- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:187.25-188.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌斯提出了将定义与属区分开来的规则,通过划分法论证了在‘是什么’中被述说者非属即定义(种),并依据关于全称与必然性的前提,将本质述词的必然性重构为第一格三段论。
" Ἐπεὶ δὲ δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω." Μέθοδον ἡμῖν παραδούς, δι’ ἧς τὰ ἐν τῷ τί ἐστι θηρεύσομεν καὶ τὸν ἐξ αὐτῶν συγκείμενον λόγον εὑρήσομεν, ἐπειδὴ μὴ ἱκανὸν τῷ εὑρισκομένῳ λόγῳ πρὸς τὸ εἶναι αὐτὸν ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι μόνον κατηγορεῖσθαι (οὐ γὰρ πᾶν τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον ὁρισμός, ἀλλ’ ἐστὶ καὶ τὸ γένος ἐν τῷ τί ἐστι) κανόνα ἡμῖν ἐνταῦθα παραδίδωσι, δι’ οὗ διακρινοῦμεν τοῦ γένους τὸν ὁρισμόν. καὶ πρῶτον μέν φησιν ὅτι τὰ οὕτως εὑρισκόμενα ἀναγκαῖά ἐστι, καὶ ταῦτα ὑπάρχει τὸ προκείμενον.1 ἐν τῷ τί ἐστι γὰρ κατηγοροῦνται, τὰ δὲ ἐν τῷ τί ἐστι καθόλου, τὰ καθόλου δὲ καθ’ αὑτὸ καὶ ᾗ αὑτό, ὃν τρόπον ἐν τῷ πρὸ τούτου βιβλίῳ τὸ καθόλου ἀπεδίδοτο, τὰ δὲ καθ’ αὑτὸ καὶ ᾗ αὑτὸ ἀναγκαῖα· τὰ ἐν τῷ τί ἐστιν ἄρα ἀναγκαῖα. ἐπεὶ τοίνυν εἴτε ἐπὶ τῆς τριάδος εἴτε ἐπ’ ἄλλου ὁτουοῦν τὰ οὕτως λαμβανόμενα, ὥστε ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, ἀναγκαῖά ἐστιν, εἴη ἂν ἐξ ἀνάγκης ταῦτα τὸ ὑποκείμενον, καὶ τέως ἔχομεν ἤδη ὅτι ἐξ ἀνάγκης ταῦτα τοῦ ὑποκειμένου κατηγορεῖται. ὅτι δὲ καὶ ἡ οὐσία καὶ ὁ ὁρισμὸς τοῦ ὑποκειμένου ταῦτά ἐστιν, ἐκ διαιρέσεως δείκνυται. πᾶν τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον ἢ ὁρισμὸς ἢ γένος ἐστίν· οὔτε γὰρ διαφορὰ οὔτε ἴδιον οὔτε μὴν συμβεβηκὸς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἀλλ’ ἢ μόνον γένος καὶ εἶδος. τὸ δὲ εἶδος καὶ ὁ ὅρος ταὐτόν. ἐν τῷ τί ἐστιν ἄρα τὸ εὑρημένον κατηγορούμενον ἢ γένος ἂν εἴη ἢ ὁρισμός· καὶ εἰ γένος, ἢ ὠνομασμένον ἢ ἀνώνυμον. ὠνομασμένον δὲ λέγεται γένος τὸ ὀνόματι δηλούμενον, ἤτοι φωνῇ ἐνάρθρῳ καὶ σημαντικῇ μιᾷ καὶ ἁπλῇ. λεγέσθω γὰρ νῦν κοινῶς ὀνόματα πάντα τὰ τοιαῦτα, ὡς ζῷον, ἀριθμός, κινεῖν, ἐνεργεῖν. ἀνώνυμον δὲ λέγεται τὸ λόγῳ,2 οἷον ζῷον λογικόν, ἀριθμὸς περιττός· καὶ τὰ τοιαῦτα γὰρ ἐν τῷ τί ἐστι μὲν λεγόμενα κατά τινων, ἐπὶ πλέον δὲ ὄντα αὐτῶν, γένη αὐτῶν ἐστιν. εἰ τοίνυν ὁ εὑρεθεὶς λόγος μὴ ἐφ’ ἑτέρου τινός ἐστιν ἀλλ’ ἢ ἐπὶ μόνων τῶν ὑπὸ τὸ προκείμενον ἀτόμων, ὁρισμὸς ἂν εἴη τοῦτο καὶ οὐκ ἄλλο τι.
