← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§193.32-195.7

种的单纯性与附随事物的归属

厄斯特拉齐奥根据实体论及种的三重存在方式(在概念中、普遍内在于同类中、在个体中自立),确证了亚里士多德关于附随事物自身属于作为单纯之物的种并通过种属于属的论点,并解答了定义的对象究竟是普遍还是个别事物的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.252#1

" Καὶ τοῖς ἁπλοῖς καθ’ αὑτὰ ὑπάρχειν τὰ συμβαίνοντα μόνοις, τοῖς δ’ ἄλλοις κατ’ ἐκεῖνα." Ἄλλη τις αὕτη αἰτία τοῦ εἰρημένου. λέγει δὲ ὅτι καὶ διὰ τοῦτο ἐκ τῶν ὁρισμῶν τῶν εἰδῶν τὰ καθ’ αὑτὰ τοῖς γένεσιν ὑπάρχοντα γνωρίζεται, διότι τὰ συμβαίνοντα τοῖς εἴδεσι καθ’ ἑαυτὰ ἔχει τὰ εἴδη, τοῖς δὲ γένεσι διὰ τὰ εἴδη ταῦτα ὑπάρχει. τοῦτο δὲ ἔοικε τῷ λεγομένῳ ἐν τῷ πρώτῳ τῷ Περὶ ψυχῆς “τὸ γὰρ ζῷον τὸ καθόλου ἢ οὐδέν ἐστιν ἢ ὕστερον”. τὰ γὰρ καθ’ ἕκαστα ἐνεργείᾳ ὄντα ταῦτά ἐστι καὶ κυρίως ὅπερ εἶναι λέγεται· τὰ δὲ καθόλου πάντα δυνάμει ὄντα δευτέρως ἔχει τὸ εἶναι. διὸ καὶ ἐν ταῖς οὐσίαις πρῶται οὐσίαι καὶ κυρίως καὶ μάλιστα τὰ καθ’ ἕκαστα ἐν Κατηγορίαις εἴρηται, δεύτεραι δὲ τὰ περιεκτικὰ τούτων εἴδη καὶ γένη πάντα· ὅμως ἐπεὶ μετ’ αὐτὰ εὐθὺς τὰ εἴδη ἐστί, πρῶτά τέ ἐστι τῶν γενῶν καὶ μᾶλλον τῶν γενῶν εἶναι λέγεται. τὸ δὲ γένος πόρρω ὂν τῶν καθ’ ἕκαστα, ἐννόημά πως εἶναι δοκεῖ ἀνυπόστατον, ἀμυδράν τινα ὁμοιότητα σῶζον πρὸς τὰ καθ’ ἕκαστα. καὶ τὸ μὲν εἶδος ἐκ προσεχοῦς ἀφαιρέσεως τῶν καθ’ ἕκαστα ἐννοούμενον ὁ λόγος ἐστὶν ὁ ἐν τούτοις ἐνθεωρούμενος, ὃς καθ’ ἑαυτὸν ληφθεὶς χωρὶς τῆς ὕλης ἐπινοεῖται· ὕλην δὲ προσλαβὼν εὐθύς ἐστι τὸ καθ’ ἕκαστον. οἷον ὁ τοῦ ἀνθρώπου λόγος τὸ ζῷον λογικὸν θνητὸν καθ’ ἑαυτὸν ἐννοούμενος ἅμα τῷ μετὰ ὕλης θεωρηθῆναι Σωκράτης ἐστὶν εὐθὺς ἢ Θεαίτητος ἢ Δίων ἢ ἄλλος τις, τῶν καθ’ ἕκαστον εὐθὺς αὐτῷ καὶ τῶν ὑλικῶν συμπτωμάτων ἐφεπομένων,1 οἷον μεγέθους, σχήματος, χρώματος καὶ τῶν τοιούτων ἰδιωμάτων. τὸ δὲ γένος οἷον τὸ ζῷον οὐ δύναται τοῦτο ἔχειν καθ’ ἑαυτό, εἰ μὴ καὶ τῶν εἰδῶν τι προσλήψοιτο· εἰ μὴ γὰρ αἱ τοῦ ἀνθρώπου ἢ αἱ τοῦ ἵππου ἢ τινος ἄλλου τῶν εἰδῶν ἰδιότητες αὐτῷ προσγένωνται, ἐν ὑποστάσει καὶ ἐνεργείᾳ γενέσθαι οὐ δύναται. διὰ τοῦτο καθ’ ἑαυτὸ λαμβανόμενον ἢ παντελῶς ἐστιν ἀνυπόστατον ἢ ὕστερον ὡς πόρρω ὂν τῶν καθ’ ἕκαστα. συμφώνως ἄρα κἀνταῦθα εἴρηκε καθ’ αὑτὰ εἶναι τοῖς εἴδεσι τὰ συμβαίνοντα, κατὰ τὰ εἴδη δὲ καὶ τοῖς γένεσιν, ὁπότε καὶ αὐτὰ τὰ ἄτομα εἴδη καθ’ ἑαυτὰ ψιλῶς θεωρούμενα ἀνυπόστατά ἐστιν· οὐ γάρ που ὁ καθόλου ὑφέστηκεν ἄνθρωπος, ἢ ἐν τοῖς καθ’ ἕκαστα, καθ’ ἑαυτὸν δ’ οὐδαμῶς. τριχῶς γὰρ εἶδος ἕκαστον λαμβάνεται. ἢ γὰρ κατὰ ψιλὴν ἔννοιαν χωρὶς τῶν καθ’ ἕκαστα ἢ ὡς ἐν πᾶσι τοῖς ὁμοειδέσι καθ’ ἕκαστα θεωρούμενον καὶ εἰς ἓν ἄγον αὐτά, ἢ ὡς συμβεβηκότα προσειληφὸς καὶ ἐν ἑνὶ τῶν καθ’ ἕκαστα ὁλικῶς ὑφιστάμενον, ἐν Σωκράτει τυχὸν ἢ Δίωνι. τὸ μὲν οὖν πρῶτον ἐξ ἀφαιρέσεώς τε λέγεται, καὶ καθ’ ἑαυτὸ ἐννοεῖται μέν, οὐχ ὑφίσταται δέ. τὸ δὲ δεύτερον ὑφίσταται μέν, ἀλλ’ οὐ καθ’ ἑαυτό, ἐν δὲ τῷ πλήθει τῶν καθ’ ἕκαστα τεθεώρηται ἀορίστως τὴν ἐν αὐτοῖς δεχόμενον ὕπαρξιν. τὸ δὲ τελευταῖον ὡρισμένως ὑπάρχει ἐν ὁτῳοῦν τῶν καθ’ ἕκαστον. Τίνων δ’ ἂν εἶεν οἱ ὁρισμοί, τῶν καθόλου ἢ τῶν καθ’ ἕκαστα; τῶν ἐννοηματικῶς λαμβανομένων ἢ τῶν ἐνεργείᾳ ὑφεστηκότων; εἰ μὲν τῶν καθ’ ἕκαστα,2 πῶς ὧν μὴ ἐπιστήμη ἐστί, τούτων ἔσται ὁρισμός;3 εἰ γὰρ ἔσται, ἕξει πέρας τὰ ἄπειρα, καὶ τὰ ἀόριστα ὁρισθήσεται. εἰ δὲ τῶν καθόλου καὶ κατὰ ἔννοιαν, πῶς ὁ τοῦ εἶναι δηλωτικὸς λόγος ἔσται τῶν μὴ ὄντων καθ’ ἑαυτά; ἢ τῶν καθόλου μὲν ἐπιστήμη πᾶσα, ἡ δὲ ταύτης ἐνέργεια καὶ προχείρισις προβαίνει εἰς τὰ καθ’ ἕκαστα. ἐννοηματικῶς μὲν οὖν λαμβάνειν τοὺς ὁρισμοὺς διὰ τὸ τοῦ λόγου καὶ τῆς ἐπιστήμης ταὐτόν τε καὶ ἀμετάπτωτον, οὐδὲν ἄτοπον, θεωρεῖν δέ γε τὴν τούτων ἐνέργειαν οὐκ ἔστιν ἐν ἄλλοις ἢ τοῖς καθ’ ἕκαστα. ἔχει δὲ ἀπορίαν, πῶς ποτε τὸ γένος ὅλον τῶν εἰδῶν καὶ ἐκ τῶν εἰδῶν συγκείμενον εἴρηται, ἁπλᾶ δὲ τὰ εἴδη καὶ τῶν γενῶν μέρη.

