← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§202.15-203.33

驳斥斯珀西波斯关于定义不可能性的论证

尤斯特拉提乌斯介绍了斯珀西波斯反对定义可能性的论据(该论据主张定义任何事物都必须知晓一切事物),并通过指出“不同”的歧义性以及划分中矛盾对立的必然性对之进行了驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.266

" Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον." Περὶ μὲν ὅρου πῶς τε θηρεύεται καὶ ὅπως αὐτῷ ἡ διαίρεσις συντελεῖ, εἴρηται. ἐπεὶ δὲ Σπεύσιππος πιθανόν τινα λόγον εἰσαγαγεῖν ἔοικε, δι’ οὗ τὴν ὁριστικὴν ἐπειρᾶτο ἀνελεῖν καὶ δεῖξαι ἀδύνατον τὸ ὁρίζεσθαι, χρὴ μὴ παρελθεῖν τὸν λόγον ἀνεπισκόπητον, ὥσπερ τι πρόσκομμα κείμενον εἰς ἐμποδισμὸν τῆς κατὰ τὴν ἐπιστήμην προόδου, ἀλλ’ ἐξελεῖν ἐκ μέσου τοῖς ἐκ τῆς ἀληθείας ἐλέγχοις. ὁ σκοπός, φησί, τοῦ ὁρίζεσθαι τὴν ἰδίαν οὐσίαν παραστῆσαι τοῦ ὁριστοῦ· τοῦτο δ’ οὐκ ἂν ἄλλως γένοιτο, εἰ μή τις αὐτὸ τῷ λόγῳ τῶν λοιπῶν διαστήσειεν. οὐκ ἂν δὲ διαστήσοι μὴ τὰς διαφορὰς εἰδὼς τὰς πρὸς ἕκαστα· οὐκ ἂν δὲ τὰς διαφορὰς εἰδείη τὰς πρὸς ἕκαστα, εἰ μὴ εἰδείη ἕκαστον. ὥσθ’ ἵν’ ἕν τι ὁρίσαιτό τις, εἰδέναι αὐτὸν δέον ἕκαστον.1 ὅτι δ’ ἀναγκαῖον εἰδέναι τὰς διαφορὰς τὰς πρὸς ἕκαστον τοῦ προκειμένου τὸν διὰ τοῦ ὁρισμοῦ διιστᾶν αὐτὸ τῶν ἄλλων ἐθέλοντα, δῆλον. εἰ γὰρ μή ἐστι διαφορὰ πρὸς ἕκαστον, οὐδὲν διαφέρει πρὸς ἕκαστον· διαφορᾷ γὰρ διαφέρει τὸ διαφέρον· εἰ δὲ μὴ διαφέρει πρὸς ἕκαστον, ταὐτὸν ἑκάστῳ. ἀλλὰ μὴν ἕτερον· ἔστιν ἄρα διαφορά. εἰ δέ ἐστι, δεῖ ταύτην εἰδέναι· ἄλλως γὰρ οὐδ’ ὅτι διοίσει ἑκάστου εἴσεται, οὐδ’ ἄρα λόγον ἀποδώσει τὸν αὐτὸ τῶν ἄλλων χωρίζοντα. ἵνα ἄρα ὁρισθῇ τι, δεῖ πάντα εἰδέναι. οὗτος μὲν ὁ λόγος Σπευσίππου, δι’ οὗ ἐδόκει ἀναιρεῖν τὸ ὁρίζεσθαι. καὶ πρῶτον μὲν τοῦτο σεσοφισμένον ὅτι ὁμώνυμον οὖσαν τὴν τοῦ διαφέρειν φωνὴν ἁπλῶς ἐλάμβανεν. οὔτε γὰρ τὸ κατά τι ἀδιάφορον εὐθὺς τῷ εἴδει ταὐτὸν οὔτε τὸ κατά τι διαφέρον ἐξ ἀνάγκης τῷ εἴδει ἕτερον. τοῖς γὰρ αὐτοῖς τῷ εἴδει πολλὰς ὁρῶμεν οὔσας διαφορὰς πρὸς ἄλληλα, δηλαδὴ τὰς μὴ καθ’ αὑτὸ ἀλλά γε κατὰ συμβεβηκός, ὥσπερ καὶ τοῖς ἑτέροις τῷ εἴδει κοινωνίας τοιαύτας πολλάς. οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς τῷ γένει ἐνίοτε· λευκὸς γὰρ ἔσται καὶ λίθος καὶ ἄνθρωπος, καὶ ἄλλα πολλὰ τοιαῦτα τοῖς ἑτερογενέσι ταὐτὰ εὑρεθήσεται. Πρῶτον δὴ Σπευσίππου τοῦτο ἁμάρτημα· ἔπειτα μὴ ἀναγκαῖον ὂν ὃ παρεισάγει ἐντεῦθεν ἐλέγχεται. ὅταν γὰρ ὁ τὰ ἐν τῷ τί ἐστιν ἐκλεγόμενος διαιρῶν τὸ γένος τὰς ἀντικειμένας διαφορὰς λήψοιτο, καὶ ὅτι πᾶν τὸ προκείμενον ἢ εἰς τήνδε τῶν ἀντικειμένων ἐμπίπτει ἢ εἰς τήνδε, καὶ τοῦτο γινώσκει, οὐδὲν διαφέρει πρὸς τοῦτο, εἴτε οἶδεν εἴτε μὴ οἶδεν, ἐφ’ ὅσων ἄλλων ἢ αὕτη ἡ διαφορὰ ἢ ἡ αὐτῇ ἀντικειμένη λέγεται.2 οἷον ζητουμένου τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου, διελών τις τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, καὶ λαβὼν ὅτι ὑπὸ τὸ λογικὸν ἅπας ὁ ἄνθρωπος καὶ γνοὺς τοῦτο, οὐδὲν διαφέρει εἴτε οἶδεν εἴτε μή, ἐφ’ ὅσων ἄλλων παρὰ τὸν ἄνθρωπον ἢ τὸ λογικὸν ἢ τὸ ἄλογον λέγεται· ἀρκεῖ γὰρ αὐτῷ πρὸς τὸ προκείμενον εἰδέναι τέως ὡς ὑπὸ τὸ λογικὸν ἅπας ἄνθρωπος. φανερὸν γάρ ἐστι καὶ οὐδεμιᾶς δεόμενον ἀποδείξεως ὅτι ἐάν τις οὕτω προϊὼν καταντήσῃ εἰς τοιαῦτα, ἃ τὸ ἅπαν σύστημα τῶν ἐκλεχθεισῶν διαφορῶν ἐπιδέχονται μετὰ τοῦ γένους, καὶ οὐδεμία διαφορὰ κατ’ εἶδος αὐτοῖς ἐστιν, εὗρε τὸν οἰκεῖον τοῦ ζητουμένου ὁρισμόν· ταῦτα δέ εἰσι τὰ ὑπὸ τὸν ὁρισμὸν ἄτομα. ἢ δὴ οὕτως ἢ ὁπόταν ὁδῷ βαδίζων ἐν τῷ τὰς διαφορὰς συλλέγειν καταντήσῃ εἰς τοιοῦτον, ὥστε τὸ ἅπαν ἀντιστρέφειν πρὸς τὸ προκείμενον, ἕξει ἤδη τὸν ὁρισμὸν αὐτοῦ. ἀλλ’ οὐδὲ τοῦτο λέγειν οἱ περὶ Σπεύσιππον ἕξουσιν ὅτι τὸ ἀντικειμένων οὐσῶν τῶν κατὰ τὴν διαίρεσιν λαμβανομένων διαφορῶν λέγειν ὅτι εἰς θάτερον τῶν ἀντικειμένων ἐμπίπτει τὸ ζητούμενον, αἴτημά ἐστιν.3 ἐξ ἀνάγκης γὰρ τοῦτό ἐστιν· εἰ γὰρ αἱ προσεχεῖς τοῦ διαιρουμένου καὶ οἰκεῖαι διαφοραὶ λαμβάνονται, οὐκ ἐνδέχεται μὴ εἰς θάτερον τῶν ἀντικειμένων ἐμπίπτειν τὸ προκείμενον. καὶ ἔστι τοῦτο οὐκ αἴτημα ἀλλ’ ἀξίωμα, εἴπερ μὴ καὶ τὸ θάτερον μέρος ἐξ ἀνάγκης ἀληθεύειν τῆς ἀντιφάσεως αἴτημα φαίη τις, ὅτι γε καὶ τῶν διαιρέσεων αἱ ἀκριβέστεραι κατὰ ἀντίφασιν γίνονται, ὡς τῆς οὐσίας εἰς σῶμά τε καὶ ἀσώματον καὶ τοῦ σώματος αὖθις εἰς ἔμψυχόν τε καὶ ἄψυχον, καὶ ἑξῆς ὁμοίως· αἱ γὰρ λαμβανόμεναι στερήσεις ἰσοδυναμοῦσι ταῖς ἀποφάσεσιν.