“但是,既然在上述诸篇中已经向我们指明。” 在向我们传授了我们借以探求在‘是什么’中的事物并发现由它们构成的说明(逻各斯)的方法之后,既然对于所发现的说明而言,仅仅在‘是什么’中被述说并不足以使其成为定义(因为并非凡在‘是什么’中被述说者都是定义,属也在‘是什么’中),他在此向我们传授了一条规则,我们借此可以将定义与属区分开来。首先他说,以这种方式被发现的事物是必然的,而所提出的主题就是这些。因为它们是在‘是什么’中被述说的,而在‘是什么’中的事物是全称的(普遍的),全称的事物则是依自身且就其自身而言的(如在前一卷中全称者所被界定的那样),而依自身且就其自身而言的事物是必然的;因此在‘是什么’中的事物是必然的。那么,无论是在三的情形中还是在任何其他事物的情形中,既然以这种在‘是什么’中被述说的方式所取的事物是必然的,那么主词必然就是这些,而暂时我们已经把握到这些是出于必然就主词被述说的。而这些也就是主词的实体(本质)和定义,这一点是通过划分表明的。凡在‘是什么’中被述说者,要么是定义,要么是属;因为无论属差、固有属性还是偶性,都不在‘是什么’中被述说,而唯独属和种才如此。而种与定义是同一的。因此,在‘是什么’中被述说的所发现者,要么是属,要么是定义;如果是属,要么是有名的,要么是无名的。有名之属被称为由名称所表明者,即由单一且单纯的、有清晰发音的、有意义的话语所表明者。因为现在让所有此类事物通称为名称,如动物、数、运动、活动。而无名之属被称为由说明(逻各斯)所表明者,例如理性动物、奇数;因为此类事物虽然在‘是什么’中就某些事物被言说,但比它们更宽,因而也是它们的属。因此,如果所发现的说明不适用于任何其他事物,而仅仅适用于所提出主题之下的个体,那么这就会是定义而非其他任何东西。
"Ἐπεὶ δὲ δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω." Ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐλέγετο ὅτι τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀναγκαῖα τοῖς πράγμασιν, καὶ μᾶλλον τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα· ταῦτα γὰρ ἦν τοῦ πρώτου τρόπου τῶν καθ’ αὑτό. ὁμοίως δὲ καὶ ὅτι τὰ καθόλου καθ’ αὑτὰ καὶ ᾗ αὐτά· οὐ γὰρ ἀρκεῖ τὸ κατὰ παντὸς τῷ ἐν ταῖς ἀποδείξεσι καθόλου, ἀλλὰ δεῖ καὶ καθ’ αὑτὸ εἶναι καὶ ᾗ αὐτό. τὰ ἐν τῷ τί ἐστι λοιπὸν κατηγορούμενα ἀναγκαῖά ἐστι· καὶ ἔστι τοῦ ἀναγκαῖα εἶναι κατασκευαστικὸν τὸ τὰ καθόλου δ’ ἀναγκαῖα·3 ὡς εἶναι τὸ δὲ ἀντὶ τοῦ γάρ. καὶ ἔστιν ἐν πρώτῳ σχήματι ὁ συλλογισμός ‘τὰ ἐν τῷ τί ἐστι καθόλου, τὰ καθόλου ἀναγκαῖα· τὰ ἐν τῷ τί ἐστιν ἄρα ἀναγκαῖα’.
“但是,既然在上述诸篇中已经向我们指明。” 在前一卷中曾说过,依自身属于的事物对事物而言是必然的,而在‘是什么’中被述说者尤为如此;因为这些属于依自身的第一种方式。同样也说过,全称的事物是依自身且就其自身而言的;因为对于证明中的全称者而言,仅仅‘就一切’是不够的,还必须依自身且就其自身而言。因此,在‘是什么’中被述说者是必然的;而‘全称的事物则是必然的’这一句是用来确立它们是必然的,这里的 δὲ 代替了 γάρ。并且在第一格中的三段论是:‘在是什么中的事物是全称的;全称的事物是必然的;所以在是什么中的事物是必然的’。
- 1.239καὶ ταῦτα ὑπάρχει τὸ προκείμενον
动词 ὑπάρχει 在此起系词作用,ταῦτα 作为主语 τὸ προκείμενον(“所提出的主题”)的表语。这与紧接着后文的句子 εἴη ἂν ἐξ ἀνάγκης ταῦτα τὸ ὑποκείμενον(“主词必然就是这些”)在句法结构上完全照应。
- 1.239ἀνώνυμον δὲ λέγεται τὸ λόγῳ
通过与前一句 ὠνομασμένον δὲ λέγεται γένος τὸ ὀνόματι δηλούμενον 的对仗,主语 γένος 以及表语部分 τὸ λόγῳ 之后的分词 δηλούμενον 在句法上被省略。结构补充为“通过说明(逻各斯)[所表明的属被称为]无名的”。
- 1.240καὶ ἔστι τοῦ ἀναγκαῖα εἶναι κατασκευαστικὸν τὸ τὰ καθόλου δ’ ἀναγκαῖα
主语是带有冠词的引语短语 τὸ τὰ καθόλου δ’ ἀναγκαῖα(“‘全称的事物则是必然的’这一分句”),形容词 κατασκευαστικόν 作表语。属格定语不定词短语 τοῦ ἀναγκαῖα εἶναι 依附于 κατασκευαστικόν,表示“用以确立/支持[它们]是必然的”。
