- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:199.12-201.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥释明了亚里士多德揭示划分在定义构建中并非依靠论证而是依赖乞题的论述(即使定义被缩减至最少部分亦是如此),随后解释了划分的另一用处,即通过从邻近上位属逐级划分来确保不遗漏任何本质述项的准则。
" Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ καὶ ἕν τι τὸ ζῷον." Πάλιν μεταξὺ τοῦ χρησίμου τῶν διαιρέσεων τὴν αὐτῶν διαβολὴν τίθησιν, πανταχόσε ταύτην ἀναμιγνὺς καὶ κυκεῶνά τινα ἐργαζόμενος, ὅπως συγχέῃ αὐτῶν τὸ χρήσιμον. οὐ μόνον γάρ, φησί, πολυμερῶν ὄντων τῶν ὁρισμῶν τῷ πλείους τοῖς γένεσι συντίθεσθαι διαφορὰς ἐκ τοῦ αἰτεῖσθαι τὰ σύμπαντα τοὺς ὁρισμοὺς αἱ διαιρέσεις ἀποτελοῦσιν, ἀλλὰ κἂν ὡς ὅτι ἐλάχιστα μέρη τὰ τὸν ὁρισμὸν ἀποτελοῦντα θήσομεν, οὐδὲ ταῦτα δύναται ἡ διαίρεσις ἄνευ τοῦ αἰτεῖσθαι συστήσασθαι. οἷον εἰ ἐκ δύο μερῶν τὸν ὁρισμὸν ἐροῦμεν συγκεῖσθαι (ἐλάττω γὰρ τούτων εἰπεῖν οὐκ ἐνδέχεται) ὡς ἕν τι λαβόντες τὸ ζῷον ἥμερον καὶ γένος ἀνώνυμον τοῦτο εἶναι θέμενοι, εἶτα ἐκ διαιρέσεως καὶ διαφοράς τινας εἰληφότες ἢ τὸ δίπουν ἢ τι ἕτερον, ἐξ ἧς καὶ τοῦ γένους ἕν τι ποιοῦμεν εἴτε ἄνθρωπον εἴτε ἄλλο τι, ἀναγκαῖόν ἐστιν ἐν τῷ διελεῖν αἰτεῖσθαι, ὡς τῆς διαιρέσεως ἄνευ τοῦ αἰτεῖσθαι μηδὲν ἐπιχορηγούσης τῶν συμβαλλομένων εἰς ὁρισμόν. οἷον εἰ ζῷον ἥμερον εἴη τὸ γένος, ὃ τὸν ἄνθρωπον βουλόμενοι ὁρίσασθαι λαμβάνομεν, διαιρήσομεν τοῦτο εἰς πεζόν, νηκτὸν καὶ πτηνόν· ἄμφω δὲ καταλιπόντες τὸ νηκτὸν καὶ πτηνόν, τὸ πεζὸν ληψόμεθα, μηδὲν ἢ ὅτι πεζὸν ὁ ἄνθρωπος εἰς τὸ δεῖξαι πραγματευσάμενοι πρὸς τῷ καὶ τὸ γένος ἐκ τοῦ αἰτεῖσθαι λαβεῖν. τὸ δὲ εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ περὶ τοῦ ὁριστοῦ φησιν ‘εἰ τὸ ὅλον ἐκ δύο καὶ οὐ πλειόνων σύγκειται, γένους τε καὶ μιᾶς διαφορᾶς’. δεῖ δὲ ὡς δύο ταῦτα λαβεῖν,1 ἰδίᾳ μὲν τὸ εἰ γὰρ ἅπαν ἐκ δύο ἐστί, ἰδίᾳ δὲ τὸ καὶ ἕν τι τὸ ζῷον ἥμερον, ὡς ἐξακούεσθαι καὶ ἐπὶ τούτου τὸν εἰ σύνδεσμον, εἶτα πρὸς ἀμφότερα ἀποδίδοσθαι τὸ ἀναγκαῖον διελόμενον αἰτεῖσθαι· ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ὅτι κἂν ἐκ δύο μόνων ὁ ὁρισμὸς ἀπαρτίζοιτο ὡς ὅτι ἐλαχίστων, κἂν τὰ δύο ὡς γένος ἀνώνυμον ᾖ καὶ δεῖ προσθεῖναι τούτοις ἕτερον εἰς ἀπαρτισμὸν τοῦ ὁρισμοῦ, οὐδαμῶς ἂν ἄλλως προβῆναι τῇ διαιρέσει γένοιτο, εἰ μή γε αἰτήσεται.