“然而对于下定义和划分的人来说绝无必要。” 关于定义,它是如何被寻求的,以及划分如何对它起作用,已经讲过了。但是,既然斯珀西波斯似乎引入了一条看似有理的论据,试图通过它来废除定义之术并表明下定义是不可能的,我们就不应当让这条论据未经考察便被放过,宛如一块阻碍依循科学前进的绊脚石一样,而应当用出自真理的驳斥将它从中清除。下定义的目的,他说,是阐明被定义项固有的本质;而若非有人在定义说明中将它与其余事物区分开来,这是不可能以其他方式实现的。然而,如果不了解针对每一事物的诸差异,他就无法将它区分开来;而如果不了解每一事物,他就不会了解针对每一事物的诸差异。因此,为了让人能定义任何一个事物,他就必须了解每一事物。另一方面,对于希望通过定义将被考察对象与其余事物区分开来的人而言,必须了解针对每一事物的诸差异,这是显而易见的。因为如果针对每一事物没有差异,它针对每一事物就没有任何不同;因为凡不同者皆因差异而不同;但如果它针对每一事物没有不同,它就与每一事物同一。然而它确实是不同的;因此存在差异。而如果存在差异,就必须了解它;因为否则的话,他甚至不会知晓它将不同于每一事物,因而也就不会给出将它与其他事物分离开来的定义说明。因此,为了使某物得到定义,就必须了解一切事物。这就是斯珀西波斯的论据,他借此似乎废除了下定义。首先,这之所以是诡辩,在于“不同”这个词虽是多义的,他却径直接受了它。因为既非在某一方面无差异者就立刻在种上同一,亦非在某一方面有不同者就必然在种上相异。因为在种上同一的事物中,我们看到它们彼此之间存在着许多差异,即那些非本质的而是偶性的差异,正如在种上相异的事物中我们也看到许多诸如此类的共有特征一样。不仅如此,有时甚至在属上相异的事物中也是如此;因为石头和人都会是白色的,而且在异属的事物中还会发现许多其他诸如此类的相同之处。这正是斯珀西波斯的第一处错误;其次,他附带引入的东西并非必然,这由以下几点得到证明。因为,当选取何所是之中诸要素的人在划分属时选取了相对立的诸差异,并且认识到被考察对象全体要么落入这一个对立差异中,要么落入那一个对立差异中,此时无论他知道还是不知道这一差异或与其对立的差异还在多少其他事物上被述说,对于这一点来说都毫无分别。例如,当探求人的定义时,若有人将动物划分为理性的与非理性的,并判定一切人都在理性的之下且认识到了这一点,那么无论他知道还是不知道除人之外理性的或非理性的还在多少其他事物上被述说,都毫无分别;因为对于目下的对象而言,他暂且知晓一切人都在理性的之下便已足够。因为这是显然且不需要任何证明的:如果有人以此种方式推进,达到了这样一些事物,它们连同属一起接受被选取的诸差异的整个复合,且它们之间没有任何依种的差异,那么他就找到了被探求项的固有定义;而这些就是定义之下的不可分个体。或者正是依此方式,或者每当他在搜集诸差异的合乎方法的途径上前行、达到了全体与被考察对象相互换位的那样一种事物时,他就将已经拥有了它的定义。但是,斯珀西波斯一派也无法提出这一点:即在依划分所选取的诸差异处于对立时,说被探求项落入对立项的其中之一是一项假定。因为这是出于必然的;因为如果选取了被划分项邻近且固有的诸差异,被考察对象就不可能不落入对立项的其中之一。而且这不是假定,而是公理,除非有人会说矛盾命题的其中一部分必然为真也是一项假定,因为更精确的划分恰恰是按照矛盾对立进行的——如同实体划分为有形体与无形体,有形体再划分为有灵魂与无灵魂,依此类推;因为所选取的缺乏状态与否定命题具有同等效力。

