← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§203.34-205.13

斯珀西波斯关于全知与定义的诘难

厄斯特拉提奥斯详细阐释了亚里士多德在《后分析篇》第二卷第十三章(97a6–97a9)中引述斯珀西波斯反对意见的语境,即若不了解万物则无法下定义,并给出了两种维度的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.267

" Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον." Παραδοὺς ἡμῖν τὴν περὶ τῆς θήρας τοῦ ὁρισμοῦ μέθοδον, ἔτι τε διδάξας ὅπως εἰς αὐτὸν ἡ διαίρεσις συντελεῖ, ζήτησίν τινα λύει κατά τε τῆς διαιρέσεως καὶ τοῦ ὅρου κεκινημένην, ἣν δὴ κεκίνηκε Σπεύσιππος ἀνελεῖν καὶ ἄμφω βουλόμενος. ἵνα γάρ τις, φησὶν ἐκεῖνος, διαιρῶν τὸν ὅρον συστήσεται, δεῖ τοῦτον πάντα εἰδέναι· τοῦτο δὲ ἀδύνατον, ὥστε καὶ τὸ διαιρεῖν καὶ ὁρίζεσθαι. πρὸς ὅπερ ὁ φιλόσοφος ἀντιτίθησιν ὅτι οὐκ ἔστι χρεία τῆς ἁπάντων γνώσεως τῷ ὁριζομένῳ ἢ διαιρουμένῳ. καὶ τοῦτο δείκνυσιν ἐφεξῆς, πρότερον τὸν λόγον ἐκθέμενος, δι’ οὗ ἀναιρεῖν ὁ Σπεύσιππος ἐπειρᾶτο καὶ ὁρισμὸν καὶ διαίρεσιν.

“然而对于下定义的人来说绝无必要。” 在向我们传授了关于寻求定义的方法,并进一步指明了划分如何有助于定义之后,[亚里士多德]解决了一个针对划分和定义两者所提出的疑难,而提出这一疑难的正是企图将二者一并废除的斯珀西波斯。因为那位思想家说,一个人为了通过划分来构建定义,就必须了解一切事物;而这是不可能的,从而划分和下定义也都是不可能的。针对这一点,这位哲学家针锋相对地指出,下定义或划分的人并不需要具有对一切事物的知识。接着他就证明了这一点,在此之前,他先陈述了斯珀西波斯曾试图以此废除定义与划分的论据。

§1.268

"Καίτοι ἀδύνατόν φασί τινες εἶναι." Ἡμεῖς μὲν οὖν, φησίν, οὕτω λέγομεν· ἀλλ’ εἰσί τινες, οἵ φασιν ἀδύνατον εἶναι εἰδέναι τὰς διαφοράς, ἃς ἔχει τὸ προκείμενον εἰς τὸ ὁρισθῆναι πρὸς ἕκαστον τῶν παρ’ αὐτὸ ὄντων ἄνευ τοῦ εἰδέναι ἕκαστον. πᾶν γὰρ τὸ διαφέρον τινὸς διαφορᾷ τινι διαφέρει· εἰ οὖν ὁ ὁρισμὸς διίστησι τὸ ὁριστὸν τῶν ἄλλων ἁπάντων τῶν παρ’ αὐτό, δεῖ αὐτὸ διαφέρειν ἐκείνων ἑκάστου. καὶ ἐπεὶ τὸ διαφέρον διαφέροντος διαφέρει,1 διαφέρει καὶ τοῦ ὁριστοῦ τῶν ἁπάντων ἕκαστον. τὸ δὲ διαφέρον διαφορᾷ διαφέρει. δεῖ ἄρα εἰδέναι καὶ τὰς ἑκάστου τῶν ὄντων διαφοράς, καθ’ ἃς ἕκαστον τοῦ ὁριστοῦ διαφέρει. ὁ δὲ τὰς διαφοράς τινος εἰδὼς οἶδε καὶ τὴν οὐσίαν ἐκείνου. ὁ ἄρα τι ὁριζόμενος οἶδε καὶ τὰς διαφορὰς αὐτοῦ τὰς πρὸς ἕκαστον τῶν ἄλλων καὶ ἑκάστου τὰς πρὸς αὐτὸ καὶ ἕκαστον ἐκείνων.

