- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:191.3-192.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌斯阐释了通过首先将整个属划分为“在种上不可分者”(最特殊的种)并由此获得属的定义的程序(96b15–17)。他解释了为何在从个别事物上升到普遍者的认识顺序中最特殊的种被称为“第一者”,并说明了将数划分为二和三这一范例的含义。
" Χρὴ δ’ ὅταν ὅλον τι πραγματεύηταί τις." Περὶ μὲν τοῦ εἴδους, φησίν, ὅπως περὶ αὐτοῦ θηρευτέον τὸν ὁρισμόν, ἤδη εἴρηται· ὅταν δὲ ὅλον τι πραγματεύηταί τις, τουτέστιν ὅταν γένους ὁρισμὸν ἀποδοῦναι προθῆται (τοῦτο γάρ ἐστι τὸ ὡς πρὸς τὸ εἶδος ὅλον· τὸ γὰρ γένος ὅλον εἶναι ἐμάθομεν, τὸ δὲ εἶδος καὶ ὅλον καὶ μέρος, τὸ δὲ ἄτομον μέρος) ὥσπερ οὖν ἐκεῖ τὰ μέρη σαφέστερα ὑπῆρχεν ἡμῖν, καὶ δι’ αὐτῶν εἰς τὸν ὁρισμὸν τοῦ ὅλου ἐποδηγούμεθα, οὕτω κἀνταῦθα τὰ εἴδη σαφέστερα τῶν γενῶν, ὡς εὐθὺς ὄντα μετὰ τὰ ἄτομα. ἐπεὶ καὶ ἐπὶ τῶν οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· εἰ γὰρ καὶ δεύτερα τῶν ἀτόμων πάντα τὰ καθόλου, ὡς δυνάμει πάντα καὶ μέχρις ἐννοίας, ᾗ καθόλου ἐστί, τὸ δ’ ἐνεργείᾳ εἶναι ἐν τοῖς καθ’ ἕκαστα λαμβανόμενα δέχεται, ἀλλὰ καὶ τὰ εἴδη τῶν γενῶν πρότερα,1 οὐ μόνον ὅτι αὐτοῖς ὑπόκειται καὶ ἀνάλογον ἔχει πρὸς ταῦτα ὡς πρὸς τὰ εἴδη τὰ ἄτομα, ἀλλ’ ὅτι καὶ ἐνεργέστερα τοῦ γένους τὰ εἴδη, τουτέστιν ἐγγύτερα τοῦ ἐνεργείᾳ εἶναι. ὅταν οὖν γένος τις ὁρίσασθαι προθῆται, ὅπερ ὅλον ἐστί, χρὴ διελεῖν αὐτὸ εἰς τὰ ἄτομα τῷ εἴδει. ἔστι γὰρ καὶ ἄτομα τῷ ἀριθμῷ, ἅ ἐστι τὰ καθ’ ἕκαστα· εἰπὼν οὖν ἄτομα ἐπήνεγκε τῷ εἴδει, ἀντιδιαστέλλων ταῦτα πρὸς τὰ καθ’ ἕκαστα, ὡς καὶ ἐν Κατηγορίαις πεποίηκε λέγων “ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ οὐδενὸς ὑποκειμένου λέγεται”. προσέθηκε δὲ τὰ πρῶτα ἐκ παραλλήλου λέγων τὸ αὐτὸ ‘ἄτομα τῷ εἴδει ἤτοι τὰ πρῶτα’. λέγεται δὲ πρῶτα, ὅτι ἐκ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου ἀνιοῦσι2 πρῶτα εὐθύς ἐστι τὰ εἰδικώτατα· τοῖς γὰρ ἐννοηματικοῖς καθόλου ἐκ τῶν καθ’ ἕκαστα ἡ γένεσις, καὶ εὐθὺς μετὰ τὰ καθ’ ἕκαστα τὰ ὡς εἰδικώτατα καθόλου ἐστὶ γινόμενα· ὥστε καὶ πρῶτα ἐν τοῖς καθόλου τὰ εἰδικώτατά ἐστι. καὶ ὅτι πάντων ὄντων εἰδῶν τῶν καθόλου, ταῦτα πρῶτα εἴδη· διὸ καὶ εἰδικώτατα λέγεται. ὅτι δὲ πάντα εἴδη τὰ καθόλου, δῆλον· οὐ γὰρ ἂν τῶν καθ’ ἕκαστα ἐν τῷ τί ἐστι κατηγορεῖτο. λόγοι γὰρ ἅπαντα ἐννοηματικοὶ τὰ τοιαῦτα· τὰ δὲ οὕτως ἔχοντα εἴδη, κἂν τὸ μεῖζον ἐν αὐτοῖς καὶ ὑπερκείμενον γένος ᾖ τοῦ ὑπ’ αὐτὸ καὶ ἐλάττονος.
