← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§196.17-197.35

划分法对于构成定义的三重助益

厄斯特拉齐奥斯基于亚里士多德(96b25)论述道,尽管划分法不具备三段论式的论证效力,但它在定义的构成上仍有三大助益:收集本质属性、确立属与差异的正确次序、以及穷尽并无遗漏地涵括诸必要差异,并通过人与动物的具体例证对此作了说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.253

" Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφορὰς χρήσιμοί εἰσιν." Ἡ μὲν τῆς θήρας τῶν ὁρισμῶν μέθοδος παραδέδοται ἱκανῶς ὡς πρὸς τὴν παροῦσαν χρείαν. ἐπεὶ δὲ οἱ περὶ Πλάτωνα τὴν διαίρεσιν ἀναγκαίαν ἐτίθεντο μέθοδον τῆς τῶν ὁρισμῶν εὑρέσεως, δέον ἰδεῖν ἐστιν ἐν τίσιν ἡ διαίρεσις συντελεῖ. αἱ τοίνυν τῶν γενῶν διὰ τῶν διαφορῶν γινόμεναι διαιρέσεις οὕτω δεικνύουσιν ὡς μηδὲν συλλογιστικῶς συμπεραίνουσαι, ἀλλὰ τὰ μὲν γένη λαμβάνουσαι ὡς ὁμολογούμενα, τῶν δέ γε ἀντικειμένων διαφορῶν τὴν μὲν ἀποφάσκουσαι, τὴν δὲ ταύτῃ ἀντικειμένην ἐκ τῆς ἀναιρέσεως ἐκείνης εἰσάγουσαι, καθὰ καὶ ἐν τοῖς Προτέροις εἴρηται ἀναλυτικοῖς, ἀλλὰ δὴ κἀν τῷ παρόντι βιβλίῳ. μόνον δὲ χρησιμεύουσι πρὸς τὸ συλλέγειν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ προκειμένῳ πράγματι, οὗ ζητοῦμεν ἀποδοῦναι τὸν ὁρισμόν, ἐξ ὧν ὁ τοῦ εἶναι λόγος συντέθειται. οὐ μέντοι γε ἀποδεικτικῶς, ἀλλ’ ὡς εἴρηται, ὡς εἶναι τὴν δοκοῦσαν δεῖξιν ἐκ τῆς διαιρέσεως γίνεσθαι τοιαύτην οἵαν καὶ εὐθὺς λαμβάνειν ἅπαντα τὰ δοκοῦντα δείκνυσθαι·1 ὡς ἀδιάφορον δοκεῖν, εἴτε καὶ πρὸ τῆς διαιρέσεως ἐξ ἀρχῆς ἐλαμβάνετο ταῦτα, εἴτε δὴ καὶ μετὰ τὴν διαίρεσιν. ἀλλὰ καὶ τὸ κατιέναι ἡμᾶς διὰ τῶν διὰ μέσου, μηδὲν παραλείποντας ἐν ταῖς διαιρέσεσιν, οὐ σμικρόν τι συντελεῖ πρὸς τοὺς ὁρισμούς. εὑρίσκομεν γὰρ ἐντεῦθεν, τίνα πρῶτα καὶ τίνα δεύτερα, τίνα περιέχοντα καὶ τίνα περιεχόμενα· ὅπερ ἡμῖν εἰς τὴν εὐταξίαν λυσιτελεῖ τῶν εἰς τὴν σύνθεσιν παραλαμβανομένων τῶν ὁρισμῶν. οὐ γὰρ μικρὸν διαφέρει τὸ οὕτως ἢ ἐκείνως τάξαι, ἀλλὰ χρὴ προτάττειν τὰ περιεκτικώτερα καὶ ὑποτάττειν τὰ ἐλάττονα· εἰ δὲ μή, ἀδιανόητα λέξομεν. ἔστω γὰρ ὁρισμὸς ἀνθρώπου τὸ ζῷον ἥμερον δίπουν. οὐ μικρὸν δὴ διαφέρει οὕτως εἰπεῖν τάξαντας ἢ ὑπαλλάξαντας δίπουν ζῷον ἥμερον εἰπεῖν· ὁ γὰρ μετὰ τὸ δίπουν τὸ ζῷον ἐπενεγκὼν ἀδιανόητόν τι εἴρηκε, πρόφασιν δοὺς ὑπονοεῖν, ὡς ἔστι τι δίπουν ὃ μὴ ζῷόν ἐστιν. ἔτι δὲ ἔστι καὶ ἕτερον εἰπεῖν, πρὸς ὃ τοῖς ὁρισμοῖς αἱ διαιρέσεις συμβάλλονται· τοῦτο δέ ἐστι τὸ μηδὲν παραλιπεῖν τῶν ἐν τῷ τί ἐστιν, ἤγουν τῶν διαφορῶν τῶν συνπληρουσῶν τὸν ὁρισμόν. κατὰ τὴν προσήκουσαν γὰρ τάξιν τὰς διαιρέσεις ποιούμενοι τὰς διαφορὰς ἁπάσας εὑρήσομεν ἀνελλιπῶς, ἐξ ὧν ὁ ὁρισμὸς συντεθήσεται· ἄλλως δὲ οὐ δυνάμεθα τοῦτο κατορθοῦν ἢ διὰ μόνης τῆς διαιρέσεως. πῶς δὲ τοῦτο γίνεται, διὰ τοῦ παραδείγματος ἔσται σαφέστερον. ὅταν γὰρ τὸ τῶν διαφορῶν ὑπερκείμενον ληφθῇ γένος οἷον τὸ ζῷον, καὶ μέλλῃς τοῦτο διελεῖν, οὐ χρή σε λαμβάνειν τὰς τυχούσας διαφοράς, ἀλλὰ τὰς τούτῳ προσεχεῖς καὶ ἑξῆς οὕτως, καὶ τοῦτον τὸν τρόπον πάντα εὑρήσεις ἀνελλιπῶς τὰ ἐν τῷ τί ἐστι τοῦ γένους κατηγορούμενα. καὶ ὅταν οὕτω προβαίνων ὁδῷ εἰς τὴν ἐσχάτην καταντήσῃς διαφοράν, τηνικαῦτα τὰ ἐκλελεγμένα τῷ γένει συνθεὶς ἕξεις σῶον τὸν ὁρισμόν. οἷον ζητουμένου ὁρισμοῦ τοῦ ἀνθρώπου τὸ προσεχὲς αὐτοῦ λήψῃ γένος, ὅπερ τὸ ζῷόν ἐστι. τοῦτο διαιρήσεις εἰς πτηνόν, νηκτὸν καὶ πεζόν· τὸ πεζὸν εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν, τετράπουν καὶ πολύπουν· τοῦτο ἡ ἐσχάτη διαφορά. συντεθέντων δὴ τῶν εὑρημένων ὅσα τῷ ἀνθρώπῳ ὑπάρχει μετὰ τοῦ γένους, ἔσται σοι σῶος ὁ ὁρισμὸς ἄνθρωπον εἶναι λέγοντι ζῷον πεζὸν ὑπόπουν δίπουν. πόθεν δὲ ἡμῖν διελοῦσι τὸ γένος περιέσται γινώσκειν,2 εἴτε τὰς τῷ γένει προσεχεῖς διαφορὰς εἰλήφαμεν εἴτε μή; ὅταν αὐτὸ διαιρῶμεν, χρὴ σκοπεῖν τὰς ἀντικειμένας διαφοράς· καὶ εἰ μὲν ἅπαν διαιροῦσι τὸ γένος, ὡς μηδὲν ἔξω αὐτοῦ καταλείπεσθαι, αἱ προσεχεῖς αὐτῷ εἰσιν· εἰ δέ τι τοῦ γένους ἐκτός ἐστι τῶν εἰλημμένων διαφορῶν πασῶν τῶν ἀντιδιῃρημένων παρειλημμένων,3 δῆλον ὡς οὐχ αἱ προσεχεῖς ἐλήφθησαν, ἀλλὰ τῶν ὑπ’ αὐτό τινος αἱ ληφθεῖσαί εἰσι διαιρετικαί. τὸ γὰρ ζῷον διελόντες εἰς τὸ ὁλόπτερον καὶ σχιζόπτερον οὐ πᾶν περιλαμβάνομεν, εἰς δὲ τὸ πτηνὸν καὶ νηκτὸν καὶ πεζὸν οὐδὲν ἔξω αὐτοῦ καταλείπομεν. ὥστε ἐκεῖναι μὲν οὐ τοῦ ζῴου διαιρετικαὶ ἀλλὰ τῶν ὑπ’ αὐτό τινος, δηλονότι τοῦ πτηνοῦ, αἱ δὲ τοῦ ζῴου ὡς πᾶν αὐτὸ ἀνελλιπῶς διερχόμεναι.

