- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:19.17-20.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯阐释亚里士多德在《后分析篇》卷二第一章(90a2–90a4)中所举的实例,将探讨基体属性的“部分性问题”(如月亮的亏蚀与渐盈)与探讨基体本身存在的“单纯性问题”(如月亮或夜的存在)之间的对比,通过实体与偶性的本体论差异加以辨析。
" Ἐπὶ μέρους μέν, ἆρα ἐκλείπει ἡ σελήνη ἢ αὔξεται." Ἔτι σαφέστερα ποιεῖται διὰ παραδειγμάτων τὰ εἰρημένα· ζητοῦντες γὰρ εἰ ἐκλείπει ἡ σελήνη, εἰ ἔστι τι αἴτιον τοῦ ἐκλείπειν τῇ σελήνῃ ζητοῦμεν, ὁμοίως ἐν τῷ εἰ αὔξεται ζητοῦμεν εἰ ἔστι τι αἴτιον τῇ σελήνῃ τοῦ αὔξειν.
“作为部分的,月亮是否亏蚀或渐盈。” 他通过实例使上述论述更为清楚;因为在探求月亮是否亏蚀时,我们是在探求对于月亮而言是否存在亏蚀的某种原因,同样,在[探求它]是否渐盈时,我们探求对于月亮而言是否存在渐盈的某种原因。
"Εἰ γὰρ ἔστι τι ἢ μὴ ἔστι τι, ἐν τοῖς τοιούτοις ζητοῦμεν." Τοιούτοις, φησί, προβλήμασι τὸ εἰ ἔστι μὲν ἢ μὴ ἔστι ζητοῦμεν, οὐ μὴν δὲ ἁπλῶς περὶ τοῦ ὑποκειμένου, ἀλλ’ εἴ τι ἐν αὐτῷ, καὶ διὰ τοῦτο ἐν μέρει λέγομεν ὡς περί τινος τῶν ἐν αὐτῷ ζητοῦντες, οὐχ ἁπλῶς περὶ αὐτοῦ. ὑποκειμένου γὰρ ληφθέντος τινὸς πολλὰ ἴσως καὶ διάφορα ἐνδέχεται θεωρεῖσθαι περὶ αὐτό· περὶ δὲ τῶν ἐν αὐτῷ ζητοῦντες, μερικὴν καὶ οὐχ ἁπλῶς τὴν περὶ τοῦ ὑποκειμένου ποιούμεθα ζήτησιν. ἔστω γάρ, εἰ τύχῃ, ἡ σελήνη· περὶ ταύτης ἐνδέχεται ζητῆσαι πολλά, οἷον τὸ σχῆμα, εἰ σφαιρική ἐστι, τὸ φῶς εἰ ἴδιον ἔχει εἴτε ἐκ τοῦ ἡλίου δέχεται, τῶν φωτισμῶν τὰ διάφορα σχήματα, τὴν ἔκλειψιν, τὰ τοιαῦτα. περὶ ταύτης μὲν οὖν ζητοῦντες ἁπλῶς τὴν περὶ αὐτῆς ποιούμεθα ζήτησιν, περί τινος δὲ τῶν ἐν αὐτῇ μερικῶς ὥς τι ζητοῦντες ἐν αὐτῇ, καὶ οὐχ ἁπλῶς περὶ αὐτῆς, ἀλλὰ πῇ. ἔτι δὲ ὥσπερ τὴν μὲν οὐσίαν ἁπλῶς λέγομεν ὄν, τὸ δὲ λευκὸν καὶ τὸ τρέχειν καὶ καθόλου ὅσα ἐν τῇ οὐσίᾳ καὶ περὶ αὐτὴν πῇ καὶ τινὰ ὄντα, ὡς μὴ ἁρμοττούσης αὐτοῖς ἁπλῶς τῆς ὀντότητος, ἀλλ’ ἢ μόνον διὰ τὸ εἶναί τι τοῦ ὄντος αὐτά,1 οἷον ποιότητας, ποσότητας, πηλικότητας, ἐνεργείας, πάθη, ἄλλο τι τοιοῦτον, τὸν αὐτὸν τρόπον ὅταν ζητῶμεν περί τινος τὸ εἰ ἔστιν αὐτὸ ἢ τί ἐστι, τότε ἁπλῶς ζητοῦμεν περὶ αὐτοῦ· ὅταν δὲ ζητῶμεν περί τινος τῶν ἐν αὐτῷ, τότε οὐχ ἁπλῶς ζητοῦμεν περὶ αὐτοῦ, ἀλλ’ ἐν μέρει.
