← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§190.1-191.2

属的可定义性及通过最特殊种获得定义

欧斯特拉提乌斯阐明,随着亚里士多德从最特殊的种转向定义作为整体的中间属,个别事物与最高属均不可被定义,并解释了如何通过将属划分为最特殊的种、并从中提取共通的本质属性来获得属的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.246

" Χρὴ δ’ ὅταν ὅλον τι πραγματεύηται." Τὰ περὶ τῆς διαιρέσεως τοῦ ὁρισμοῦ παραδεδομένα μέχρι τοῦ νῦν τοῖς εἰδικωτάτοις ἐφήρμοσεν εἴδεσιν, ὡς δῆλόν ἐστιν ἔκ τε τῆς τριάδος, ἥτις παράδειγμα εἴληπται εἰδικώτατον εἶδος οὖσα τοῦ ἀριθμοῦ, καὶ ἐξ ὧν ἐκ τῶν καθ’ ἕκαστα τὸν ὁρισμὸν τοῦ καθόλου ἐπιστωσάμεθα· τὸ γὰρ προσεχῶς τὰ καθ’ ἕκαστα περιέχον τὸ εἶδος ὑπάρχει τὸ εἰδικώτατον. ἐπεὶ δὲ τὰ ὁριστὰ τὰ εἰδικώτατά ἐστι καὶ τὰ ὑπάλληλα, μήτε τῶν καθ’ ἕκαστα μήτε τῶν γενικωτάτων ὁριζομένων, τῶν μὲν ὅτι1 μὴ ἔχει γένος αὐτῶν ἐπέκεινα, τῶν δ’ ὅτι μήτε ὑπὸ γένους προσεχῶς περιέχεται, ἀλλὰ διὰ μέσων εἰδῶν, μήτε μὴν ἔστιν ἀεὶ τὰ αὐτά, ἵνα καὶ ἐπιστήμῃ ὑποβάλλεσθαι δύνηται, κἂν ᾖ ἴσως, οὐκ ἔχει ἴδιον ὁρισμὸν διὰ τὸ κοινὸν εἶναι τὸν ἀποδιδόμενον οὐσιώδη λόγον τοῖς ὁμοειδέσιν ἅπασι, κἂν τῶν μοναδικῶν ᾖ τι, οὕτως ὁ περὶ αὐτοῦ ὁρισμὸς ἀποδίδοται, ὡς κἂν πλείω ὑπῆρχον, πᾶσιν ἁρμόζειν, εἰπόντες οὖν πῶς ἐπὶ τῶν εἰδικωτάτων θηρευτέον τὸν ὅρον, λέγωμεν ἤδη,2 πῶς τοῦτο καὶ ἐπὶ τῶν ὑπαλλήλων γενήσεται. ὅταν δή τις τοιοῦτο γένος πραγματεύσασθαι προθῆται, τὸν ὁρισμὸν αὐτοῦ βουληθεὶς ἐφευρεῖν, ἐπειδὴ τὸ γένος ὅλον ἐστὶ τῶν εἰδῶν, χρὴ αὐτὸν διελεῖν εἰς τὰ μέρη τὸ προτεθέν, τουτέστιν εἰς τὰ εἰδικώτατα, ἅπερ καὶ ἄτομά ἐστι διὰ τὸ μὴ εἰς εἴδη τέμνεσθαι δύνασθαι, καὶ πρῶτα ἐν τοῖς καθόλου διὰ τὸ ταῦτα πρῶτον τὴν ἐκ τῶν καθ’ ἕκαστα δέχεσθαι κατὰ τὴν ἡμετέραν ἔννοιαν σύστασιν, καὶ θεωρεῖν τὰ ἴδια πάθη τοῦ γένους, τουτέστι τὰ καθ’ αὑτὸ ἰδίως τῷ γένει ὑπάρχοντα, ἀπὸ τῶν κοινῶς πᾶσιν ἐνθεωρουμένων τοῖς εἴδεσι. τὰ γὰρ ἴδια τοῦ γένους κοινὰ τῶν ὑπ’ αὐτὸ εἰδῶν ἁπάντων ἐστί. τὰ γὰρ συμβαίνοντα τοῖς γένεσιν, ἅπερ ὡς ὅλα ἐκ τῶν εἰδῶν ὡς ἐκ μερῶν σύγκειται, ἐκ τῶν ὁρισμῶν τῶν εἰδῶν δῆλα γίνεται· οἷον γὰρ ἀρχαί εἰσι τοῦ γένους οἱ ὁρισμοὶ τῶν εἰδῶν, ἐπειδὴ καὶ ἁπλοῦν ὡς πρὸς τὸ γένος τὸ εἶδος καὶ ἐκ τῶν εἰδῶν ἔοικε τὸ γένος συγκεῖσθαι, μερῶν ὄντων αὐτοῦ ὅλου ὄντος, ὥσπερ καὶ τὸ εἶδος τῶν ἀτόμων ὅλον ἐστὶ καὶ ἐξ ἐκείνων λαμβάνει τὴν σύστασιν. καὶ ὃν λόγον ἔχει πρὸς τὸ εἶδος τὰ ἄτομα, τὸν αὐτὸν τὰ εἴδη πρὸς τὸ γένος. καὶ ὥσπερ ἐκεῖ ἐκ τῶν ἀτόμων ὁ τοῦ εἴδους ὁρισμὸς ὅτι ὁρισμὸς αὐτοῦ ἐστιν ἐγνωρίζετο, τὰ κοινῶς ὑπάρχοντα πᾶσι καὶ ἐν τῷ τί ἐστι λεγόμενα κατὰ πάντων λαμβανόντων ἡμῶν, οὕτω κἀνταῦθα τὰ κοινῶς πᾶσι τοῖς ὁμογενέσιν εἴδεσιν ἐνυπάρχοντα οὐσιώδη καὶ ἐν τῷ τί ἐστι τοῦ γένους ταῦθ’ ὁρισμὸς ἂν εἴη. καὶ ὥσπερ ἐκείνων ἁπλῶν ὄντων ὡς πρὸς τὰ εἴδη τὰ ὑπάρχοντα πᾶσιν ἐκείνοις μὲν καθ’ αὑτὰ ὑπῆρχε, δι’ ἐκεῖνα δὲ καὶ τῷ εἴδει, οὕτω κἀνταῦθα τὰ πᾶσι κοινῶς τοῖς εἰδικωτάτοις ὑπάρχοντα, ἁπλοῖς οὖσιν ὡς πρὸς τὸ ὅλον γένος ἅτε καὶ μέρεσιν αὐτοῦ, καθ’ αὑτὰ ὑπάρχει, διὰ δὲ ταῦτα καὶ τῷ γένει.