“依据诸差异的划分是有用的。” 探求定义的进路就目前的需要而言已被充分传授。但既然柏拉图的学徒们将划分法确立为发现定义的必然方法,便有必要看一看划分法在哪些方面有所助益。那么,通过诸差异所作的诸属的划分,其展示方式并不以三段论的方式得出任何结论,而是把诸属作为无可争议的事实接受下来,在对立的诸差异中否定其一,并通过这一排除而引入与之对立的另一差异,正如在《前分析篇》中已经说过的,而且在本书中也是如此。然而,它们仅有助于收集那些自身属于眼前事物(即我们寻求赋予其定义的事物)的属性,存在的说明(逻各斯)即由这些属性构成。然而,这并不是以论证的方式,而是如前所述,使得看似来自划分的展示变成了这样一种性质:它一开始就直接假定了所有看似被展示的事物;以至于无论这些事物是在划分之前从一开始就被接受,还是确实在划分之后被接受,似乎都没有差别。但是,我们在划分中不遗漏任何东西、依序穿过中间各个阶段的下降,也对定义有不小的助益。因为由此我们能发现何者居先、何者居次,何者包含、何者被包含;这有利于我们对那些被用来合成定义的成分进行有序的排列。因为这样排列还是那样排列有着不小的差别,必须将更具包容性的置于前,将更狭小的置于后;否则,我们将说出不可理解的话来。因为设人的定义为“动物、温顺的、两足的”。这样排列而说,与颠倒顺序说成“两足的、动物、温顺的”,具有不小的差别;因为在“两足的”之后加上“动物”的人说出了某种不可理解的事情,提供了借口让人怀疑存在某种并非动物的两足之物。此外,还可以说出划分对定义有所贡献的另一件事:这就是在“何所是”中绝不遗漏任何事物,亦即充实定义的诸差异中的任何一项。因为按照适当的次序进行划分,我们将毫无遗漏地发现全部差异,定义将由它们合成;除了唯独通过划分,我们无法以其他方式成就此事。此事如何实现,通过例子将更为明晰。因为当取了居于诸差异之上的属(例如动物),而你准备划分它时,你不应当随意选取差异,而应当选取与此邻近的差异,并且依次类推,以这种方式你将毫无遗漏地发现在属的“何所是”中被述及的一切。而当你依循途径如此前进、到达最后的差异时,届时将所选取的成分与属结合起来,你就会拥有一个完备的定义。例如在探求人的定义时,你将取其邻近的属,这就是动物。你将把此划分为有翼的、水生的和陆生的;将陆生的划分为有足的和无足的,将有足的划分为两足的、四足的和多足的;这是最后的差异。在所发现的、凡属于人的成分与属结合起来之后,对你说人是“陆生的有足的两足动物”而言,定义将是完备的。但是,对于划分了属的我们而言,从何得以知晓我们所取的究竟是切近于属的差异还是不是呢?当我们划分它时,必须考察那些对立的差异;如果它们划分了整个属,以至于其中没有任何东西被遗留在外,那么它们就是切近于属的;但如果在采纳了所有互为对立划分的差异之后,该属仍有某物处于所取的诸差异之外,显而易见,所取的并非切近的差异,而是所取的差异乃属于其下某物的划分性差异。因为把动物划分为整翅的和裂翅的,我们并没有包含全部;但划分为有翼的、水生的和陆生的,我们就没有把其中任何东西遗留在外。因此,前者并非动物的划分性差异,而是其下某物(显然是有翼物)的差异,而后者则是动物的差异,因为它们完整且毫无遗漏地贯穿了整个动物。