“虽说有人主张这是不可能的。” 他说,我们固然是这样主张的;但有人主张,若不了解每一事物,就绝不可能了解拟被定义的对象针对除它之外存在的每一事物所具有的诸差异。因为凡与某物有别者,皆依某种差异而有别;因此,如果定义将被定义项与除它之外的所有其他事物区分开来,那么它就必须有别于那些事物中的每一者。而且,既然相区别者是与相区别者相区别,那么所有事物中的每一者也就与被定义项相区别。而相区别者是依差异而相区别的。因此,也必须了解存在的每一事物的诸差异,每一事物正是依这些差异而与被定义项相区别的。但是,了解某物的诸差异的人,也就了解了那物的本质。因此,给某物下定义的人,既了解它针对其余每一事物的诸差异,也了解每一事物针对它的诸差异,并且了解那些事物中的每一者。

§1.269

"Ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι ἕκαστον εἰδέναι." Τοῦτο κατασκευαστικόν ἐστι τοῦ ἀναγκαῖον εἶναι τὰς διαφορὰς εἰδέναι τὰς πρὸς ἕκαστον, αἷς διαφέρει ἑκάστου τὸ προκείμενον ὁριστόν. τὸ δὲ ἕκαστον ἀνωτέρω μὲν τῶν παρὰ τὸ ὁριστὸν εἶπεν, ἐνταῦθα δὲ τὸ ὁριστὸν αὐτὸ λέγει.2 ἕκαστον γάρ, φησίν, ὁριστὸν οὐκ ἔστιν εἰδέναι μὴ εἰδότα τὰς διαφοράς, καθ’ ἃς τῶν ἄλλων διαφέρει. πρὸς ὃ γὰρ μὴ ἔχει διαφορὰν τινα καθ’ ἣν διαφέρει ἐκείνου, ταὐτὸν ἐκείνῳ ἐστίν, ὥσπερ αὖθις πρὸς ὃ διαφορὰν ἔχει τινά, καθ’ ἣν διαφέρει ἐκείνου, ἕτερόν ἐστιν ἐκείνου. ἣν δεῖ εἰδέναι, ἵν’ εἰδῶμεν ὅτι διαφέρει· εἰ δὲ μὴ ἐκείνην ἴσμεν, οὐδ’ ὅτι διαφέρει εἰσόμεθα, ἀλλὰ ταὐτὸν ἐκείνῳ εἶναι ὑποληψόμεθα. ῥητέον δὲ καὶ ἑτέρως. καίτοι ἀδύνατόν φασί τινες εἶναι τὰς διαφορὰς εἰδέναι τὰς πρὸς ἕκαστον μὴ εἰδότα ἕκαστον. φασὶν οἱ περὶ Σπεύσιππον ὅτι ἀδύνατον τὰς πρὸς ἕκαστον τῶν ὄντων εἰδέναι διαφορὰς τοῦ ὁριστοῦ, εἰ μὴ καὶ ἕκαστον ἐκείνων εἰδείη τις. οὐ γὰρ δυνατὸν εἰδέναι, εἰ διαφέρει τόδε τοῦδε, εἰ μὴ καὶ ἄμφω γινώσκει τις. εἰ γὰρ τόδε μὲν οἶδε, τόδε δὲ ἀγνοεῖ, οὐκ εἴσεται εἰ ἀλλήλων διαφέρουσιν. ἴσως μὲν γὰρ διαφέρουσιν, ἀλλ’ ἐκεῖνος ἀγνοεῖ τὸ διάφορον μὴ εἰδὼς καὶ ἀμφότερα. εἰ γὰρ Δίωνα μὲν οἶδα, Σωκράτην δὲ ἀγνοῶ, οὐκ οἶδα, εἰ ἄμφω οὗτοι ἀλλήλων διενηνόχατον, εἰ μὴ κατά τινα στοχασμόν, κατὰ ἀκρίβειαν δ’ οὔ. ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι ἕκαστον εἰδέναι· οὗ γὰρ μὴ διαφέρει, ταὐτὸν εἶναι τούτῳ, οὗ δὲ διαφέρει, ἕτερον τούτου.3 ἀλλ’ εἰ οἶδε, φησίν, ἕκαστον, οἶδε καὶ τὰς προσούσας αὐτῷ διαφοράς· εἰ γὰρ μὴ οἶδε τὰς ἑκάστου τῶν ὄντων διαφοράς, καθ’ ἃς τοῦ ὁριστοῦ διαφέρει, οὐδ’ εἰ διαφέρει οἶδεν· ἀγνοῶν δὲ εἰ διαφέρει, οἰήσεται εἶναι ταὐτόν. οὗ γὰρ μὴ διαφέρει τι, ταὐτὸν τούτῳ ἐστίν, ὥσπερ καὶ οὗ διαφέρει, ἕτερον τούτου· πᾶσα γὰρ διαφορὰ ἑτερότης ἐστίν. ἐπεὶ τοίνυν ἀγνοεῖ τὴν διαφοράν, οὐκ οἶδεν εἰ διαφέρει· εἰ δὲ μὴ οἶδεν εἰ διαφέρει, ὅσον τὸ κατ’ αὐτὸν οὐκ ἔσονται ἕτερα ἀλλήλων· εἰ δὲ μὴ ἕτερα, ταὐτά. ἵνα οὖν τὸ ὁριστὸν ᾗ ὁριστὸν εἴσεται, τουτέστιν ᾗ τῶν ἄλλων διέστηκε καὶ διάφορόν ἐστιν, ὃ τῷ ὁρισμῷ δηλῶσαι σκοπός ἐστι, δεῖ τῶν ἄλλων εἰδέναι ἕκαστον καὶ τὰς ἑκάστου διαφοράς. ἀλλὰ τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ ὁρίσασθαί τι.

