← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§1.4-2.27

第二卷的主旨:证明的中项与定义

欧斯特拉提乌斯针对亚历山大等人认为《后分析篇》第二卷的主旨为“定义”的观点,指责其与书名不符,并论证本卷的真正主题是证明中的“中项”,定义仅是附带涉及的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Τὸν σκοπὸν τοῦ δευτέρου βιβλίου τῶν Ὑστέρων Ἀναλυτικῶν τοῦ Ἀριστοτέλους περὶ τοῦ ὁρισμοῦ εἶναι ὁ Ἀλέξανδρος εἴρηκεν. ἐπεὶ γάρ, φησί, δύο λόγοι τῆς μετὰ λόγου καὶ διανοίας θεωρίας, ὁ μὲν δι’ ὁρισμοῦ, ὁ δὲ δι’ ἀποδείξεως,1 περὶ ἐπιστήμης εἰπεῖν ἐξ ἀρχῆς προθέμενος καὶ τὴν ἀπόδειξιν παραδοὺς πρότερον τί τέ ἐστι καὶ πῶς γίνεται, νῦν διδάσκει καὶ περὶ ὁρισμῶν. καὶ ἕτεροι δέ τινες τῶν μεταγενεστέρων ἐξηγητῶν περὶ τῆς τοῦ ὅρου κατασκευῆς ἔφασαν ἐνταῦθα τῷ Ἀριστοτέλει προκεῖσθαι· δοκεῖ δὲ ταῦτα πρὸς τὴν ἐπιγραφὴν ἀκατάλληλα. εἰ γὰρ οὗτος αὐτῷ ὁ σκοπός, ἔδει μὴ Ἀναλυτικὰ τὴν πραγματείαν ἀλλ’ Ὁριστικὰ ἐπιγράφεσθαι ἢ Περὶ ὅρου ἢ ἄλλως πως, ὡς ἂν ᾖ τῷ σκοπῷ καὶ ἡ ἐπιγραφὴ συνῳδός. νῦν δὲ αἱ μὲν ἐπιστῆμαι αὗται πρὸς ἀλλήλας ἀντιδιῄρηνται, λέγω δὴ ἀναλυτικήν τε καὶ ὁριστικήν, καὶ ἕτεραι ἀλλήλων τῷ εἴδει εἰσίν· ἐν δὲ τῇ τῆς ἑτέρας παραδόσει τὴν ἑτέραν ἐπιγράφειν δόξειεν ἂν ἴσως ἄλογον. οὐδὲ τοῦτο δὲ εὔλογον ὅτι ἐπειδὴ μὴ ἁπλῶς περὶ ὅρου παραδίδωσιν ἀλλ’ ὅσον ἀνήκει τῇ ἀποδείξει, τούτου ἕνεκεν Ἀναλυτικὰ καὶ τοῦτο τὸ βιβλίον ἐπέγραψε.2 πρῶτον μὲν γὰρ ὁ ταῦτα λέγων οὐ παρίστησιν αὐτόθεν τῷ λόγῳ, πῶς τοσοῦτον ἐνταυθοῖ περὶ ὅρου παραδίδοται, ὅσον ἀνήκει τῇ ἀποδείξει· οὔτε γὰρ τοῦτο ἐκ τούτου παρίσταται οὔτε μὴν ὅτι τοσοῦτον ἐνταυθοῖ παραδίδοται. ἔπειτα οὐδ’ οὕτως ἔδει Ἀναλυτικὰ τὴν περὶ ὅρου ἐπιγράφειν παράδοσιν, ὅτι κατὰ τὴν χρείαν τῆς Ἀναλυτικῆς γίνεται, ἀλλ’ ἐξ αὐτοῦ μᾶλλον τοῦ προκειμένου ἐχρῆν ὀνομασθῆναι τὸ βιβλίον, ἐπεὶ καὶ πολλὰς πραγματείας εὑρήσομεν εἰς ἑτέρας ἀναφερομένας ὡς εἰς ἐκείνας συμβαλλομένας, ἀλλ’ οὐκ ἐξ ἐκείνων ὀνομαζομένας εἰς ἃς συμβάλλονται, ἀλλ’ ἐκ τῶν καθ’ ἑαυτὰς προκειμένων αὐταῖς. ὡς ἐπὶ πᾶν γὰρ αἱ ἐπιγραφαὶ τῶν πραγματειῶν τὸν προκείμενον σκοπὸν περιέχειν ἐν βραχεῖ ἐπαγγέλλονται. τί οὖν ἐροῦμεν; ἢ ὅτι ἐπειδὴ περὶ ἀποδείξεως καὶ ἐπιστήμης ἀποδεικτικῆς ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς ἡ πρόθεσις ἦν, ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ τό τε εἶναι ἀπόδειξιν καὶ τί εἶναι ἀπόδειξιν παραδέδωκεν, ἔτι τε διὰ τίνων γίνεται καὶ τί τῶν ἄλλων διαφέρει συλλογισμῶν, καὶ ὅτι ἐν μὲν τοῖς ἄλλοις συλλογισμοῖς ὁ μέσος τοῦ συμπεράσματος αἴτιος, οὐχὶ καὶ τοῦ πράγματος, ἐν δὲ τῷ ἀποδεικτικῷ συλλογισμῷ δεῖ τὸν μέσον καὶ τοῦ πράγματος εἶναι αἴτιον καὶ μὴ μόνον τοῦ συμπεράσματος, ἔδει δὲ ἐξ ἀνάγκης καὶ περὶ τοῦ μέσου διδάξαι καὶ γνωρίσαι ὁποῖος οὗτος εἶναι ὀφείλει καὶ πῶς καὶ τοῦ πράγματος αἴτιός ἐστι, διὰ τοῦτο ἐν τῷ παρόντι βιβλίῳ ἰδίαν διδασκαλίαν περὶ τοῦ μέσου ποιεῖται, δεικνὺς εὐθὺς ἐξ ἀρχῆς τοῦ βιβλίου ὅτι ἀναγκαῖον περὶ τοῦ κατὰ τὴν ἀπόδειξιν μέσου εἰπεῖν. ὁ γὰρ περὶ τῶν τεσσάρων ζητημάτων λόγος ὃν τοῦ βιβλίου ἀρχόμενος εὐθὺς ποιεῖται, οὐδὲν ἄλλο ἐστὶν ἢ κατασκευὴ τοῦ δεῖν περὶ τοῦ μέσου ζητῆσαι καὶ ἐξετάσαι3 ὡς ἂν μετ’ ἐπιστήμης καὶ οὗτος ἐν τῇ ἀποδείξει παραλαμβάνηται. τεσσάρων γὰρ ὄντων καθόλου τῶν ζητουμένων ἐν ἑκάστῳ τούτων, ὡς αὐτὸς παραδίδωσι, περὶ τοῦ μέσου ἐστὶν ἡ ζήτησις. καὶ ἐπεὶ οὕτως ἀναγκαῖός ἐστιν ὁ μέσος, ὡς ἐν παντὶ ζητήματι τούτου εἶναι τὴν ζήτησιν, ἔδει περὶ αὐτοῦ οὐ κατὰ πάρεργον εἰπεῖν, ἀλλ’ ἰδίαν πραγματείαν συστήσασθαι. παραδίδωσι μὲν οὖν περὶ ὅρου, ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ ᾗ ὅρος, ἀλλ’ ᾗ μέσος τῆς ἀποδείξεως. περὶ μὲν γὰρ ὅρου ᾗ ὅρος ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας διδάσκει, ἐνταῦθα δὲ οὐχ ᾗ ὅρος, ἀλλ’ ᾗ αἴτιος καὶ μέσος ἐν τῇ ἀποδείξει ἐστίν, ὡς δὴ καὶ περὶ τῶν λοιπῶν αἰτίων, τοῦ ποιητικοῦ λέγω, τοῦ ὑλικοῦ καὶ τοῦ τελικοῦ· περὶ τούτων γὰρ οὐχ ἁπλῶς, ἀλλ’ ᾗ μέσοι ἐν ἀποδείξει παραλαμβάνονται, διδάσκει ἐνταυθοῖ. ἐπεὶ οὖν περὶ τοῦ ἐν τῷ ἀναλυτικῷ συλλογισμῷ μέσου ἐνταῦθα παραδίδοται, μέρος δὲ καὶ αὕτη ἡ διδασκαλία τῆς ἀναλυτικῆς, διὰ τοῦτο καὶ προσφυῶς Ἀναλυτικὰ ἐπιγέγραπται.

亚历山大曾说,亚里士多德《后分析篇》第二卷的主旨是关于定义。他说,因为伴随理性与思想的考察有两种方式,其一通过定义,其二通过证明,亚里士多德从一开始就意图论述科学,并在先前讲授了证明是什么以及如何产生之后,现在也讲授关于定义的内容。某些后世的注解家也曾主张,亚里士多德在这里的主题是建立定义;但这些看法与标题似乎并不相符。因为如果这是他的主旨,这部著作就应当题作《定义篇》或《论定义》,或以其他某种方式题名,以便标题与主旨相吻合,而不应题作《分析篇》。但实际上,这些科学相互对立区分——我指的是分析科学与定义科学——且在形态上互不相同;而在讲授其中一门科学时却冠以另一门科学之名,或许显得不合情理。以下说法同样不合情理:即因为他不是单纯讲授定义,而是讲授涉及证明限度内的定义,为此他把这一卷也题名为《分析篇》。因为首先,持这种说法的人并没有直接通过论证说明,这里讲授关于定义的内容如何仅仅达到了涉及证明的限度;因为既不能由此说明这一点,也不能证明这里仅仅讲授了这么多。其次,即便如此,也不应当因为顺应分析科学的需要而将关于定义的讲授题名为《分析篇》,相反,这部著作更应当根据其既定的主题本身来命名,因为我们还会发现许多著作关联到其他著作并对它们有所助益,但它们并不是根据所助益的那些著作来命名的,而是根据其自身所面对的主题来命名的。因为通常而言,著作的标题旨在简明地概括其既定的主旨。那么我们该怎么说呢?抑或我们应当这样说:既然在《后分析篇》中的意图是关于证明与证明的科学,而在前一卷中他已经讲授了证明存在以及证明是什么,并且讲授了通过什么得以产生以及与其余推论有何不同,还讲授了在其他推论中中项是结论的原因而非事实本身的原因,但在证明性推论中中项必须既是事实的原因而不仅仅是结论的原因;而且必然有必要关于中项进行讲授并阐明它应当是何种性质以及如何也是事实的原因;正是为此,在当下的这一卷中他专门对中项进行了讲授,从本卷一开始就表明必须论述关于证明的中项。因为他在本卷开始时随即展开的关于四个研究课题的论述,无非是为了确立必须对中项进行探求和考察,以便它在证明中也能以科学的方式被采用。因为普遍被探求的课题有四个,而正如他自己所讲授的,在每一个课题中探求的都是关于中项。既然中项是如此不可或缺,以至于在每一个课题中都是对它的探求,就必须不是附带地论述它,而是构建一个专门的著作。因此,他固然讲授了关于定义的内容,但是附带地讲授的:并非作为定义本身,而是作为证明的中项。因为关于作为定义本身的定义,他在《形而上学》第七卷(Z)中作了讲授,而在这里并非作为定义,而是作为证明中的原因与中项,正如关于其余的原因——我指的是作因、质料因和终极因——所讲授的那样;因为关于这些原因,他在这里并非单纯论述,而是作为证明中所采用的中项来论述的。既然在此处讲授的是关于分析性推论中的中项,并且这一讲授本身也是分析科学的一部分,正是由于这个原因,它被恰切地题名为《分析篇》。

