- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:195.7-196.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
为解决关于属与种、种与个别事物之间整体与部分关系的疑难,欧斯特拉提乌斯区分了事实层面的构成与逻辑/概念上的整体关系,并运用整体的三重区分(先于部分的、由部分构成的、在部分之中的)阐释了属和种在何种意义上作为整体和部分而存在。
δοκεῖ γὰρ ἀνάπαλιν· ἐκ γένους γὰρ τὸ εἶδος καὶ τῶν διαφορῶν, καὶ ἵνα εἶδος συσταίη, δεῖ συνδραμεῖν ἀλλήλοις γένος τε καὶ διαφοράς. καὶ ὡς ὁ λόγος ὁ τὸ τί ἦν εἶναι δηλῶν ἐκ τῶν ἁπλῶν σύγκειται φωνῶν, αἳ τὸ γένος δηλοῦσι καὶ τὰς διαφοράς, οὕτω τὸ ὑπὸ τοῦ λόγου σημαινόμενον εἶδος ἐκ τῶν ὑπὸ τῶν ἁπλῶν ἐκείνων φωνῶν. καὶ ἐνταῦθα μὲν τὰ ἁπλᾶ συνιόντα πρὸς ἄλληλα ἀποτελοῦσι τὸ σύνθετον, ἀλλ’ οὐχὶ καὶ τὰ εἴδη τὸ γένος· οὐ γὰρ ἐξ ἀνθρώπου καὶ βοὸς καὶ ἵππου καὶ τῶν ὑπὸ τὸ ζῷον εἰδῶν ἁπλῶς ἀλλήλοις συνερχομένων τὸ ζῷον συνίσταται. ἢ ἐκεῖ μὲν πραγματικῶς ἐκ τοῦ γένους τε καὶ τῶν διαφορῶν τὰ εἴδη συνίσταται,1 ὡς καὶ τὰ καθ’ ἕκαστα ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης, λογικῶς δ’ αὖθις καὶ κατὰ ἔννοιαν τό τε εἶδος2 ὅλον3 τῶν καθ’ ἕκαστα, καὶ τὸ γένος τῶν εἰδῶν, καὶ τρόπον τινὰ τὸ εἶδος ἐκ τῶν καθ’ ἕκαστα καὶ τὸ γένος ἐκ τῶν εἰδῶν. ὡς γὰρ τὸ ἐκ μερῶν ὅλον ἐν τοῖς μέρεσι τεθεώρηται, οὕτω τὸ γένος ἐν τοῖς εἴδεσι, καὶ τὸ εἶδος ἐν τοῖς ἀτόμοις, εἰ καὶ μὴ ὡς τὰ μέρη τῶν καθ’ ἕκαστα, οὕτως ἔχει τὸ εἶναι μέρη τῶν εἰδῶν τὰ καθ’ ἕκαστα, καὶ τὰ εἴδη τῶν γενῶν. ἕκαστον γὰρ τῶν μερῶν τῶν καθ’ ἕκαστα οὐκ ἐπιδέχεται ἐξ ἀνάγκης τὸν τοῦ ὅλου λόγον καὶ τοὔνομα, τὰ δὲ ἄτομα τῶν εἰδῶν καὶ τὰ εἴδη τῶν γενῶν ἐξ ἀνάγκης ἐπιδέχονται τοὺς λόγους καὶ τὰ ὀνόματα ὡς μετεχομένης καὶ τῆς ὁλότητος. ἔτι δὲ ὡς τὸ ὅλον συναγωγὸν τῶν μερῶν, οὕτω τὸ γένος τῶν εἰδῶν καὶ τὸ εἶδος τῶν καθ’ ἕκαστα. λέγεται δὲ καὶ τὸ ὅλον τριχῶς, ἢ ὡς πρὸ τῶν μερῶν ἢ ὡς ἐκ τῶν μερῶν ἢ ὡς ἐν τῷ μέρει. αἱ μὲν οὖν πρὸ τῶν μερῶν