- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:192.8-193.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉修阐释了定义属的步骤:从最特殊的诸种之定义中提取共同要素,并将其与最高范畴相结合(以线的定义为例),并探讨了为何种构成作为复合之物的属的认识与生成的原理。
" Μετὰ δὲ ταῦτα λαμβάνοντα τί τὸ γένος." Ἐπειδή, φησί, πᾶς ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν σύγκειται, μετὰ τὸ διελεῖν τὸ γένος εἰς τὰ ὑπ’ αὐτὸ εἰδικώτατα προϊόντας εἰς τὸ τοῦτο ὁρίσασθαι δεῖ ἀνατρέχειν1 ἐπὶ τὸ γένος ἤτοι τὴν κατηγορίαν ὑφ’ ἣν ἀνάγεται τὸ προκείμενον, καὶ ζητεῖν εἰ ποσόν ἐστιν ἢ ποιὸν ἢ ἄλλο τι τῶν δέκα πρώτων ἀρχῶν, καὶ τοῦτο λαβόντα κοινὸν ὂν πᾶσι τοῖς ὑπ’ αὐτὸ ζητεῖν καὶ τὰς ἰδίας διαφορὰς τοῦ προκειμένου, ἃς πάθη ὠνόμασε διὰ τὸ ἐοικυίας πάθεσι τὰς τῶν εἰδῶν συστατικὰς διαφορὰς τοῖς γένεσιν ἐπιγίνεσθαι καὶ τὰ εἴδη μετ’ αὐτῶν συμπληροῦν.2 τὰ δὲ ἴδια τῶν γενῶν πάθη, τουτέστι τὰ καθ’ αὑτὰ αὐτοῖς ὑπάρχοντα, πῶς ἂν εὕροιμεν ἄλλως ἢ διὰ τῶν κοινῶς ὑπαρχόντων τοῖς ὑπ’ αὐτὰ εἴδεσι; τὰ γὰρ ἰδίως τοῖς γένεσιν ὑπάρχοντα οὐκ ἂν ἄλλως γένοιτο εὑρεῖν ἢ διὰ τοῦ θεωρεῖν τὰ κοινῶς τοῖς εἴδεσιν αὐτῶν ἐνυπάρχοντα. τὰ γὰρ κοινὰ τοῖς ὑπὸ τὸ γένος ἴδια τῷ γένει ὡς διὰ τὸ κοινὸν τοῖς τοῦ κοινοῦ μετέχουσιν ἐνυπάρχοντα. δεῖ δὴ πρῶτον ἐν τοῖς εἴδεσι ταῦτα θεωρεῖν, κἀκεῖθεν ἐκλεγομένους τῷ γενικωτάτῳ προστιθέναι αὐτά· καὶ οὕτως ἐκ τούτου κἀκείνων ὁ τοῦ προκειμένου γένους ὁρισμὸς εὑρεθήσεται συμπληρούμενος. οἷον εἰ γραμμὴ εἴη τὸ γένος τὸ εἰς τὸ ὁρισθῆναι προκείμενον, ταύτην δεῖ διελεῖν εἰς τὰ ὑπ’ αὐτὴν εἰδικώτατα, ἅτινά ἐστιν εὐθεῖα καὶ περιφερὴς καὶ ἕλιξ, εἶτα τὸ γένος λαβεῖν, εἰς ὃ ἀνάγεται ἡ γραμμή· τοῦτο δέ ἐστι τὸ ποσόν. μετὰ δὲ ταῦτα τοὺς τῶν εἰδῶν τούτων ὁρισμοὺς θεωρήσαντα ἰδεῖν τί τούτοις πᾶσι κοινὸν ἐν τοῖς ὁρισμοῖς ἔγκειται. οἷον τί ἐστιν εὐθεῖα γραμμή; μῆκος ἀπλατὲς οὗ τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ. τί ἐστι περιφερὴς γραμμή; μῆκος ἀπλατές, πρὸς ὅπερ ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς αὐτοῦ κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν· ἢ ἵνα εἴη κοινότερον, μῆκος ἀπλατές, οὗ τὰ μόρια ὑπ’ ἀλλήλων ἀνεπιπρόσθητα, ἢ ὅπως ἄλλως. τί κεκλασμένη γραμμή; μῆκος ἀπλατὲς ἐξ εὐθείας καὶ περιφεροῦς συγκείμενον. ἰδοὺ οὖν ἐν πᾶσι τοῖς τῶν εἰδῶν τούτων ὁρισμοῖς κοινὸν κεῖται τὸ μῆκος ἀπλατές· τοῦτο τῷ γενικωτάτῳ προσθέντες τὸν ὁρισμὸν τῆς γραμμῆς ἕξομεν ποσὸν μῆκος ἀπλατὲς τὴν γραμμὴν εἶναι λέγοντες.