“然而当有人探讨某个整体时,[应当……]。” 迄今为止所传授的关于定义的划分的内容,他都适用于最特殊的种,这无论从三(它作为数的最特殊的种被作为范例)来看,还是从我们依据个别事物确证普遍者的定义所凭借的那些论据来看,都是清楚的;因为直接包含个别事物的种就是最特殊的种。但既然可被定义的事物是最特殊的种以及中间的从属类(从属的种和属),而既非个别事物亦非最普遍的属可被定义——后者是因为在它们之外不再有属,而前者是因为它们并非直接被属包含,而是通过中间的种被包含,而且它们并非始终如一以致能够隶属于科学知识,即使或许是这样,由于给出的本质说明(逻各斯)对于所有同种的事物是共通的,它们也没有自身独有的定义,即使它是独一无二的事物之一,关于它的定义也是以这样一种方式被给出的,即即使存在更多的个体,它也会适合于所有个体——因此,既然已经说明了应当如何在最特殊的种上探求定义,现在就让我们来讨论这在中间的事物上又将如何实现。那么,每当有人打算探讨这样一个属并希望找出它的定义时,既然属是诸种的整体,他就应当将所提出的课题划分为各个部分,也就是划分为最特殊的种——由于不能再被切分为种,它们也是不可分者,并且在普遍者中居于第一位,因为按照我们的概念,它们最先从个别事物中接受其构成——并从所有种中被共通观察到的属性出发,去考察属的特有性质,也就是就属自身而言特有地属于属的属性。因为属的特有属性对于其下的所有种而言都是共通的。因为属于诸属的偶性(诸属作为整体是由作为部分的诸种组成的),正是从诸种的定义中显明出来的;因为诸种的定义对于属而言犹如原理,既然种相对于属而言是单纯的,且属看起来是由诸种构成的,诸种是其部分,而属是整体,正如种也是诸不可分个体的整体并从它们获得其构成一样。并且,不可分的个体对种具有何种比例,诸种对属也具有完全相同的比例。正如在那里的情形中,通过我们把握共通地属于所有个体且在所有个体的‘是什么’中被述说的属性,种的定义得以从不可分的个体中被认识到它是种的定义,在这里亦同样如此,共通地内在属于所有同属的种的本质属性,且在属的‘是什么’中的这些属性,就将是其定义。并且正如由于那些个体相对于诸种是单纯的,属于所有个体的属性就其自身而言属于它们,而通过它们也属于种;在这里亦同样如此,共通地属于所有最特殊的种的属性(最特殊的种相对于整个属而言是单纯的,因为它们正是其部分),就其自身而言属于它们,而通过它们也属于属。

语法注2 条
  1. 1.246μήτε τῶν καθ’ ἕκαστα μήτε τῶν γενικωτάτων ὁριζομένων, τῶν μὲν ὅτι μὴ ἔχει γένος αὐτῶν ἐπέκεινα, τῶν δ’ ὅτι

    针对前文的并列短语“μήτε τῶν καθ’ ἕκαστα μήτε τῶν γενικωτάτων”(“既非个别事物亦非最高属[被定义]”),随后的原因从句呈交错配列(chiasmus):“τῶν μὲν”指代位于后者的最高属(因其上方不再有属),而“τῶν δέ”则指代位于前者的个别事物(因其不直接为属所包含且缺乏成为科学知识对象的永恒性)。

  2. 1.246ἐπεὶ δὲ τὰ ὁριστά ἐστι ... εἰπόντες οὖν ... λέγωμεν ἤδη

    整句的长大结构由以“ἐπεὶ δὲ τὰ ὁριστά ἐστι...”起始的从属原因从句(其内部嵌套了属格独立结构、原因从句及条件句)所构成,该从句由分词短语“εἰπόντες οὖν πῶς...”加以承接和概括,最终归结到主句的主动词“λέγωμεν ἤδη”(“现在就让我们来说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:190.1-191.2