← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§18.22-19.16

部分的存在与单纯存在的区分

厄斯特拉齐奥斯解释了亚里士多德将复合论题(事实)称为“部分的存在”、将单纯论题(是否存在)称为“单纯的存在”的用法,阐明了通过主谓项的复合以及概念的限定(从最普遍者向个体的下降,乃至新普罗提诺主义式的本体阶梯下降)使事物变得更加特殊的逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

" Λέγω δὲ τὸ ὅτι ἢ εἰ ἔστιν ἐπὶ μέρους." Δείκνυσιν εἰσέτι πραγματικὴν οὖσαν τὴν τῶν προβλημάτων διαφοράν, ἤγουν τοῦ ὅτι καὶ τοῦ 〈εἰ〉 ἔστι καὶ μὴ μόνον θεωρουμένην ἐν τοῖς ὀνόμασιν. οὐ γὰρ ἂν εἰ τοῦτο ἦν, δύο ἐλέγοντο εἶναι προβλήματα, μὴ καὶ τοῖς πράγμασι διαφέροντα·1 ἄμφω μὲν γὰρ εἰ ἔστι μέσον καὶ αἴτιον ζητοῦσιν, ὡς ἀμφοτέροις ἁρμόττειν τὸ εἰ ἔστι, καὶ γίνεσθαι ὅσον ἐν τούτῳ καὶ ὀνόματι ταῦτα κοινωνοῦντα καὶ πράγματι· διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὸ μὲν ἐπὶ μέρους τὸ εἰ ἔστι λαμβάνει, τὸ δὲ ἁπλῶς, ἐπὶ μέρους μὲν ὀνομάζων τὸ ἐκ δύο ὅρων, ὑποκειμένου καὶ κατηγορουμένου, συγκείμενον πρόβλημα, ἁπλῶς δὲ τὸ ἕνα μόνον ἔχον ὅρον μετὰ τοῦ ἔστι ῥήματος, ὅπερ καὶ ἐν ἐκείνῳ προσέκειτο τὸν λόγον ἀπαρτίζον. ἐπὶ μέρους δὲ λέγει ἐκεῖνο ἢ ὅτι εἰς δύο μερίζεται πράγματα (ἐξ ὅσων γάρ τι σύγκειται καὶ μερίζεται εἰς τοσαῦτα), ὡς καὶ εἶναι τὸ ἐπὶ μέρους ἀντὶ τοῦ μεμερισμένως, ὡς φησιν ὁ Ἀλέξανδρος, ὅπερ ἀρχόμενος τοῦ βιβλίου ἀριθμὸν εἴρηκεν, ἢ ὡς αὐτὸς καὶ τοῦτό φησιν, ὅτι ὁ ζητῶν εἰ τῷδε τόδε ὑπάρχει, εἰ τοῦδε τόδε τί ἐστι ζητεῖ, οἷον εἰ γένος τοῦδε ὡς εἰ ὁ ἄνθρωπος ζῷον, ἢ συμβεβηκὸς τοῦδε ὡς ἡ χιὼν λευκή, ἢ εἰ πάθος τοῦδε ὡς εἰ ἡ σελήνη ἐκλείπει. εἰ δὲ δεῖ καὶ τοῦτο εἰπεῖν καθόλου, τὰ πράγματα ὅσον συντίθεται, χωρεῖ πρὸς τὸ μερικώτερον· ἡ γὰρ καθολικωτάτη οὐσία τῆς σωματικῆς αὐτῇ συντεθείσης διαφορᾶς μερικωτέρα γίνεται,2 καὶ ἔτι τῆς τοῦ ἐμψύχου καὶ ἔτι τῆς τοῦ αἰσθητικοῦ καὶ τῆς τοῦ λογικοῦ, ἔτι καὶ μᾶλλον τῆς τοῦ θνητοῦ, ὡς καὶ μέχρι τῶν ἀτόμων χωρεῖν καὶ καθ’ ἕκαστα τῶν ἰδιοτήτων προστιθεμένων, ἐξ ὧν τῶν ἀτόμων τε καὶ καθ’ ἕκαστα συνέστηκεν ἕκαστον. εἰ δὲ βούλει, καὶ τὸ ἓν καθ’ ἑαυτὸ μὲν μένον κοινότερον, τῷ ὄντι δὲ συνερχόμενον μερικώτερον, καὶ τὸ ὂν πρὸ τοῦ καταδεεστέρου κοινότερον, μετὰ δὲ τῆς ζωῆς μερικώτερον, καὶ αὕτη πρὸ νοῦ καὶ μετὰ νοῦ ὡσαύτως, καὶ οὗτος πρὸ ψυχῆς καὶ μετὰ ψυχῆς, καὶ ἑξῆς οὕτως. διὰ τοῦτο πανταχοῦ παρ’ αὐτῷ τε Ἀριστοτέλει καὶ Πλάτωνι καὶ τοῖς ἄλλοις σοφοῖς τὸ ἁπλῶς ἐπὶ τῶν ἁπλῶν καὶ τὸ πῇ ἐπὶ τῶν συνθέτων λαμβάνεται.