“然而在这些事之后,应当把握属是什么。” 他说,因为一切定义都是由属和种差构成的,所以在将属划分为其下的最特殊之种后,进而在对其进行定义的人们必须追溯到所探讨的对象归属之下的属,即范畴,探求它是数量、性质还是十个第一原理中的其他某种;并且在把握了这一对它之下的所有事物都是共同的事物之后,还必须探求所探讨之对象的固有种差,他把这些种差称为性质,因为构成种的种差作为类似于性质的事物附随于属,并与它们一起补足种。然而,属的固有性质,也就是自身属于它们的事物,除了通过共同属于其下诸种的事物之外,我们又如何能发现呢?因为要发现固有地属于属的事物,除了通过观察共同内在于它们的种之中的事物之外,是不可能以其他方式做到的。因为属于属下之物的共同事物,作为通过共同事物而内在于分有该共同事物者之中的事物,是属所固有的。因此,首先必须在种之中考察这些事物,并且从那里选出它们附加到最高属之上;这样一来,从这一个和那些事物中,所探讨之属的定义就将被发现得以补足。例如,如果线是所探讨要被定义的属,就必须将它划分为其下的最特殊之种,即直线、圆周线和螺旋线,然后取线所归属之下的属;而这就是数量。在这之后,考察了这些种的定义后,必须看在这些定义中有什么对所有这些种都是共同的。例如,什么是直线?是中间部分遮蔽两端、没有宽度的长度。什么是圆周线?是从其内部所设的一点引向它的所有直线彼此相等的、没有宽度的长度;或者为了更具一般性,是各部分彼此不相遮蔽的、没有宽度的长度,或者无论以其他什么方式表述。什么是折线?是由直线和圆周线构成的、没有宽度的长度。看哪,在这些种的所有定义中,“没有宽度的长度”作为共同的内容被设定;把这一点附加到最高属上,我们就将拥有线的定义,即说线是“作为数量的没有宽度的长度”。
"Τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων." Συντιθέμενα τὰ γένη φησίν, ἄτομα δὲ τὰ εἰδικώτατα, ἃ οὐκ ἔστιν ἔτι εἰς εἴδη τεμεῖν. λέγει οὖν ἐκ τῶν εἰδῶν ὡς μερῶν τὰ γένη ὡς ὅλα συντίθεσθαι. τὰ οὖν συμβαίνοντα, φησί, τοῖς ὅλοις ἤτοι τοῖς γένεσι τοῖς ἐκ τῶν ἀτόμων εἰδῶν συντιθεμένοις, ἐκ τῶν μερῶν ἤτοι τῶν εἰδῶν ἔσται δῆλα. τοῦτο δὲ κατασκευαστικόν ἐστι τοῦ διὰ τῶν κοινῶν τοῖς εἴδεσι τὰ ἴδια τοῖς γένεσι καθ’ αὑτὰ ὑπάρχοντα θεωρεῖσθαι. τούτου δὲ αὖθις αἰτία τὸ πανταχοῦ τοὺς ὁρισμοὺς τῶν εἰδῶν ἀρχὰς καὶ αἰτίας εἶναι τοῖς γένεσι, καὶ τὰ ἁπλᾶ, τουτέστι τὰ εἴδη, αἴτια εἶναι τῆς συστάσεως ἢ γνωρίσεως τῶν γενῶν. ἅπαξ γὰρ μέρη τὰ εἴδη εἰπὼν τῶν γενῶν καὶ ἐκ τῶν εἰδῶν ὡς μερῶν τὰ γένη ὡς ὅλα συνίστασθαι, διὰ τέλους τοῦτο τηρεῖ, αἴτια τὰ εἴδη ὡς ἁπλούστερα τῶν γενῶν ὡς ἐξ αὐτῶν συγκειμένων παραδιδούς. πλειόνων δὲ τῶν εἰδῶν ὄντων τῶν ὑφ’ ἓν γένος ἀναγομένων, καὶ πλειόνων ὁρισμῶν λαμβανομένων εἰς γένους ἑνὸς χαρακτήρισιν, τὸν ἀριθμὸν οὗτος ἀντέστρεψε δι’ ἀσάφειαν, ἀρχὴν εἶναι τὸν ὁρισμὸν τοῦ εἴδους εἰπὼν πάντων τῶν γενῶν,3 τὸν μὲν ὁρισμὸν ἑνικῶς τὰ δὲ γένη πληθυντικῶς προσενέγκας διὰ τοῦ εἰπεῖν πάντων. σὺ δὲ οὕτω νόει ὅτι πανταχοῦ οἱ ὁρισμοὶ τῶν εἰδῶν ἀρχαί εἰσι καὶ αἰτίαι τοῖς γένεσι, καθὼς εἴρηται, καὶ τὰ ἁπλᾶ ἤτοι τὰ εἴδη γνωριστικὰ καὶ ἀπογεννητικὰ τῶν γενῶν ὡς μέρη ὅλων, ἢ καὶ ἐπὶ τὸ καθολικώτερον τὸν λόγον ἀνάγει, καὶ αἰτίαν κοινὴν ἀποδίδωσι τοῦ τὰ συμβαίνοντα τοῖς γένεσιν ἐκ τῶν ὁρισμῶν τῶν εἰδῶν δῆλα γίνεσθαι· ἡ δὲ αἰτία τὸ ἐπὶ πάντων ἀρχὴν εἶναι τὸν ὁρισμὸν καὶ τὸ ἁπλοῦν τῶν συνθέτων ἀρχήν. ἐπεὶ οὖν τὰ εἴδη καὶ ὁρισμοὶ καὶ ἁπλοῦν ἕκαστον αὐτῶν ὡς πρὸς τὸ γένος, διὰ τοῦτο καὶ τὰ εἴδη τοῦ γένους ἀρχαί. τί δὲ καὶ τὸ γένος; οὐ λόγος καὶ ὁρισμός; λόγος μὲν ἀλλ’ οὐχὶ καὶ ἁπλοῦν ὡς πρὸς τὸ εἶδος· τὸ δὲ εἶδος καὶ ὁρισμὸς καὶ ἁπλοῦν ὡς πρὸς τὸ γένος. διὰ τοῦτο καὶ τὸ εἶδος τοῦ γένους ἀρχή, ἀλλ’ οὐχὶ καὶ ἀνάπαλιν. ἢ καὶ τὸ γένος ὕλῃ ἀναλογοῦν ἔχει τὸ εἶδος ὡς ἀρχὴν δραστικὴν ἄγουσαν αὐτὸ πρὸς ἐνέργειαν.
“因为对于由不可分的事物合成的事物而言。” 他说,合成的事物是指属,不可分的事物是指不能再被划分为种的最特殊之种。因此他说,属作为整体是由作为部分的种合成的。那么,他说,附随于整体、即附随于由不可分的种合成的属的事物,将从部分即诸种中变得明显。而这是为了确证这一论点:通过诸种共同的事物,可以考察固有且自身属于属的事物。而这背后的原因又在于:在任何地方,诸种的定义都是属的原理和原因,而单纯的事物即诸种,则是属的构成或认识的原因。因为他一旦将诸种称为属的部分,并说属作为整体是由作为部分的种构成的,他就自始至终保持了这一说法,传授道:诸种由于更为单纯,是由它们所合成的属的原因。然而,虽然归属于一个属之下的种有多个,且为了表征一个属要取得多个定义,但他出于制造隐晦的目的颠倒了数,说种的定义是一切属的原理,用单数提出定义,却通过说“一切”用复数提出属。然而你应当这样理解:正如所说的那样,在任何地方诸种的定义都是属的原理和原因,单纯的事物即诸种作为整体的部分,能够使人认识并生成属;或者,他是将论证提升到了更具普遍性的层面,并为附随于属的事物从种的定义中显明这一事实提供了一个共同的原因;而该原因就是:在所有事物中定义都是原理,而单纯的事物是合成之物的原理。因此,既然诸种既是定义,且它们中的每一个相对于属而言都是单纯的事物,由于这个缘故,诸种也是属的原理。但属又是什么呢?难道不是说明(逻各斯)和定义吗?确实是说明,但相对于种而言并不是单纯的事物;而种相对于属而言既是定义又是单纯的事物。由于这个缘故,种也是属的原理,但反过来却不然。或者,属与质料相当,拥有种作为引导它走向现实的能动的原理。
- 1.250προϊόντας εἰς τὸ τοῦτο ὁρίσασθαι δεῖ ἀνατρέχειν
在非人称动词 δεῖ 所支配的不定式 ἀνατρέχειν 中,位于介词从句 μετὰ τὸ διελεῖν 之后的宾格分词 προϊόντας(阳性复数宾格)充当其逻辑主语,指代一般的探讨者。
- 1.250ἃς πάθη ὠνόμασε διὰ τὸ ἐοικυίας πάθεσι τὰς τῶν εἰδῶν συστατικὰς διαφορὰς τοῖς γένεσιν ἐπιγίνεσθαι καὶ τὰ εἴδη μετ’ αὐτῶν συμπληροῦν
在由 διὰ τό 引导的定冠词不定式结构中,宾格短语 τὰς τῶν εἰδῶν συστατικὰς διαφορὰς 作为不定式 ἐπιγίνεσθαι 和 συμπληροῦν 的逻辑主语,并受到分词短语 ἐοικυίας πάθεσι 的修饰。
- 1.251τὸν ἀριθμὸν οὗτος ἀντέστρεψε δι’ ἀσάφειαν, ἀρχὴν εἶναι τὸν ὁρισμὸν τοῦ εἴδους εἰπὼν πάντων τῶν γενῶν
这里的 τὸν ἀριθμόν 指语法的“数”(单复数)。厄斯特拉修指出,亚里士多德为了隐晦而倒置了单复数的对应关系:在一个属之下通常有多个种,但他却用单数说“种的定义”,用复数说“所有的属”(πάντων τῶν γενῶν)。
