← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§188.27-189.33

个别三之定义与物种定义对个体的依赖

注解亚里士多德《后分析篇》96b3–13,通过划分法论证“在两种意义上都为第一的奇数”这一说明并非三的属,而是唯独适用于不可分个体的三之定义,并阐明一切物种的定义均建立在个别事物之上这一普遍规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.241

" Τῇ δὲ τριάδι καὶ ἐφ’ οὗ ἄλλου οὕτως." Ἐπεὶ οὖν, φησίν, ἀναγκαῖα τὰ ἐν τῷ τί ἐστι λαμβανόμενα, ὡς εἶναι ταῦτα ἀναγκαῖα τὰ ὑποκείμενα,1 ὡς ἡ τριὰς ἀριθμὸς καὶ περιττός, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, εἴη μὲν ἂν ἡ τριὰς ταῦτα ἐξ ἀνάγκης, τουτέστι κατηγοροῖτο ἂν ταῦτα τῆς τριάδος ἐξ ἀνάγκης. καὶ τέως ἔχομεν ὅτι ἀναγκαῖα ταῦτα, καὶ οὐκ ἐνδέχεται μὴ εἶναι ταῦτα τὸ ὑποκείμενον, τουτέστι μὴ κατηγορεῖσθαι ταῦτα τοῦ ὑποκειμένου. τοῦ δὲ οὕτω λαμβάνεται ἐφερμηνευτικὸν τὸ ἐν τῷ τί ἐστι, τουτέστιν οὕτω λαμβάνεται, ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι. καὶ τῶν οὕτω λαμβανομένων περὶ τῆς τριάδος ἐξ ἀνάγκης μὲν ἂν ἐπιδέχοιτο τὴν κατηγορίαν ἡ τριάς. ὅτι δὲ καὶ οὐσία ταῦτα καὶ ὁρισμὸς τοῦ ὑποκειμένου, δῆλον γίνεται διαιροῦσιν ὧδε.

“而对于三以及其他以此方式成立的事物。” 因此他说,既然在‘是什么’中所取的事物是必然的,以致这些对于底层主词而言是必然的——正如三是数且是奇数,在其他事物的情形中亦同样如此——三就会出于必然是这些,也就是这些出于必然就三被述说。暂时我们把握到这些是必然的,而且底层主词不可能不是这些,也就是这些不可能不就底层主词被述说。而对于‘以这种方式被取’的阐释性说明是‘在是什么中’,也就是以这种方式被取,即在‘是什么’中被述说。而且对于就三以这种方式被取的事物,三出于必然会接受其述说。但这些也就是底层主词的实体(本质)和定义,这一点对于如下进行划分的人而言是清楚的。

§1.242

"Ἀνάγκη γὰρ εἰ μὴ τοῦτο ἦν τριάδι εἶναι." Ἐπεὶ γάρ, φησίν, ἐν τῷ τί ἐστι κατηγορεῖται, εἰ μὴ ὁρισμός ἐστι τοῦτο τῆς τριάδος, ἔσται γένος, καὶ εἰ γένος, ἢ ὠνομασμένον ἢ ἀνώνυμον, τουτέστιν ἢ δι’ ὀνόματος ἢ διὰ λόγου δηλούμενον. ἀλλ’ ὠνομασμένον οὐκ ἔστι· λόγος γὰρ τὸ ἀριθμὸς περιττὸς πρῶτος κατ’ ἄμφω· εἴη ἂν οὖν ἀνώνυμον.

“因为出于必然,若这不是三的所是。” 因为他说,既然它是在‘是什么’中被述说的,如果这不是三的定义,它就将是属;如果是属,要么是有名的,要么是无名的,也就是要么通过名称要么通过说明(逻各斯)被表明。但它不是有名的;因为‘在两种意义上都为第一的奇数’是一个说明;因此它会是无名的。

§1.243

"Ἔσται τοίνυν ἐπὶ πλέον ἢ τῇ τριάδι ὑπάρχον." Εἰ γένος, φησίν, ἐστὶν οὗτος ὁ λόγος τῆς τριάδος, ἐπὶ πλέον ἔσται αὐτῆς. ὁμολογείσθω γὰρ οὕτως ἔχειν τὸ γένος, ὡς ἐπὶ πλέον εἶναι ἐκείνου οὗ γένος εἶναι λέγεται· οὐ γὰρ δεῖ νῦν πολυπραγμονεῖν περὶ τούτου. τὸ δὲ κατὰ δύναμιν, ὅτι δυνάμει τὸ γένος τὰ ὑπ’ αὐτό.

“因此它将比属于三更为宽广地属于。” 他说,如果这个说明是三的属,它就会比三更宽广。因为让属具有这样的性质成为公认的事实:它比它被称为其属的那个事物更宽广;因为现在无需对此刨根问底。而‘在潜能上’这一短语,是指属在潜能上就是其下属的事物。

§1.244

"Εἰ τοίνυν μηδενὶ ἄλλῳ ὑπάρχει ἢ ταῖς ἀτόμοις τριάσι." Ἐπεί, φησί, μηδενὶ ἄλλῳ ὑπάρχει οὗτος ὁ λόγος ὁ ἐπὶ τῆς τριάδος ἀποδεδομένος ἢ μόναις ταῖς ἀτόμοις τριάσιν, ὧν ἡ τριὰς ὡς εἶδος κατηγορεῖται, ὁρισμὸς ἂν εἴη ὁ λόγος οὗτος τῆς τριάδος. ληφθήτω δὴ καὶ τοῦτο νῦν ὡς ὁμολογούμενον, τὸ εἶναι τὴν ἑκάστου τῶν ἀτόμων εἰδῶν οὐσίαν τὴν ἐπὶ τοῖς ὑπ’ αὐτὸ ἀτόμοις ἐσχάτοις τοιαύτην κατηγορίαν.2 τοιαύτην δὲ λέγει τὴν ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορουμένην κατὰ τὴν τοῦ περιέχοντος εἴδους μετοχήν. καθὸ γὰρ τριὰς ἑκάστη τῶν τριάδων, ἀριθμός ἐστι περιττὸς πρῶτος κατ’ ἄμφω. πιστοῦται οὖν κἀνταῦθα τὸν λόγον ἐκ τῶν ὑστέρων μὲν τῇ φύσει, ἡμῖν δὲ γνωριμωτέρων καὶ σαφεστέρων· τὰ γὰρ καθ’ ἕκαστα τῶν καθόλου ἡμῖν γνωριμώτερα.