“但我说事实或者是否存在是部分的。” 他进而表明,诸问题的差异,也就是“事实”与“是否存在”的差异是实在的,而不仅是在名称中被考量。因为如果情况是那样的话(仅在名称中被考量),若不在事理上也相异,它们就不会被称为两个问题了;因为两者都探求是否存在中项和原因,以至于“是否存在”适合于二者,并且在这方面它们在名称上和事理上都有所共有;但它们彼此相异,在于一者将“是否存在”理解为部分的,另一者理解为单纯的,他将由主项和谓项这两个项组成的问题称为部分的,而将仅具有一个项以及“是”这个动词的问题称为单纯的,而这个动词在前者之中也是被附加用来完足语句的。他将前者称为部分的,或者是因为它被分割为两件事物(因为无论某物由多少成分组成,它就被分割为多少部分)——如同亚历山大所说,“部分的”用来代替“分割地”,他在本书之初称之为“数”——,或者正如他自己也述及的那样,探求此事是否属于彼事的人,是在探求此物是否是彼物的某种东西,例如是否是彼物的属,如人是否是动物;或者是否是彼物的偶性,如雪是否是白的;或者是否是彼物的状态,如月亮是否亏蚀。但是,如果需要将此事普遍地陈述,事物在多大程度上被复合,它就向着更具部分性的[更特殊的]方向发展;因为最高普遍的实体,当物体的差异与之复合时,就变得更具部分性,而再加上有灵魂的差异、有感觉的差异、有理性的差异,甚至再加上会死的差异时,更是如此,以至于随着特性的添加,它甚至进行直至不可分者[个体]和各个个别,个体和各个个别的每一事物正是由这些特性构成的。或者如果你愿意的话,一者也是,在按其自身居留时更为共通,但与存在汇合时就更具部分性;存在在低于它的事物之前更为共通,但与生命在一起时就更具部分性;生命在理智之前以及与理智在一起时同样如此,理智在灵魂之前以及与灵魂在一起时同样如此,以此类推。因此,在亚里士多德本人、柏拉图以及其他智者那里,处处都将“单纯地”用于单纯之物,而将“在某方面”用于复合之物。

语法注2 条
  1. 1.16οὐ γὰρ ἂν εἰ τοῦτο ἦν, δύο ἐλέγοντο εἶναι προβλήματα, μὴ καὶ τοῖς πράγμασι διαφέροντα

    反事实条件句。条件从句 εἰ τοῦτο ἦν(如果是那样的话——即差异仅仅被体现在名称中),主句由 ἄν 加上未完成过去时直陈式 ἐλέγοντο(就不会被称为两个[问题])构成。分词短语 μὴ καὶ τοῖς πράγμασι διαφέροντα 带否定词 μή,作为主句的附加条件从属成分(“若不在事理上也相异”)。

  2. 1.16τῆς σωματικῆς αὐτῇ συντεθείσης διαφορᾶς μερικωτέρα γίνεται

    τῆς ... διαφορᾶς συντεθείσης 为属格绝对结构(“当物体的差异与之复合时”)。主句主语为前文的 ἡ καθολικωτάτη οὐσία,μερικωτέρα 为其比较级表语形容词。后续的 καὶ ἔτι τῆς τοῦ ἐμψύχου 等均承前省略了 συντεθείσης διαφορᾶς,并列理解为属格绝对结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:18.22-19.16