- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:197.36-199.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉修注释了亚里士多德有限度地承认划分法用处的段落(96b25–30),指出划分虽然不具备三段论式的必然证明力,但有助于按正确顺序且毫无遗漏地收集定义的各组成要素。
" Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς." Μέθοδον παραδοὺς τῆς τῶν ὁρισμῶν εὑρέσεως ἀντιλέγει νῦν τοῖς ἄλλως ἢ ὡς αὐτὸς εἴρηκεν εὑρίσκεσθαι τοὺς ὁρισμοὺς λέγουσιν· ἐκ γὰρ διαιρέσεως οἱ περὶ Πλάτωνα συνιστᾶν ἐπειρῶντο τοὺς ὁρισμούς. πλὴν οὐχὶ καὶ νῦν, ὡς πρότερον ἐδόκει ποιεῖν, ἀχρήστους πάντη τὰς διαιρέσεις πρὸς τοὺς ὁρισμοὺς τίθησιν, ἀλλὰ λέγει μέχρι τίνος αὐτοῖς εἰσι χρήσιμοι. ἡμεῖς μὲν οὖν, φησί, ταῦτα περὶ τῆς τῶν ὁρισμῶν εὑρέσεως λέγομεν· αἱ δὲ διαιρέσεις τῶν γενῶν αἱ διὰ τῶν διαφορῶν εἰς τὰ εἴδη γινόμεναι (τοῦτο γάρ ἐστι τὸ κατὰ τὰς διαφορὰς τὰ γένη διαιρεῖσθαι, καθὼς καὶ Πορφύριος ἐν Εἰσαγωγαῖς “καθ’ ἃς διαιρούμεθα τὰ γένη εἰς τὰ εἴδη”) χρήσιμοι οὖν εἰσιν αὗται, φησίν, εἰς τὸ οὕτως αὐτὰς μετέρχεσθαι,1 ὡς προϊὼν ἐρεῖ.
“依据诸差异的划分。” 在传授了发现定义的方法之后,他现在反驳那些主张以不同于他所说的方式来发现定义的人;因为柏拉图的学徒们试图通过划分来构建定义。不过,他现在并不像先前似乎所做的那样,将划分完全视为对定义毫无用处,而是说明它们在何种限度内对定义有用。他说:“那么,关于定义的发现,我们说了这些”;然而通过差异分入诸种的诸属的划分(因为这就是属依据差异而划分的含义,正如波菲利在《导论》中亦言“我们依据它们将属划分为诸种”)——他说,这些划分便有助于按照他接下来将要叙述的方式去运用它们。
"Ὡς μέντοι δεικνύουσιν, εἴρηται ἐν τοῖς πρότερον." Εἴρηκε μὲν γὰρ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς, εἴρηκε δὲ καὶ ἐνταῦθα ὅτι δεικνύουσι μέν, ἀλλ’ ἀναγκαῖον οὐδέν, ἀλλ’ ἐκ τοῦ λαμβάνειν καὶ ὑποτίθεσθαι.
“然而它们如何展示,在先前[的著作]中已经说明。” 因为他在《前分析篇》中说过,并且在此处他也已经说过,它们确实作了展示,但没有〔展示〕任何必然的东西,而仅仅是出自假定和前提设定。
"Χρήσιμοι δ’ ἂν εἶεν ὧδε." Τὸ χρήσιμον ἐντεῦθεν τῆς διαιρέσεως παρίστησιν. πρὸς τὸ συλλέγειν, φησί, τὸ τί ἐστιν ἤγουν τὸν ὁρισμόν, χρησιμεύουσιν ἐκ διαφόρων μερῶν συνιστάμενοι· τοῦτο γάρ ἐστι τὸ συλλογίζεσθαι δηλοῦν ἐνταῦθα,2 ἀλλ’ οὐχὶ τὸ διὰ συλλογισμοῦ δεικνύναι. εἴρηκε γὰρ προλαβὼν ὅτι οὐ δείκνυται ὁ ὅρος διὰ συλλογισμοῦ, καὶ ὅτι αἱ διαιρέσεις οὐ συλλογίζονται ἀλλ’ ἢ ἀσθενῶς, λαμβάνουσαι τὸ ζητούμενον. συνάγουσι δὲ τὸ τί ἐστιν αἱ διαιρέσεις τὸ γένος λαμβάνουσαι καὶ διαιροῦσαι εἰς τὰς διαφοράς, ἄχρις οὗ εἰς τὰς ἐσχάτας διαφορὰς καταντήσωσι, καὶ τηνικαῦτα συντιθεμένων πασῶν μετὰ τοῦ γένους ἀποτελοῦσαι τὸν ὁρισμόν, ὡς καὶ αὐτὸς ἐν ἄλλοις τε ποιεῖ, καὶ δὴ καὶ ἐν τοῖς Νικομαχείοις ἠθικοῖς τῆς ἀρετῆς εὑρίσκων τὸν ὁρισμόν.