语法注3 条
  1. 1.253ὡς εἶναι τὴν δοκοῦσαν δεῖξιν ἐκ τῆς διαιρέσεως γίνεσθαι τοιαύτην οἵαν καὶ εὐθὺς λαμβάνειν ἅπαντα τὰ δοκοῦντα δείκνυσθαι

    这是一个嵌套句式:表示结果的 ὡς 加带宾格主语的不定式结构(ὡς εἶναι τὴν ... δεῖξιν ... τοιαύτην)中嵌入了受 δοκοῦσαν 支配的不定式短语(ἐκ τῆς διαιρέσεως γίνεσθαι),随后又接续了与 τοιαύτην 相关的 οἵαν 加不定式结构(οἵαν ... λαμβάνειν)。它表达了具有批判性的结果,即看似出自划分法的展示变成了从一开始就假定所有看似被展示之物的性质。

  2. 1.253πόθεν δὲ ἡμῖν διελοῦσι τὸ γένος περιέσται γινώσκειν

    这是一个疑问句结构:非人称动词 περιέσται(“留给……/使……有可能”)支配与格成分 ἡμῖν διελοῦσι(“对于划分了属的我们而言”)以及作为主语的不定式 γινώσκειν(“知晓”),随后引出间接疑问从句 εἴτε... εἴτε μή。疑问副词 πόθεν 被置于句首以示强调。

  3. 1.253τῶν εἰλημμένων διαφορῶν πασῶν τῶν ἀντιδιῃρημένων παρειλημμένων

    τῶν εἰλημμένων διαφορῶν(“所取的诸差异”)受前文 ἐκτός ἐστι 支配,其后接属格绝对结构 πασῶν τῶν ἀντιδιῃρημένων παρειλημμένων,承载着让步的含义(“即便所有互相对立划分的差异皆已被采纳”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:196.17-197.35