ εἴδει ταὐτὰ διαφορὰς ἔχοντα, ἀλλ’ οὐ διὰ ταύτας ἀλλήλων τῷ εἴδει ἕτερά εἰσι, διὰ τὸ μὴ οὐσιώδεις εἶναι τὰς διαφοράς, ἀλλὰ συμβεβηκότα. ὥστε τοῦτο πρῶτον τῷ λόγῳ μέμψεως ἄξιον, ὡς τὴν διάφορον φωνὴν ὁμώνυμον οὖσαν ἁπλῶς παρεισάγοντι.1

“首先,这是虚假的。” [亚里士多德]首先针对切近的一点作出回应,指出斯珀西波斯错误地主张单纯有别者在自然本性上就是相异的。因为有许多事物在形式上彼此同一,却具有诸差异,但由于这些差异不是本质性的,而是偶性,它们并不因这些差异而在形式上彼此相异。因此,这首先在论据上是值得责难的,因为他将具有多义性的“有别”这一词语单纯且不加区分地引入了进来。

§1.271

"Εἶτα ὅταν λάβῃ τὰ ἀντικείμενα καὶ τὴν διαφοράν." Τὸ μὲν προλαβὸν μικρὸν τοῦ λόγου καθίκετο παρὰ τὴν ἀκρίβειαν ἔχοντα παραστῆσαν αὐτόν· τὸ δὲ νῦν τελείως αὐτὸν ἐπιλύεται. συνίστησιν δὲ τὸ ἐξ ἀρχῆς εἰρημένον, ὅτι οὐδὲν δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον ἅπαντα εἰδέναι τὰ ὄντα. ὅταν γάρ, φησίν, ὁ διὰ τῆς διαιρέσεως ὁριζόμενος λάβῃ τὰ ἀντιδιῃρημένα ἀλλήλοις ἀπὸ τοῦ γένους κατιὼν καὶ ἐφερμηνεύῃ τίνα φησὶν ἀντικείμενα, ἤγουν τὴν διαφοράν (πάλιν γὰρ ἐνταυθοῖ ἑνικῷ ὀνόματι διαφορὰν εἴρηκεν οὕτως, ὥσπερ ἀντίφασιν λέγομεν ἑνικῶς τοὺς μαχομένους δύο ἀποφαντικοὺς λόγους κατὰ τὴν διαίρεσιν τοῦ ψεύδους τε καὶ τῆς ἀληθείας· οὕτω κἀνταῦθα διαφορὰ οἱ δύο ὀνομάζονται ὅροι, καθ’ οὓς ἀλλήλων τὰ ἐκ τοῦ αὐτοῦ γένους εἴδη διαιρούμενα διαφέρει, μάλισθ’ ὅτι καὶ κατ’ ἀντίφασιν αἱ ἀκριβέστεραι τῶν διαιρέσεων γίνονται· καὶ εὔλογον ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα εἰς ἓν συναιροῦντες ἀντίφασιν λέγομεν, οὕτω καὶ διαφορὰν ὡς ἓν τὰ ἐν τῇ διαιρέσει ἀντιδιαιρούμενα) ὅταν οὖν ταύτην λάβῃ, λήψεται δὲ καὶ τοῦτο ὅτι πᾶν τὸ ὑπὸ τὸ προκείμενον ὁριστὸν ἢ ἐν τούτῳ τῷ μέρει ἢ ἐν ἐκείνῳ ἐμπίπτει, τουτέστιν ὅτι οὐκ ἐνδέχεται ἐν μηδετέρῳ τῶν ληφθέντων ὅρων τὸ ζητούμενον εἶναι, ἀλλ’ ἀναγκαῖον ὑποκεῖσθαι θατέρῳ, εἶθ’ ὡρισμένως ὅτι ἐν τῷδε ἔστι, καὶ τοῦτο οἶδεν ἀκριβῶς ἐκ τῆς ἐναργείας, τότε οὐκ ἔχει οὐδεμίαν ἀνάγκην2 κἀκεῖνο εἰδέναι, ὅσων καὶ ἄλλων αἱ διαφοραὶ κατηγοροῦνται αἱ ἀντιδιῃρημέναι ἐκείναις, ἃς εἴληφεν,3 ἀλλ’ ἀδιάφορόν ἐστιν αὐτῷ ὡς πρὸς τὸ προκείμενον, εἴτε οἶδε τοῦτο εἴτε μή. ἀρκεῖ γὰρ αὐτῷ πρὸς τὴν πρόθεσιν τοῦ ὁρίσασθαι τὸ ζητούμενον εἰδέναι ὅτι ἐν τῇδε τῇ διαφορᾷ καὶ οὐκ ἐν τῇ ἀντικειμένῃ αὐτῇ πᾶν αὐτὸ περιέχεται. οἷον ὅταν ἄνθρωπον προθείς τις ὁρίσασθαι, καὶ θέμενος τὸ γένος, λέγω δὴ τὸ ζῷον, λάβῃ τὸ λογικὸν καὶ τὸ ἄλογον ἀντικειμένας ἀλλήλαις διαφοράς, καθ’ ἃς τὸ γένος τοῦτο διαιρεῖται, καὶ ὅτι πᾶς ἄνθρωπος ἢ ἐν τῷ λογικῷ ἢ ἐν τῷ ἀλόγῳ ὑπάρχει, εἶτα ὅτι ἅπας ἐν τῷ λογικῷ, καὶ τοῦτο γινώσκῃ ἀκριβῶς ἐκ τοῦ κατὰ λόγον αὐτὸν ἐνεργεῖν τέχνας καὶ ἐπιστήμας ἐπιτηδεύοντα, οὐδὲν διαφέρει αὐτῷ πρὸς τὸ τὸν ἄνθρωπον ὁρίσασθαι, εἴτε οἶδεν εἴτε μή, ἐφ’ ὅσων καὶ ἄλλων εἰσὶν αὗται αἱ διαφοραὶ τὸ λογικὸν καὶ τὸ ἄλογον. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