“但它们在此种方式下当是有用的。” 由此他阐明了划分的用处。他说,它们有助于“收集‘何所是’,即由不同部分构成的定义”;因为在这里,“推论”指的就是这个意思,而不是指通过三段论进行展示。因为他先前已经讲过,定义不能通过三段论来展示,并且诸划分除了极其软弱地假定所探求之物以外并不能进行推论。诸划分通过选取属并将其划分为诸差异,直到达到最后的差异,届时将所有的差异与属结合起来,从而完成定义,这便是诸划分综括出“何所是”的方式,正如他本人在其他著作中所做的那样,尤其是在《尼各马可伦理学》中寻找德性的定义时所做的那样。
"Καίτοι δόξειεν ἂν οὐδέν." Εἰ καὶ δοκεῖ, φησίν, ἴσως δεικνύναι τι ἡ διαίρεσις, ἀλλ’ εἰ ἀληθῶς ἐξετάσει τις, οὐδὲν ἄλλο ποιεῖν φανήσεται ἢ λαμβάνειν ἅπαντα ὡς ὁμολογούμενα, καὶ οὕτως ὥσπερ εἰ καὶ ἄνευ τοῦ διαιρεῖν ἐξ ἀρχῆς εὐθὺς μηδὲν πραγματευσάμενός τις ἐλάμβανε ταῦτα.
“尽管它似乎什么[也没展示]。” 他说:“即使划分或许看似展示了某物,但如果有人真正加以检验,就会发现它所做的不过是将一切作为公认的事实接受下来,而且就如同不经划分、一开始就毫不费力地直接接受了这些事物一样。”
"Διαφέρει δέ τι τὸ πρῶτον." Πεφεισμένως ἔοικε τὸ τῶν διαιρέσεων ὁμολογεῖν χρήσιμον φυλαττόμενος ὥσπερ αὐτὸς ἑαυτῷ ἀντιπεσεῖν, διασύρας μὲν πρότερον ὡς ἀχρήστους αὐτάς, νῦν δὲ αὖθις δηλῶν ὅτι χρησιμεύουσι. καὶ αὐτὸ γὰρ ὃ πειρᾶται αὐτῶν εἰπεῖν χρήσιμον, ἐστενωμένως τε καὶ ἐλλιπῶς παρεισάγει, καὶ τὴν αὐτῶν μεταξὺ διασπείρων διαβολήν. βουλόμενος οὖν εἰπεῖν ὅτι πρὸς τὸ εὐτάκτως λαμβάνεσθαι τὰ μέρη τῶν ὁρισμῶν λυσιτελοῦσιν αἱ διαιρέσεις, οὐκ ἀνέχεται τοῦτο εἰπεῖν φανερώτερον, ἀλλὰ τὴν διαφορὰν λέγει τῆς ἀταξίας καὶ τῆς εὐταξίας τῶν ὁρισμῶν, καὶ ταύτην μετ’ εὐτελισμοῦ τινος καὶ ὑποστολῆς, διαφέρει δέ τι φάσκων τὸ πρῶτον καὶ ὕστερον τῶν κατηγορουμένων κατηγορεῖσθαι.3 καίτοι οὐ σμικρὰ αὕτη ἀλλὰ καὶ μεγάλη διαφορὰ τὸ οὕτως ἢ ἐκείνως λαβεῖν, καὶ μεγάλη τις ἐν τοῖς ὁρισμοῖς ἁμαρτία τὸ ἀτάκτως αὐτῶν τὰ μέρη συντίθεσθαι. ὅπως δὲ ἁμαρτάνουσιν οἱ ἀτάκτως τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα συντιθέντες, ἱκανῶς εἴρηται πρότερον.
“但第一项[被述托]还是有某种差别的。” 他似乎在勉强承认诸划分的用处,仿佛谨防自己与自己相矛盾,因为他先前曾将它们斥为无用,现在却又表明它们是有用的。实际上,就连他试图说成是其用处的那一点,他也是以极狭隘和不充分的方式引入的,并且在字里行间穿插着对它们的抨击。因此,尽管他想表达划分有助于使定义的各部分按秩序被选取,但他却不愿更直白地讲出这一点,而是谈论定义的混乱与秩序之间的差别,并且带着某种贬抑和保留,宣称“述项中的在先者与在后者被述托是有某种差别的”。然而,这样选取还是那样选取并不是微小的差别,而是巨大的差别;定义的各部分被无序地结合,在定义中乃是极大的错误。那些将“何所是”中的述项无序结合的人究竟是如何犯错的,先前已经充分说明了。
- 1.254χρήσιμοι οὖν εἰσιν αὗται, φησίν, εἰς τὸ οὕτως αὐτὰς μετέρχεσθαι
在经过括号性的插入句(τοῦτο γάρ ἐστι...)之后,借助复指的 οὖν 和指示代名词 αὗται 重新接续最初的主语 αἱ δὲ διαιρέσεις,并与谓语 χρήσιμοι εἰσιν 相连。
- 1.256τοῦτο γάρ ἐστι τὸ συλλογίζεσθαι δηλοῦν ἐνταῦθα
注家将亚里士多德原文(96b27)中的 συλλογίζεσθαι 解释为字源意义上的“汇集/收集”(συλλέγειν),而非通常的技术意义上的“三段论推论”。τὸ συλλογίζεσθαι 在此充当迂言结构 ἐστι ... δηλοῦν 的主语,τοῦτο 为 δηλοῦν 的宾语。
- 1.258διαφέρει δέ τι φάσκων τὸ πρῶτον καὶ ὕστερον τῶν κατηγορουμένων κατηγορεῖσθαι
带冠词的不定式从句 τὸ ... κατηγορεῖσθαι 整体充当非人称动词 διαφέρει 的实质主语。τὸ πρῶτον καὶ ὕστερον 是被 τῶν κατηγορουμένων 所限定的逻辑主语,意为“在诸述项中第一项与在后项被述托”。