语法注3 条
  1. 1.266εἰδέναι αὐτὸν δέον ἕκαστον

    δέον 作为无人称动词 δεῖ 的绝对宾格(宾格分词),支配“宾格加不定词”结构(主语为 αὐτόν,动词为 εἰδέναι),在 ὥστε 句中表达推导出的必然要求,即“他必须了解每一事物”。

  2. 1.266οὐδὲν διαφέρει πρὸς τοῦτο, εἴτε οἶδεν εἴτε μὴ οἶδεν, ἐφ’ ὅσων ἄλλων ἢ αὕτη ἡ διαφορὰ ἢ ἡ αὐτῇ ἀντικειμένη λέγεται

    主句无人称表达 οὐδὲν διαφέρει πρὸς τοῦτο(“对于此而言毫无分别”)支配选择性间接疑问从句 εἴτε οἶδεν εἴτε μὴ οἶδεν(“无论知道还是不知道”),后者进一步嵌入了由 ἐφ’ ὅσων ἄλλων... λέγεται 引出的间接疑问从句(“还在多少其他事物上被述说”)。

  3. 1.266ἀλλ’ οὐδὲ τοῦτο λέγειν οἱ περὶ Σπεύσιππον ἕξουσιν ὅτι τὸ ἀντικειμένων οὐσῶν τῶν κατὰ τὴν διαίρεσιν λαμβανομένων διαφορῶν λέγειν ὅτι εἰς θάτερον τῶν ἀντικειμένων ἐμπίπτει τὸ ζητούμενον, αἴτημά ἐστιν

    全句骨干为 οἱ περὶ Σπεύσιππον ἕξουσιν λέγειν(“斯珀西波斯一派也无法说”)。随后的 ὅτι 从句中,冠词 τὸ 使不定词 λέγειν 名词化并作为主语,以 αἴτημά ἐστιν(“是一项假定”)为谓语,其间插入了绝对属格(ἀντικειμένων οὐσῶν...)以及嵌套的另一个 ὅτι 从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:202.15-203.33