“而且没有诸差异就不可能了解每一事物。” 这是对下述论断的立论性证明:即必须了解针对每一事物的诸差异,拟被定义项正是依这些差异而有别于每一事物。不过,在上面他将除被定义项之外的事物称为“每一事物”,而在这里他指的则是被定义项本身。因为他说,若不了解被定义项依以有别于其余事物的诸差异,就不可能了解每一个被定义项。因为对于它并不具有依之而有别于它的某种差异的对象,它就与该对象同一;正如相反,对于它具有依之而有别于它的某种差异的对象,它就与该对象相异。为了让我们知道它是有区别的,就必须了解这一差异;但如果我们不知道这一差异,我们甚至不会知道它有区别,反而会设想它与该对象同一。但也必须以另一种方式来表述:“虽说有人主张,若不了解每一事物,就绝不可能了解针对每一事物的诸差异”。斯珀西波斯一派主张,若非一个人也了解存在的每一事物,他就不可能了解被定义项针对每一事物的诸差异。因为,除非一个人将两者都认识,否则不可能知道这一事物是否与那一事物有别。因为如果他知道这一事物,却不了解那一事物,他就不会知道它们是否彼此相别。因为也许它们是有别的,但他由于不同时了解两者,就不知晓其差别。事实上,如果我认识狄翁,却不了解苏格拉底,除非凭某种猜测,否则在精确性上我是不会知道这两个人是否彼此有别的。 “而且没有诸差异就不可能了解每一事物;因为对于它与之无别者,它就与此同一,而对于它与之有别者,它就与此相异”。但是,他说,如果他了解每一事物,他也就会了解属于它的诸差异;因为如果他不了解存在的每一事物依之有别于被定义项的诸差异,他甚至连它是否有别都不知道;而由于不知晓它是否有别,他就会认为它是同一的。因为任何事物对于与之无别者,就与此同一,正如同对于与之有别者,就与此相异一样(因为一切差异都是相异性)。既然他不知晓该差异,他便不知道它是否有别;而如果他不知道它是否有别,在他看来,它们彼此之间就不会是相异的;如果不相异,就是同一的。因此,为了使他在被定义项作为被定义项的意义上认识它——也就是在它与其他事物相分离且有别的意义上认识它,而这正是用定义予以指明的目的——他就必须了解其余事物的每一者以及每一者的诸差异。但这是不可能的;因此给任何事物下定义也是不可能的。

语法注3 条
  1. 1.268ἐπεὶ τὸ διαφέρον διαφέροντος διαφέρει

    由主格(τὸ διαφέρον)与属格(διαφέροντος)的名词化现在分词同动词 διαφέρει 结合构成的同语异格(polyptoton)修辞结构。它表达了一种相互关系(“相区别者与[与之]相区别者相区别”),揭示了差异关系的对称性。

  2. 1.269τὸ δὲ ἕκαστον ἀνωτέρω μὲν τῶν παρὰ τὸ ὁριστὸν εἶπεν, ἐνταῦθα δὲ τὸ ὁριστὸν αὐτὸ λέγει

    此处指出了 ἕκαστον(每一事物)在句法指涉上的转换。在文段上方(ἀνωτέρω),它指的是除被定义项“之外”的诸事物(τῶν παρὰ τὸ ὁριστόν),而在此处引文中,厄斯特拉提奥斯将其解释为直接指涉“被定义项本身”(τὸ ὁριστὸν αὐτό),作为 εἰδέναι 的宾语。

  3. 1.269οὗ γὰρ μὴ διαφέρει, ταὐτὸν εἶναι τούτῳ, οὗ δὲ διαφέρει, ἕτερον τούτου

    οὗ 是由动词 διαφέρει 所支配的属格关系代词,引导关系从句(“与它无别者……,而与它有别者……”)。它与后文的与格 τούτῳ(“与此[同一]”)和属格 τούτου(“与此[相异]”)形成对仗式的平行条件结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:203.34-205.13