“其次,当他取得对立项和差异时。” 前述论断只是略微触及了他的论据,表明它有失精确;而当下的论断则将其彻底解决。并且它确立了最初所说的主张,即给事物下定义和进行划分的人绝不需要了解所有存在的事物。因为他说,当通过划分下定义的人从属顺流而下,取得彼此互相对立划分的各项,并解释清楚他所说的“对立项”即差异究竟指什么时(因为在这里他又一次以单数名词称之为“差异”,正如我们根据真与假的划分,将相互冲突的两个陈述性命题以单数形式称为“矛盾对立”一样;此处亦然,从同一个属中划分出来的诸形式依之而彼此相区别的两个项,被统称为“差异”,尤其是因为更精确的划分是依矛盾对立而进行的;并且正如我们将矛盾对立的事物统合为一而称为“矛盾对立”一样,将划分中互相对立划分的事物作为一个整体称为“差异”也是合情合理的)——那么,当他取得了这一差异,并且还取得了这一点,即拟被定义项之下的所有事物要么落入这一个部分,要么落入那一个部分,也就是说,所探求的事物绝不可能不在所取得的任一项之中,而是必然属于其中之一,进而确定性地知道它属于这一个,并且凭借显明的事实精确地知晓这一点时,那么他就完全没有必要再去了解:与他所选取的那些差异相对立划分的差异,还被述说于其他多少事物之上;相反,就当下的任务而言,他无论知道与否都是无所谓的。因为对于定义所探求之物的目标来说,只要知道它完全包含在这一差异中,而不在与之对立的差异中,对他而言就足够了。例如,当某人拟定要给“人”下定义,设定了属(我指的是动物),取得了彼此对立的差异即“理性的”和“非理性的”(该属正是依此而划分的),并且取得了每一个人要么存在于理性中要么存在于非理性中,进而取得了人完全存在于理性中,而且从人依照理性活动并从事技艺和科学这一点精确地知晓了此事时,那么,无论他是否知晓“理性的”和“非理性的”这些差异还属于其他多少事物,对于他给“人”下定义来说没有任何影响。在其他事物上亦是如此。

语法注3 条
  1. 1.270ὡς τὴν διάφορον φωνὴν ὁμώνυμον οὖσαν ἁπλῶς παρεισάγοντι

    与格分词 παρεισάγοντι 在逻辑上指涉提出该论证的人(斯珀西波斯),或呼应前面的 τῷ λόγῳ。ὡς 在此引出责难的理由(“因为他引入了……”)。

  2. 1.271ὅταν γάρ, φησίν, ὁ διὰ τῆς διαιρέσεως ὁριζόμενος λάβῃ ... τότε οὐκ ἔχει οὐδεμίαν ἀνάγκην

    该句子的骨干结构是一个长大的条件句:由 ὅταν ... λάβῃ 引导(并在插入解释后由 ὅταν οὖν ταύτην λάβῃ 重新接续),直至主句 τότε οὐκ ἔχει οὐδεμίαν ἀνάγκην κἀκεῖνο εἰδέναι。中间的 πάλιν γὰρ ... 是解释亚里士多德为何使用单数名词 διαφοράν 的插入成分。

  3. 1.271ὅσων καὶ ἄλλων αἱ διαφοραὶ κατηγοροῦνται αἱ ἀντιδιῃρημέναι ἐκείναις, ἃς εἴληφεν

    引导间接疑问句的属格 ὅσων 充当 κατηγοροῦνται 的属格补足语(即被述说的对象,“属于其他多少事物”),而后置的名词短语 αἱ διαφοραὶ αἱ ἀντιδιῃρημέναι ἐκείναις(“与他所选取的那些差异相对立划分的差异”)为主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:205.14-206.16