ὁλότητες, ὡς οἱ περὶ Πλάτωνα λέγουσιν, αἱ ἀρχικαὶ μονάδες εἰσίν, ἐξ ὧν ἑκάστης ὁ σύστοιχος αὐτῇ ἀριθμὸς ἀπογεννᾶται, μονάδος μὲν οὔσης αὐτῆς ἀμεθέκτου, πολλῶν δ’ ἐξ αὐτῆς κατὰ πρόοδον γεννωμένων, αἳ καὶ μέρη ἐκείνης λέγονται, ὡς ἐκείνης μὲν οὔσης αἰτίας πρὸ αὐτῶν, τούτων δὲ πασῶν μεριζομένων τὴν ἐξ αὐτῆς ὕπαρξιν διὰ τὸ εἰς πλῆθος ἐκτείνεσθαι, καὶ πασῶν ἀναφερομένων εἰς ἐκείνην ὡς εἰς μοναδικήν τε καὶ ἀρχικὴν καὶ ὑπερκειμένην τῶν ἐξ αὐτῆς. τὸ δὲ ἐκ πάντων ἄθροισμα ὅλον ἐστὶν ὡς ἐκ μερῶν τῶν κατὰ μέρος τούτων μονάδων συντεθειμένον. ἑκάστη δὲ τῶν μονάδων τούτων, ἐξ ὧν τὸ πλῆθος, ὅλον ἐν τῷ μέρει ἐστίν· ὁ γάρ τις ἄνθρωπος, μέρος ὢν τοῦ ἁπλῶς ἀνθρώπου, ὅλον ἐν ἑαυτῷ καὶ ἀνελλιπῆ τὸν ἐκείνου περιφέρει λόγον, καὶ ὅλον ἐν τῷ μέρει ἐστὶν ὡς ἐν τῷ μέρει τοῦ ὅλου ὅλον ἔχων τὸ ὅλον κατὰ τὸν λόγον. τὸ δὲ εἶδος ὅλον ὡς ἐκ μερῶν τῶν ὑπ’ αὐτὸ συγκείμενον, καὶ τὸ γένος αὖθις ἐκ τῶν εἰδῶν· ὡς εἰ εἶδος ἐπιλείπει, κολοβοῦσθαι τὸ ὡς γένος ὅλον, καὶ εἰ τῶν καθ’ ἕκαστά τι, κολοβοῦσθαι τὸ ὡς εἶδος ὅλον οὐ κατὰ τοὺς οἰκείους λόγους (οὐ γὰρ καθὸ οὐσία ἔμψυχος αἰσθητικὴ τὸ ζῷον κολοβωθήσεται, εἰ ἵππος ἐπιλείποι ἢ βοῦς ἤ τι τῶν ὑπ’ αὐτὸ εἰδῶν ἕτερον, ὥσπερ οὐδὲ ᾗ ζῷον πεζὸν δίπουν ὁ ἄνθρωπος, Σωκράτους ἐπιλείποντος ἢ Πλάτωνος), ἀλλ’ ἐπεὶ τὰ οὕτω καθόλου ὡς ἐννοηματικὰ ἐν τούτῳ ἔχει τὸ εἶναι καὶ ἐνεργεῖν, ἐν τῷ περιέχειν τὰ ὑπ’ αὐτὸ καὶ κατηγορεῖσθαι αὐτῶν, εἴ τι ἐπιλείποι τῶν ὑπ’ αὐτά, κεκολόβωται κατὰ τὸ λεῖψαν, ἐκεῖνο μὴ περιέχοντα μήτε μὴν ἐκείνου κατηγορούμενα. λέγονται δὲ τὰ τοιαῦτα ὅλα καὶ ἐν τοῖς μέρεσιν ὡς ἐν τοῖς ὑπ’ αὐτὰ θεωρούμενα ὅλα κατὰ τοὺς οἰκείους αὐτῶν λόγους· οὐ γὰρ ὡς ποὺς ἢ χείρ, οὕτω τὸ γένος ὅλον πρὸς τὸ εἶδος, ἢ τὸ εἶδος πρὸς τὰ καθ’ ἕκαστα, ἀλλ’ ὡς ὅλων ἑαυτῶν μεταδιδόντα τοῖς ὑπ’ αὐτὰ καὶ ὅλα ἐν αὐτοῖς θεωρούμενα.