语法注3 条
  1. 1.0ἐπεὶ γάρ, φησί, δύο λόγοι τῆς μετὰ λόγου καὶ διανοίας θεωρίας, ὁ μὲν δι’ ὁρισμοῦ, ὁ δὲ δι’ ἀποδείξεως

    在由 ἐπεὶ γάρ 引导的原因从句中,系动词 εἰσί 被省略,构成名词性分句。名词 δύο λόγοι 后接的属格 τῆς μετὰ λόγου καὶ διανοίας θεωρίας 表示范畴或对象(“关于……”),其后的 ὁ μὲν ... ὁ δὲ ... 作为对 δύο λόγοι 的同位语(部分同位语)展开说明。

  2. 1.0οὐδὲ τοῦτο δὲ εὔλογον ὅτι ἐπειδὴ μὴ ἁπλῶς περὶ ὅρου παραδίδωσιν ἀλλ’ ὅσον ἀνήκει τῇ ἀποδείξει, τούτου ἕνεκεν Ἀναλυτικὰ καὶ τοῦτο τὸ βιβλίον ἐπέγραψε

    主句 οὐδὲ τοῦτο δὲ εὔλογον [sc. ἐστίν] 中的指示代词 τοῦτο 由 ὅτι 引导的同位语名词性从句承接并加以解释。在该 ὅτι 从句内部嵌套了由 ἐπειδὴ 引导的原因从句,而其核心句的主动词为 ἐπέγραψε,主语为省略的亚里士多德,Ἀναλυτικὰ 则用作谓语性宾格(书名表题)。

  3. 1.0κατασκευὴ τοῦ δεῖν περὶ τοῦ μέσου ζητῆσαι καὶ ἐξετάσαι

    带冠词不定式的属格 τοῦ δεῖν 依附于名词 κατασκευή(确立、论证),充当说明性的同位语属格或宾格性属格,界定“确立”的具体内容;非人称动词 δεῖν 则支配其补足不定式 ζητῆσαι καὶ ἐξετάσαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:1.4-2.27