“并且附随的事物唯独自身属于单纯的事物,而对于其他事物,则是依据那些事物而属于。” 这是所说之事的又一个原因。他是说,也是由于这个原因,自身属于属的事物从诸种的定义中被认识,因为种自身拥有附随于种的事物,而对于属,这些事物是通过种而属于的。这类似于在《论灵魂》第一卷中所说的:“因为普遍的动物要么什么都不是,要么是后于的。”因为现实中存在的个别事物才是这些事物,且是本原意义上被称为存在的事物;而所有普遍事物由于潜在地存在,便第二位地拥有存在。因此在实体之中,《范畴篇》中将个别事物称为第一实体,且严格和最为首要地被称为实体,而所有包含它们的种和属则被称为第二实体;然而,由于种紧随个别事物之后,所以种先于属,且被说成比属更具有存在。而属由于远离个别事物,似乎在某种程度上是一个不具自立存在的概念,仅对个别事物保留着微弱的相似性。种是从个别事物的直接抽象中被思念的,是在这些个别事物中被考察的说明(逻各斯),它自身被把握时是不带质料而被构想的;而一旦接收了质料,它立刻就是个别事物。例如,人的说明“有理性的会死的动物”就其自身被构想时,一旦与质料一起被考察,立刻就是苏格拉底、泰阿泰德、狄翁或某个其他人,个别的事物以及质料的偶性,如大小、形状、颜色及此类固有属性立刻伴随着它。而像动物这样的属,若不进而接收种之中的某种,就无法自身拥有这一点;因为除非人或马或某种其他种的属性附加于它,它就无法在自立和现实中生成。由于这个缘故,属就其自身被把握时,要么完全不具自立存在,要么作为远离个别事物的事物而是后于的。因此,他在本篇中也一致地说道:附随的事物自身属于种,而依据种属于属,因为即便是不可分的种自身,若纯粹就其自身被考察,也是不具自立存在的;因为普遍的人绝不在任何地方自立存在,除非是在个别事物中,而绝不能就其自身存在。因为每一个种都可以从三方面来把握:要么是在脱离个别事物的纯粹构想中,要么是在所有同种的个别事物中被考察并将其归结为一,要么是接收了偶性并在个别事物之一中(比如在苏格拉底或狄翁中)作为整体而自立。第一种是通过抽象而被言说的,它虽就其自身被构想,却并不自立存在。第二种确实自立存在,但并非就其自身,而是在个别事物的众多性中被考察,在它们之中不定地接受存在。最后一种则确定地存在于任何一个具体的个别事物中。然而,定义应当属于什么事物呢?是属于普遍事物还是个别事物?是属于在概念上被把握的事物,还是属于在现实中自立存在的事物?如果是属于个别事物,对于没有学知的事物,又怎么会有其定义呢?因为若有定义,无限的事物就将拥有界限,不定的事物也将被限定。但如果是属于普遍的且依思念而存在的事物,揭示存在的说明(逻各斯)又怎么会属于自身不存在的事物呢?或者说,一切学知都是关于普遍事物的,但这种学知的现实化和运用则进而落实到个别事物。因此,由于说明与学知的同一性和不可变性,在概念上把握定义并没有任何荒谬之处,但考察它们的现实化则不可能在个别事物之外的其他事物中进行。然而这里有一个难问:究竟属如何被说成是种的整体且由种合成,而种又是单纯的事物且是属的部分。