因为情况似乎恰恰相反:种是由属和诸差异构成的,为了使种得以成立,属与诸差异必须相互汇聚。正如揭示本质的说明(逻各斯)是由揭示属和差异的单纯言词构成的,由该说明所指示的种也是由那些单纯言词所指示的事物构成的。在那种情况下,单纯的事物相互汇聚构成了复合的事物,但诸种却并不以同样的方式构成属;因为动物并不是由人、牛、马以及动物之下的诸种单纯地相互汇聚而构成的。或者说,在前者那里,在事实层面,诸种是由属与诸差异构成的,正如个别事物是由种与质料构成的一样;但反过来在逻辑上且依概念而言,种是个别事物的整体,属是诸种的整体,并且在某种方式上种是由个别事物构成的,属是由诸种构成的。因为正如由诸部分构成的整体是在诸部分中被考察的一样,属也是在诸种中被考察的,种是在不可分的事物中被考察的,尽管个别事物作为种的部分、以及种作为属的部分的存在方式,并不等同于个别事物的各个部分的存在方式。因为个别事物的各个部分并不必然接受整体的说明(逻各斯)和名称,但诸种的不可分事物以及诸属的诸种则由于其整体性亦被分有,而必然接受那些说明和名称。再者,正如整体是诸部分的聚集者,属也是诸种的聚集者,种是个别事物的聚集者。并且整体也可以从三方面来言说:要么是作为先于诸部分的,要么是作为由诸部分构成的,要么是作为在部分之中的。先于诸部分的诸整体,正如柏拉图的学徒们所说,是那些本原的单子,同列的数即由它们各自产生;单子自身是不可分有的,但依据发散从它产生了多数,这些多数也被称为它的部分,因为那个单子是先于它们的原因,而所有这些事物则由于扩展到多数性中而分割了来自它的存在,并全都归向它,将它视为单一的、本原的、超越于来自它的诸事物之上的原则。而由所有事物构成的集合体,则是作为由诸部分(即由这些个别的单子)合成的整体。产生多数性的这些单子中的每一个,都是在部分之中的整体;因为某一个具体的人虽然是端纯的人的一部分,却在自身之内完整且毫无欠缺地承载着后者的说明(逻各斯),并且是在部分之中的整体,如同在整体的部分之中依说明完整地拥有着整体一样。而种则是作为由其下的诸部分构成的整体,属反过来也是由诸种构成的整体;这表现在,如果某个种缺失,作为属的整体就残缺了,如果某个个别事物缺失,作为种的整体就残缺了,但这并不是依它们固有的说明(逻各斯)而言的(因为如果马、牛或其下的某个其他种缺失,动物就其为有灵魂的感觉实体而言并不会残缺,正如苏格拉底或柏拉图缺失时,人就其为两足的陆生动物而言也不会残缺一样),而是因为在概念上如此这般的普遍事物,其存在与活动就在于此:在于包含其下的诸事物并述说到它们之上;如果其下的诸事物有任何缺失,由于不再包含那个事物、也不再述说到那个事物之上,它们就依那缺失之物而残缺了。这样的整体也被说成是在诸部分之中的,因为它们依其固有说明而在其下的诸事物之中作为整体被考察;因为属这个整体对于种、或者种对于个别事物,并不像足或手那样[作为部分存在],而是作为将它们自身的全部给予其下的诸事物、且在它们之中作为整体被考察的事物而存在的。
- 1.252ἢ ἐκεῖ μὲν πραγματικῶς ἐκ τοῦ γένους τε καὶ τῶν διαφορῶν τὰ εἴδη συνίσταται
小词 ἢ 引导对前文疑难的标准解答。副词短语 ἐκεῖ μὲν πραγματικῶς 指前文所述种由属和种差构成的事实层面(πραγματικῶς),后文则以 λογικῶς δ’ αὖθις καὶ κατὰ ἔννοιαν(在逻辑上且依概念而言)与之形成对比,表明在逻辑和概念层面上属作为种的整体、种作为个别事物的整体。
- 1.252οὐ γὰρ ὡς ποὺς ἢ χείρ, οὕτω τὸ γένος ὅλον πρὸς τὸ εἶδος
此句包含省略:前半句省略了动词如 μέρη ἐστίν 或 ἔχει(“因为属这个整体对于种……并不像足或手那样[作为部分存在]”);后半句 ἀλλ’ ὡς ὅλων ἑαυτῶν μεταδιδόντα... 则以中性复数分词与前句的主语 τὰ τοιαῦτα ὅλα 呼应,正面阐释在部分之中的整体如何将其自身全部传达给其下之物。
- 1.252ὡς εἰ εἶδος ἐπιλείπει, κολοβοῦσθαι τὸ ὡς γένος ὅλον
结构 ὡς 搭配不定式 κολοβοῦσθαι,用以说明由部分构成的整体是在何种意义或方式上被理解的(“表现在……”)。在经过一段括号式的否定说明(οὐ γὰρ καθὸ...)后,由 ἀλλ’ ἐπεὶ... 接续,从包摄与述说的角度阐明为何部分缺失会导致整体残缺(κεκολόβωται)。