“那么,如果它不属于任何其他事物,而唯独属于不可分的三们。” 他说,既然对三所给出的这个说明不属于任何其他事物,而唯独属于不可分的三们(三作为种就它们被述说),这个说明就会是三的定义。那么现在这也让它作为公认的原则被接受:各个不可分的种的实体(本质),就是对它之下的最底层不可分个体所作的此类述说。他所说的‘此类’,是指根据对包含它们的种的分有而在它们的‘是什么’中被述说的述说。因为就每一个三都是三而言,它就是在两种意义上都为第一的奇数。因此在此处,他也是从本性上后在、但对我们而言更可知且更清楚的事物出发来确证该论据的;因为个别事物对我们而言比全称者更可知。

§1.245

"Ὥστε ὁμοίως καὶ ἄλλῳ." Οὐκ ἐπὶ τῆς τριάδος μόνης ὁ κανὼν οὗτος, φησίν, ἀλλὰ καὶ ἐπὶ παντὸς οὑτινοσοῦν τοῦτο ἔσται αὐτῷ τὸ εἶναι καὶ ὁ ὁρισμός, ὅπερ ἐν τῷ τί ἐστι κατηγορεῖται ἐπὶ μόνων τῶν ὑπ’ αὐτὸ ἀτόμων κατὰ τὴν αὑτοῦ μετοχήν, ἐπ’ ἄλλου δὲ οὐδενός, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου τὸ ζῷον λογικὸν θνητὸν ἢ ζῷον πεζὸν δίπουν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἄλλως τε ἐπεὶ τοῖς λογικοῖς ἅπασιν εἴδεσί τε καὶ γένεσιν ἐκ τῶν καθ’ ἕκαστα ἡ ἀρχή,3 καὶ ἐν τούτοις τὸ εἶναι ἐκείνοις ἐστὶ καὶ ἡ σύστασις, ὥσπερ τὸ εἶναι ἐκ τῶν καθ’ ἕκαστα ἔχουσιν, οὕτω καὶ τὸ ὁρίζεσθαι, καὶ τῶν ὁρισμῶν αὐτῶν ἡ ἐνέργεια ἐν τοῖς καθ’ ἕκαστά ἐστι, δυνάμει μόνον ὄντων τῶν καθόλου καθ’ ἑαυτὰ καὶ οὐδὲν ἄλλο.

“以致同样也适用于其他事物。” 他说,这条规则不仅适用于三,而且对于任何事物而言,唯独由于分有自身而在其下属的不可分个体上被在‘是什么’中述说、且不适用于任何其他事物的这同一者,就将是它的存在(所是)和定义;正如在人的情形中,‘理性的会死的动物’或‘步行的两足动物’,在其他事物的情形中亦同样如此。此外,既然对于所有观念上的种和属而言,开端都来自于个别事物,并且在这些个别事物中包含着它们的存在和构造,正如它们从个别事物中获得存在,被定义也是如此,并且定义本身的现实活动就在于个别事物之中,而全称者就其自身而言仅仅在潜能上存在而非其他任何东西。

语法注3 条
  1. 1.241ὡς εἶναι ταῦτα ἀναγκαῖα τὰ ὑποκείμενα

    由 ὡς 引导不定式 εἶναι 构成的结果或解释性从句。τὰ ὑποκείμενα 是不定式的逻辑主语,ταῦτα 则是表语,整句意为“以致这些对于底层主词而言是必然的”。该句进一步阐明了前文在“是什么”中所取属性的必然性。

  2. 1.244τὸ εἶναι τὴν ἑκάστου τῶν ἀτόμων εἰδῶν οὐσίαν τὴν ἐπὶ τοῖς ὑπ’ αὐτὸ ἀτόμοις ἐσχάτοις τοιαύτην κατηγορίαν

    带冠词的不定式短语(τὸ εἶναι...),充当命令式动词 ληφθήτω 的主语。在宾格不定式结构中,τὴν ἑκάστου τῶν ἀτόμων εἰδῶν οὐσίαν 作逻辑主语(“各不可分种的实体”),而 τὴν ... τοιαύτην κατηγορίαν 作表语宾格(“是对其下最底层不可分个体所作的此类述说”)。

  3. 1.245ἄλλως τε ἐπεὶ τοῖς λογικοῖς ἅπασιν εἴδεσί τε καὶ γένεσιν ἐκ τῶν καθ’ ἕκαστα ἡ ἀρχή

    由 ἄλλως τε ἐπεί(“更何况/尤其是因为”)引导的原因从句。句中省略了系动词 ἐστί,ἡ ἀρχή 为主语,ἐκ τῶν καθ’ ἕκαστα 为表语介词短语,τοῖς λογικοῖς ἅπασιν εἴδεσί τε καὶ γένεσιν 为关系与格或所有与格(“对于一切概念上的种与属而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:188.27-189.33