“然而当有人探讨某个整体时,[应当……]。” 他说,关于种以及应当如何探求其定义,已经讲过了。然而当有人探讨某个整体时,也就是当有人打算给出属的定义时(因为相对于种而言,这正是整体;因为我们已经知道,属是整体,种既是整体又是部分,而不可分的个体是部分),正如在那里的情形中部分对我们而言更为清晰,且通过它们我们被引导至整体的定义,在这里亦同样如此,种比属更为清晰,因为它们紧随不可分的个体之后。因为在实体上,种也比属更具有实体的性质;因为即使所有普遍者都次于不可分的个体——由于只要它们是普遍者,它们就都是潜能地存在且止于概念,而现实的存在则是通过在个别事物中被把握而获得的——但种也先于属,不仅因为它们是属的基底,并且对属具有正如不可分个体对种那样的比例关系,而且因为种比属更具有现实性,也就是说更接近于现实存在。那么,每当有人打算定义作为整体的属时,他就应当将它划分为在种上不可分的事物。因为也存在着在数上不可分的事物,即个别事物;因此,他在说了“不可分的事物”之后加上了“在种上”,将这些事物与个别事物区别开来,正如他在《范畴篇》中所做的那样,他说:“概括地说,在数上不可分且为一的事物,不述说任何主体”。他又平行地加上了“第一者”,表达同样的意思:“在种上不可分的事物,即第一者”。它们被称为“第一者”,是因为对于从个别事物上升到普遍者的人们而言,最特殊的种直接就是第一位的;因为对于概念上的普遍者而言,其生成来自个别事物,紧随个别事物之后生成的,就是作为最特殊之种的普遍者;因此在普遍者中最特殊的种也是第一位的。并且因为虽然所有普遍者都是种,但这些是第一位的种;所以它们也被称为最特殊的种。而所有普遍者都是种,这一点是显然的;因为否则它们就不会在‘是什么’中述说个别事物。因为所有这类事物都是概念性的说明(逻各斯);而如此存在的事物就是种,即使它们之中较大且处于上位者对于其下较小者而言是属。
"Οἷον ἀριθμὸν εἰς τριάδα καὶ δυάδα." Τοῦτο παράδειγμά ἐστι πρὸς σαφήνειαν τοῦ πῶς χρὴ λαβόντας τὸ γένος διελεῖν εἰς τὰ ὑπ’ αὐτὸ εἰδικώτατα· γένος γὰρ ὁ ἀριθμός, ἡ δὲ τριὰς καὶ ἡ δυὰς εἴδη αὐτοῦ εἰδικώτατα.
“例如将数划分为三和二。” 这是为了清楚说明在取了属之后应当如何将其划分为其下的最特殊之种所举的范例;因为数是属,而三和二则是它的最特殊的种。
"Εἶθ’ οὕτως ἐκείνων ὁρισμοὺς πειρᾶσθαι λαμβάνειν." Εἰπὼν ὡς χρὴ ποιεῖν τὴν διαίρεσιν καὶ διὰ τοῦ παραδείγματος παραστήσας λέγει καὶ τὸ ἑξῆς, ὅτι μετὰ τὸ οὕτως διελεῖν ἔκτοτε δεῖ πειρᾶσθαι λαμβάνειν τοὺς ὁρισμοὺς τῶν γενῶν, ἀπὸ τῶν ὑπ’ αὐτὰ ποδηγουμένους εἰδῶν. τὰ δὲ ἑξῆς λεγόμενα οὐχ ὡς περὶ εἰδῶν δεῖ ὁμογενῶν δέχεσθαι, ἀλλὰ γραμμῆς μὲν εἴδη εὐθεῖαν καὶ κύκλον τίθεσθαι,3 γωνίας δὲ ὀρθὴν καὶ ὀξεῖαν καὶ ἀμβλεῖαν, εἰ καὶ οὗτος συγχέας ἐπίτηδες ἀσάφειαν ἐνεποίησε.
“然后以这种方式尝试获取那些事物的定义。” 在说明了应当如何进行划分并通过范例阐明之后,他又接着说明:在如此划分之后,应当从那时起尝试获取属的定义,由其下的种所引导。接下来说的内容不应当被理解为是关于同属之种的,而是应当将直线和圆设为线的种,将直角、锐角和钝角设为角的种,即使他混淆了它们从而故意造成了不清晰。
- 1.247εἰ γὰρ καὶ δεύτερα τῶν ἀτόμων πάντα τὰ καθόλου ... ἀλλὰ καὶ τὰ εἴδη τῶν γενῶν πρότερα
这是一个由 εἰ καί 引导的让步从句与主句(ἀλλά)构成的对比对应结构。让步从句中插入了由 ὡς 引导的解释性分句(ὡς δυνάμει πάντα... δέχεται),使得主句的 ἀλλὰ καί(即便……然而……亦)与前半部分的呼应关系产生离隔。该句让步承认所有普遍者相对于不可分个体而言都是次级的(δεύτερα),而在主句中强调种相对于属而言却是先在的(πρότερα)。
- 1.247ἐκ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου ἀνιοῦσι
与格分词 ἀνιοῦσι 作关联与格或判断者与格(dativus relationis / iudicantis),指认知的主体,意为“对于从个别事物上升到普遍者的人们而言(最特殊的种直接就是第一位的)”。
- 1.249τὰ δὲ ἑξῆς λεγόμενα οὐχ ὡς περὶ εἰδῶν δεῖ ὁμογενῶν δέχεσθαι, ἀλλὰ γραμμῆς μὲν εἴδη εὐθεῖαν καὶ κύκλον τίθεσθαι
非人称动词 δεῖ 统辖两个并列的不定式(δέχεσθαι 与 τίθεσθαι)。前半部分中 τὰ δὲ ἑξῆς λεγόμενα 作 δέχεσθαι 的受词/受格主语(“不应将接下来说的内容理解为……”);ἀλλά 之后,εἴδη 作 τίθεσθαι 的宾补述格,εὐθεῖαν καὶ κύκλον 为其宾格受词(“而是应当将直线和圆设为线的种”)。