语法注3 条
  1. 1.252τῶν καθ’ ἕκαστον εὐθὺς αὐτῷ καὶ τῶν ὑλικῶν συμπτωμάτων ἐφεπομένων

    属格独立结构。主语是由 καί 连接的“个别的事物(τῶν καθ’ ἕκαστον)与质料的偶性(τῶν ὑλικῶν συμπτωμάτων)”,分词 ἐφεπομένων 作谓语。与格代词 αὐτῷ 指代主句中人的说明(ὁ τοῦ ἀνθρώπου λόγος)。

  2. 1.252ἐννοηματικῶς μὲν οὖν λαμβάνειν τοὺς ὁρισμοὺς διὰ τὸ τοῦ λόγου καὶ τῆς ἐπιστήμης ταὐτόν τε καὶ ἀμετάπτωτον, οὐδὲν ἄτοπον, θεωρεῖν δέ γε τὴν τούτων ἐνέργειαν οὐκ ἔστιν ἐν ἄλλοις ἢ τοῖς καθ’ ἕκαστα.

    前半句中,不定式短语 λαμβάνειν... 充当谓词 οὐδὲν ἄτοπον [ἐστί] 的主语。后半句的 οὐκ ἔστιν 为非人称用法,意为“不可能/无法”,支配补充不定式 θεωρεῖν。通过 μέν...δέ 结构将定义在概念上的合理性与其实际运用仅限于个别事物进行了对比。

  3. 1.252πῶς ὧν μὴ ἐπιστήμη ἐστί, τούτων ἔσται ὁρισμός;

    倒置结构,关系从句 ὧν μὴ ἐπιστήμη ἐστί 置于其指示代词先行词 τούτων 之前。否定词 μή 用于表达泛指或假设性条件(“凡是没有学知的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:193.32-195.7