“因为在诸如此类的事物中,我们探求某物是否存在或不存在。” 他说,在诸如此类的问题中,我们探求存在还是不存在,确实不是单纯地关乎基体,而是关乎是否存在其之中的某物,因此我们说“部分地”,这是作为探求其之中的某种事物,而非单纯地关乎它本身。因为当某个基体被确立时,或许可以关乎它考察许多各不相同的事物;而当探求其之中的事物时,我们所进行的关乎基体的探究是部分的而非单纯的。例如,假设是月亮;关乎月亮可以探求许多事情,比如形状,它是否是球形的;光芒,它是具有自有的光还是从太阳那里接受的;光照的不同形状;亏蚀;诸如此类的事物。因此,当我们关乎这个[月亮本身]探求时,我们进行关乎它的单纯探究;但关乎其之中的某种事物[探求]时,则是部分地,作为探求其之中的某种事物,而不是单纯地关乎它本身,而是在某方面。再者,正如我们把实体单纯地称为“存在”,而把白色、奔跑以及普遍来说凡在实体之中且关乎实体的诸事物称为在某方面的以及某种存在——因为单纯的存在性并不适合于它们,而仅仅是由于它们是存在的某种东西,例如性质、数量、大小、活动、受动状态或其他诸如此类的东西——以完全相同的方式,每当我们关乎某物探求它本身是否存在或它是什么时,那时我们是单纯地关乎它进行探求;但每当我们探求其之中的某种事物时,那时我们并不是单纯地关乎它进行探求,而是部分地。
"Ἁπλῶς δ’ εἰ ἔστιν ἢ μὴ σελήνη ἢ νύξ." Τοῦτο ἐκ τῶν εἰρημένων σαφὲς καὶ οὐ πλείονος λόγου δεόμενον πρὸς σαφήνειαν. παραδείγματα γὰρ θεὶς τοῦ συνθέτου ζητήματος τὰ εἰρημένα, τίθησι ταῦτα τοῦ ἁπλοῦ, τὸ εἰ ἔστι σελήνη ἢ νύξ. ὥσπερ δὲ ἐκεῖ ἔκλειψιν σελήνης καὶ αὔξησιν ὡς συγγενῆ ἀλλήλοις τῷ περὶ αὐτὴν καὶ ἄμφω ζητεῖσθαι παρέλαβε, καὶ ἐπὶ μέρους τὸ ζήτημα κατωνόμασεν ὡς οὐχ ἁπλῶς ἀλλ’ ἐν μέρει τὴν περὶ σελήνης εἰσάγον ζήτησιν, ὥσπερ εἴρηται, οὕτω κἀνταῦθα ὡς κοινωνοῦντα ἀλλήλοις σελήνην καὶ νύκτα εἰς παράδειγμα τοῦ ἁπλῶς ζητουμένου παρέθετο· εἰς ἀρχὴν γὰρ νυκτὸς ἡ σελήνη, καὶ ἐν νυκτὶ τὸ φαίνειν αὐτῇ.
“而单纯地,是否存在月亮,或者夜。” 这一点由上述所说已很清楚,不需要为了明白而作更多的论述。因为在提出上述复合探求的实例之后,他提出了这些单纯[探求]的实例,即是否存在月亮或者夜。正如在那一处,他将月亮的亏蚀与渐盈视为彼此同类的,因为两者都是关乎月亮本身而被探求的,并且将这一探求命名为部分的,因为如前所述,它所引入的关乎月亮的探求不是单纯的而是部分的;同样在这一处,他也将彼此互有共涉的月亮与夜作为单纯探求之物的实例引出;因为月亮关乎夜的开端,而在夜间照耀则属于它。
- 1.18ἀλλ’ ἢ μόνον διὰ τὸ εἶναί τι τοῦ ὄντος αὐτά
在紧随前面的否定从句(ὡς μὴ ἁρμοττούσης αὐτοῖς ἁπλῶς τῆς ὀντότητος)之后,ἀλλ’ ἤ 表示排他性的限定(“除……之外不”、“仅仅因为……”)。此外,διὰ τὸ εἶναι 是介词 διά 加上带冠词的不定式,构成带有宾格主语的不定式结构(accusativus cum infinitivo),其中 αὐτά(诸偶性)是逻辑主语(宾格),τι τοῦ ὄντος(存在的某种东西)作表语(宾格)。