“因为如果一切由两项构成,且那动物是某一单一体。” 他又在划分的用处之中穿插了对它们的抨击,到处加以掺杂并调制成某种混合物,以便扰乱它们的用处。因为他说,不仅当定义有多部分、通过将更多差异结合于属时,划分通过要求一切来完成定义,而且即便我们设定完成定义的部分尽可能最少,划分若不通过要求也无法确立这些部分。例如,即使我们主张定义由两部分组成(因为说少于这些是不可能的),如同把“驯服的动物”当作某一个单一体并设定这是一个无名的属,然后又从划分中取得某些差异,无论是“两足的”还是别的什么,由此与属一起构成一个单一体,不论是人还是别的什么,但在划分中必然要进行要求,仿佛划分若不通过要求便不能为定义提供任何有助之物。例如,如果“驯服的动物”是属,我们想要为人下定义时取了这个属,我们将把这划分为步行的、游泳的与飞行的;而撇开游泳的与飞行的两者,我们将选取步行的,除了人是步行的这一事实之外,为了证明这一点完全不作任何努力,而且连这个属也是出自要求而取得的。至于“因为如果一切由两项构成”,他是就所定义项而言:“如果全体由两项而非更多项构成,即一个属与单一差异”。必须将这两点分开来看,单独看“因为如果一切由两项构成”,单独看“且那[即]驯服的动物是某一单一体”,以至于连词“如果”在后者中也被同样补出,然后对两者都得出结论:“进行划分者必然要进行要求”;因此所说的话意思是这样的:即使定义仅仅由最少的两项构成,即使这两项作为一个无名的属而存在且必须为了定义的完备而向它们添加另一项,若非通过要求,划分也绝不可能有所推进。
"Ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν." Τοῦτο ἕτερόν ἐστι τῆς διαιρέσεως χρήσιμον. ἐπεὶ γὰρ ἐκλεγομένους τὰ μέρη τοῦ ὁρισμοῦ δεῖ πάντα εὑρεῖν ἀνελλιπῶς τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καὶ ἐκ τούτων συνθεῖναι τὸν ὁρισμόν, φησὶ τοῦτον μὴ ἂν ἄλλως γενέσθαι ἢ διὰ τῆς διαιρέσεως. εἶτα καὶ κανόνα τινὰ διαιρετικὸν παραδίδωσιν πρὸς τὸ μηδὲν ἡμᾶς ἐκφυγεῖν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων· οὐ γὰρ ὡς ἔτυχε διαιροῦντες τοῦτο δυνάμεθα κατορθοῦν.
“此外,为了不遗漏任何东西。” 这是划分的另一个用处。因为,在挑选定义的各部分时,必须毫无遗漏地发现所有在“何所是”中被述托的事物,并由此合成定义,所以他说,这若不通过划分就绝不可能实现。随后他还传授了某种划分的准则,以使在“何所是”中被述托的事物无一漏掉;因为如果我们随随便便地划分,是无法成就此事的。
"Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος." Πρῶτον γένος φησὶ τὸ τῶν διαφορῶν πασῶν τῶν μετ’ αὐτὸ ὑποκείμενον, ἐπεὶ γένος καὶ τῶν ἐφεξῆς ἕκαστον μετὰ τοῦ πρώτου συγκείμενον, ἕως οὗ τῷ ἀτόμῳ εἴδει ἐξισάσῃ τὰ συντιθέμενα. τὸ γὰρ ζῷον πεζὸν ἢ ζῷον πτηνὸν γένος ἐστίν, ἀλλ’ οὐ τὸ πρῶτον ἀνθρώπου ἢ κόρακος, ἀλλὰ τὸ ζῷόν ἐστι τὸ πρῶτον. ὅταν οὖν, φησί, τὸ πρῶτον γένος λάβωμεν τὸν ὁρισμόν τινος τῶν ὑπ’ αὐτὸ εἰδῶν συστῆσαι βουλόμενοι, πῶς ἐπιγνωσόμεθα, εἰ μηδὲν παραλιμπάνομεν, τουτέστιν εἰ τὰ μετ’ αὐτὸ εὐθὺς παραλαμβάνομεν καὶ οὐχὶ τὰ τούτων κάτωθεν; ἐκ τοῦ πᾶν τὸ διαιρούμενον ἐμπίπτειν ἢ μὴ εἰς τὰ ὡς διαιρετικὰ αὐτοῦ λαμβανόμενα. εἰ γὰρ μὴ τὰ εὐθὺς μετ’ αὐτό τις λαμβάνει ἀλλὰ τὰ κάτωθεν, οὐκ ἐμπεσεῖται ἅπαν εἰς τὰ εἰλημμένα τὸ διαιρούμενον. οἷον εἴ τις τὸ ζῷον εἰς ὁλόπτερον διαιρήσει καὶ σχιζόπτερον· οὐ γὰρ πᾶν ἢ τοῦτο ἢ ἐκεῖνο ζῷον, ἀλλ’ ἔστιν ἔξω τούτων τοῦ ζῴου ὅπερ τούτων μηδέτερον, ὥστ’ οὐ τῶν ἐφεξῆς τὰ εἰλημμένα, ἀλλὰ τῶν κάτωθεν. τοῦτο τοίνυν ἐστὶν ὃ εἴρηκεν, ὅτι ἂν τῶν κάτωθέν τινα διαιρέσεων λαμβάνῃ, οὐκ ἐμπεσεῖται ἅπαν εἰς τοῦτο, κάτωθεν διαιρέσεις λέγων τὰς μετὰ τὴν προσεχῆ τῷ γένει καὶ αὐτῇ μᾶλλον ἁρμοζούσας ἀλλ’ οὐχὶ τῷ γένει. πῶς δὲ ἑνικῶς εἶπε τὸ μὴ ἐμπεσεῖσθαι εἰς τοῦτο,2 μὴ εἰς ἓν γινομένης τῆς διαιρέσεως, ἀλλ’ εἰς δύο τοὐλάχιστον; ἢ κατὰ τὸν τρόπον τῆς διαιρέσεως τὸ ἑνικὸν εἴληφεν· εἰ γὰρ καὶ πλείω ἢ ἓν τὰ εἰς ἃ διαιρεῖται τὸ διαιρούμενον, ἀλλ’ ὁ τρόπος εἷς, καθ’ ὃν ἡ διαίρεσις εἴληπται. οἷον ὡς εἴ τις τὸ ζῷον κατὰ τὰ μόρια διαιρήσει τῶν ὑπ’ αὐτὸ εἰδῶν εἰς ὑπόπουν καὶ ἄπουν, ἢ κατὰ τὴν τῶν τόπων διαφοράν, ἐν οἷς διατρίβουσιν, ὡς ἀέρια λέγομεν καὶ χερσαῖα καὶ ἔνυδρα, ἢ κατὰ τὸν τρόπον τῆς μεταβάσεως, ὡς πτηνόν φαμεν καὶ πεζὸν καὶ νηκτόν· ἢ καὶ ὅτι μία ἡ ἀντίθεσις, κἂν οἱ ὅροι διάφοροι.
“因为当第一属被选取时。” 他说,“第一属”是指作为其后所有差异之底层主体的属,因为在与第一项结合时,接续的每一项也都是属,直到所结合的事物与不可分割的种相等为止。因为步行的动物或飞行的动物是属,但不是人或乌鸦的第一[属],而动物才是第一属。因此他说:“当我们为了想要构建其下某个种的定义而选取第一属时,我们如何能够辨明我们是否没有遗漏任何东西,也就是说,我们是否直接选取了紧随其后的事物,而不是选取了这些事物之下的事物?”这是根据被划分项全体是否落入被作为其划分项所选取的事物之中来判明的。因为如果有人不选取紧随其后的事物,而是选取了其下的事物,被划分项全体就不会落入所选取的事物之中。例如,如果有人把动物划分为全翅的与裂翅的;因为并非每种动物要么是这一种要么是那一种,而是在这些之外还有既非此亦非彼的动物存在,以至于所选取的并非紧随其后的事物,而是其下的事物。因此这便是他所说的话:如果有人选取了较低的划分中的某一种,全体便不会落入其中;他把排在与属紧邻的划分之后、更适合该邻近者而非适合属的划分称为“较低的划分”。但是,既然划分不是划分成一项,而是至少划分为两项,他为何单数地说“不落入此物之中”呢?或者,他是根据划分的样式采用了单数;因为即便被划分项所划分入的诸项多于一个,但选取划分的样式却是一个。例如,仿佛有人依据动物其下诸种的身体器官而划分为有足的与无足的,或者依据它们栖息的场所差异而划分为如我们所说的气生的、陆生的与水生的,或者依据移动方式而划分为如我们所说的飞行的、步行的与游泳的;或者也是因为,即使各项不同,但对立是一体的。
- 1.259δεῖ δὲ ὡς δύο ταῦτα λαβεῖν
对亚里士多德原文(εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ καὶ ἕν τι τὸ ζῷον ἥμερον)句法结构的分析。厄斯特拉齐奥将其拆解为两个并列的条件从句,指示在后半句 καὶ ἕν τι τὸ ζῷον ἥμερον 中同样补出从属连词 εἰ(ὡς ἐξακούεσθαι καὶ ἐπὶ τούτου τὸν εἰ σύνδεσμον),并以亚里士多德原文后文的 ἀναγκαῖον διελόμενον αἰτεῖσθαι 作为对应两者的共同主句(归结项)。
- 1.261πῶς δὲ ἑνικῶς εἶπε τὸ μὴ ἐμπεσεῖσθαι εἰς τοῦτο
对亚里士多德原文 οὐκ ἐμπεσεῖται ἅπαν εἰς τοῦτο(96b38)中单数代词 τοῦτο 指涉对象的解释。由于划分通常划分为至少两个项(差异),此处本应预期为复数(εἰς ταῦτα);厄斯特拉齐奥给出的理由是:要么指 (1) 划分的样式/原则(ὁ τρόπος τῆς διαιρέσεως)是单一的,要么指 (2) 统摄不同项的对立关系本身(ἡ ἀντίθεσις)是单一的。
