← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§201.3-202.14

通过第一差异确保定义的完备性

埃乌斯特拉提乌斯注疏了亚里士多德在《后分析篇》96b39–97a4中阐述的划分规则,解释了必须选取涵盖整个属的第一差异,以确保在定义中绝不遗漏属于何所是的任何要素。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.262

" Ἀλλὰ πτηνὸν ζῷον ἅπαν." Ὁλόπτερον μέν, φησίν, ἢ σχιζόπτερον οὐχὶ πᾶν ζῷον ἁπλῶς, πτηνὸν δὲ ζῷον ἅπαν ἢ ὁλόπτερον ἢ σχιζόπτερον, ὡς τοῦ πτηνοῦ ζῴου τῆς διαφορᾶς ταύτης οὔσης, ἀλλ’ οὐχὶ τοῦ ἁπλῶς.

“但每种飞行的动物。” 他说,并非每种动物径直都是全翅的或裂翅的,但每种飞行的动物要么是全翅的要么是裂翅的,因为这种差异属于飞行的动物,而不是径直属于动物。

§1.263

"Πρώτη δὲ διαφορά ἐστι ζῴου." Ἡ μὲν ῥηθεῖσα, φησί, διαφορὰ οὐ τοῦ ζῴου ἐστίν, ἀλλὰ τοῦ πτηνοῦ, ὅπερ ὑπὸ τὸ ζῷόν ἐστιν· ἐκείνη δέ ἐστι προηγουμένως καὶ κυρίως διαφορὰ τοῦ ζῴου, εἰς ἣν ἅπαν αὐτὸ διαιρεῖται, ὡς μηδὲν αὐτοῦ εἶναι ταύτης ἐκτός, εἴτε κατὰ τοὺς τόπους ἐστίν, ὡς εἴρηται πρότερον, εἴτε κατὰ τὰ μόρια τῶν εἰδῶν, εἴτε κατά τι ἄλλο, ὅπερ ἡ μὲν τοῦ πτηνοῦ μετὰ τῶν αὐτῷ ἀντιδιῃρημένων, ἤτοι τοῦ νηκτοῦ καὶ πεζοῦ ἔχει,1 παντὸς εἰς αὐτὴν τοῦ ζῴου ἐμπίπτοντος, ἡ δὲ τοῦ ὁλοπτέρου καὶ σχιζοπτέρου οὐχί. αἱ δὲ τὰ ὑπὸ τὸ ζῷον διαιροῦσαι εἰς ἕτερά εἰσι μέν πως καὶ αὐταὶ τοῦ ζῴου διαφοραὶ (διαφέρει γὰρ ζῷον ζῴου τῷ τὸ μὲν ὁλόπτερον εἶναι τὸ δὲ σχιζόπτερον· τῶν γὰρ ὑπ’ ἄλληλα τεταγμένων οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς) ἀλλὰ δευτέρως καὶ διὰ μέσων τῶν ὑπ’ αὐτὸ εἰδῶν.

“而动物的第一差异是。” 他说的前述差异不是动物的差异,而是位于动物之下的飞行动物的差异;而首要且严格意义上的动物差异,则是动物全体被划分入其中、以至于动物中无物在此之外的那种差异,不论这是如前所述依据场所,还是依据诸种的身体器官,亦或是依据别的什么——飞行动物的差异连同与它同位并列划分的各项(即水生的与步行的)便具有这一特征,因为动物全体都落入其中,而全翅与裂翅的差异则不然。另一方面,将动物之下的事物划分为他物的诸差异,在某种意义上它们自身也是动物的差异(因为动物因一者为全翅而另一者为裂翅而彼此有异;因为在相互从属排列的事物中,完全不妨碍相同的各项充当差异),但这只是第二位地并通过其下诸种作为中介而言的。

§1.264

"Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου." Ὥσπερ ἐπὶ τοῦ ζῴου, φησίν, ἔχει ὅτι χρὴ τὰς πρώτας αὐτοῦ λαμβάνειν διαφοράς, καὶ ταύτας τοιαύτας οὔσας ἐπιγινώσκομεν ἐκ τοῦ πᾶν εἰς αὐτὰς ἐμπίπτειν τὸ διαιρούμενον, οὕτω καὶ τῶν ἄλλων ἑκάστου ἔχουσιν αἱ διαφοραί, εἴτε τῶν ἔξω τοῦ ζῴου εἴτε τῶν ὑπ’ αὐτό· οἷον ἔξω τοῦ ζῴου τά τε ὑπὲρ αὐτό, ὡς τὸ ἔμψυχον, καὶ τὰ ἀντιδιῃρημένα αὐτῷ ὡς τὸ φυτόν. ἔξω δὲ λέγεται ταῦτα τοῦ ζῴου ὡς μὴ περιεχόμενα ὑπ’ αὐτοῦ, ὥσπερ αὖθις ἐντὸς τὰ περιεχόμενα. ἐμψύχου τε γὰρ διαφορὰ εἰς ἣν ἅπαν ἐμπίπτει τὸ ἔμψυχον, καὶ φυτοῦ ὡσαύτως, καὶ πάλιν ὄρνιθος καὶ ἰχθύος ὁμοίως.

“其余每一项亦同样如此。” 正如在动物的情形中那样,他说,必须选取它的第一诸差异,而且我们正是根据被划分项全体落入其中来辨明它们具有此种性质的,其余每一项的诸差异也是如此,无论是在动物之外的事物还是在动物之下的事物。例如,在动物之外的事物既有在其上的事物,如有灵魂的,也有与它同位并列划分的事物,如植物。这些事物被称为在动物之外,乃是因为它们不被动物所包含,正如反过来被包含的事物被称为在其内一样。因为有灵魂的全体落入其中的差异是有灵魂之物的差异,植物的亦同样如此,而鸟与鱼的亦复如此。

§1.265

"Οὕτως μὲν οὖν βαδίζοντι ἔστιν εἰδέναι." Ἐὰν οὕτω, φησί, γίνηται καὶ τὰς πρώτας ἀεὶ διαφορὰς τοῦ διαιρουμένου λαμβάνῃ τις ὁδῷ βαδίζων εἰς εὕρεσιν τοῦ ὁρισμοῦ, δυνήσεται εἰδέναι ὡς οὐδὲν τῶν ἐν τῷ τί ἐστι παραλέλειπται. εἰ δὲ μὴ οὕτως ἀλλ’ ἄλλως ποιήσει, ἀναγκαῖόν ἐστι καὶ παραλιπεῖν τι τῶν ἐν τῷ τί ἐστι καὶ μὴ εἰδέναι ὅτι παραλέλοιπεν. εἰ γὰρ ᾔδει ὅτι παραλέλειπται, ἐγνώκει ἂν ὅτι οὐδὲ τὰς οἰκείας καὶ πρώτας εἰλήφει τοῦ διαιρουμένου διαφοράς. τὰς δὲ μὴ πρώτας ὡς πρώτας λαβὼν καὶ τὰς μὴ οἰκείας ὡς οἰκείας δῆλον ὅτι καὶ ὅτι παραλέλειπται ἠγνόηκε. μήποτε δὲ τοῦτο οὐκ ἐκ τοῦ εὐθέος εἰς παράστασιν παρέλαβε τοῦ χρησίμου τῆς διαιρέσεως,2 ἀλλ’ ἵνα δείξῃ ὅτι οὐδ’ εἰς τοῦτο ἁπλῶς συντελεῖ ἡ διαίρεσις, λέγω δὴ τὸ μηδὲν παραλιπεῖν τῶν ἀνηκόντων τῷ ὁρισμῷ, ἀλλ’ ὁ τρόπος τῆς τῶν διαφορῶν λήψεως. καίτοι εἰ τὰς ἁμαρτίας τῶν μετιόντων κακῶς ταῖς ἐπιστήμαις προσάψομεν, πᾶσαι διαβληθήσονται· εἰσὶ γὰρ ἐν πάσαις οἱ ἀνεπιστημόνως αὐτὰς μετερχόμενοι, ὥσπερ καὶ ἐπ’ αὐτῶν τῶν συλλογισμῶν οἱ ἀσυλλογίστως συλλογιζόμενοι. καθόλου γὰρ τὸ κατὰ τρόπον μετιέναι τῆς ἐπιστήμης, τὸ δὲ παρὰ τρόπον παράλογον τε καὶ ἀνεπίστημον.

“因此,对于依此循序前行的人来说是可以知晓的。” 如果这样进行,他说,并且有人循着通往发现定义的路径前行、始终选取被划分项的第一诸差异,他就能够知晓在何所是之中的事物无一被遗漏。但如果他不这样而是以别的方式行事,他就必然会遗漏何所是之中的某物,并且不知晓自己已经遗漏了。因为如果他知晓已经被遗漏,他本来就会知道自己甚至没有选取被划分项固有的与第一的诸差异。然而,他把非第一的当作第一的选取,把非固有的当作固有的选取,显然他也未曾知晓已经有所遗漏。不过,也许他并不是直截了当地为了展示划分的用处而提出此点,而是为了表明就连在这一点上——我指的正是丝毫不遗漏属于定义的各项——划分本身也并非径直起作用,起作用的反倒是选取诸差异的方式。然而,如果我们把那些拙劣从事科学者的过失归咎于各门科学,那么一切科学都将受到抨击;因为在所有科学中,都有不循科学方法从事的人,正如在三段论本身中也有不依推论规则进行推论的人一样。因为总的来说,合乎方式地从事属于科学,而违背方式则是既无理亦非科学的。

语法注2 条
  1. 1.263ὅπερ ἡ μὲν τοῦ πτηνοῦ μετὰ τῶν αὐτῷ ἀντιδιῃρημένων, ἤτοι τοῦ νηκτοῦ καὶ πεζοῦ ἔχει

    中性单数关系代词 ὅπερ 在句法上并非指代紧邻的条件从句(εἴτε... εἴτε...),而是指代前面所述的第一差异的本质特征,即“全体被划分入其中,以至于无物在其外”(ὡς μηδὲν αὐτοῦ εἶναι ταύτης ἐκτός)。它在句中充当主动词 ἔχει 的宾语。

  2. 1.265μήποτε δὲ τοῦτο οὐκ ἐκ τοῦ εὐθέος εἰς παράστασιν παρέλαβε τοῦ χρησίμου τῆς διαιρέσεως

    μήποτε 后接直说式过去时(παρέλαβε)的结构是希腊化及古代注疏文献中常见的惯用表达,表示注疏者自身委婉的推测或审慎的见解(“也许他并未……吧”),而非单纯的否定疑问句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:201.3-202.14