- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:186.1-187.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解了亚里士多德《后分析篇》96a32–96a37,阐释了为了获得表达事物实体(是其所是)的定义,必须按次序选取属之内的本质属性,直到复合的整体与被定义项相均等,并以“三”为例对该过程进行了论证。
" Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου." Οὐ πάντα, φησί, τὰ ὑπάρχοντα δεῖ λαμβάνειν πρὸς τὴν τοῦ ὁρισμοῦ εὕρεσιν· οὐ γὰρ δὴ καὶ τὰ τοῦ γένους ἐπέκεινα, ἀλλ’ ἢ ὅσα τοῦ γένους ἐντός, καὶ οὐδὲ πάντα ταῦτα, ἀλλὰ μέχρι τοσούτου, ἕως οὗ τοσαῦτα ληφθῇ ὅσα αὐτάρκη ἐστὶ πρὸς τὸ ἐξισάσαι τῷ ὁριστῷ ὡς ἓν ὁμοῦ πάντα λαμβανόμενα, εἰ καὶ καθ’ ἑαυτὸ ἕκαστον αὐτῶν ἐπὶ πλέον αὐτοῦ ἐστι. πλὴν κατὰ τὴν προσήκουσαν τάξιν δεῖ ποιεῖσθαι τὴν λῆψιν ἐκ τῶν προτέρων ἀεὶ ἐπὶ τὰ ἐφεξῆς προϊόντας καὶ μηδὲν παραλείποντας, μέχρι δὲ τούτου προϊέναι, ἕως οὗ πρῶτον γένηται σύνθημα πρὸς τὸ ὑποκείμενον ἐξισάζον.1 ἐνδέχεται γὰρ καὶ προσθήκης γενομένης εἰσέτι ἐξισάζειν τὸ συντεθέν, ἀλλὰ περιττόν ἐστιν εὑρόντας ἅπαξ τὸν λόγον ἐξισάζοντα εἰσέτι προστιθέναι.
“因此,此类事物应当取到这一步为止。” 他说,为了发现定义,并不应当取所有属于它的事物;因为绝不应当取那些在属之外的事物,而只应当取在属之内的那些事物,甚至也不是取这全部事物,而是取到这一步为止,直到所取的事物在全部一起作为一者而被取时足以与被定义项相等,即使它们中的每一个依其自身而言比被定义项更宽。然而,必须按照适当的秩序进行选取,始终从在先者向紧接在后者推进,不遗漏任何东西,并推进到这一步为止,直到首次产生与主词相等的结合体。因为即使在作了添加之后,所合成者仍有可能相等,但是在一旦找到了相等的说明(逻各斯)之后,再作进一步添加则是多余的。
"Ταύτην γὰρ ἀνάγκη οὐσίαν εἶναι τοῦ πράγματος." Τοῦ γένους γὰρ ληφθέντος καὶ τῶν ἄλλων κατὰ τάξιν, ὅσα τούτῳ συνειλημμένα ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου λέγεται οὐσιωδῶς αὐτῷ ὑπάρχοντα, ὡς εἶναι τὸ ἅπαν σύνθημα ἐξισάζον τῷ ὁριστῷ, τί ἄλλο τοῦτο ἢ ὁρισμὸς ἐξ ἀνάγκης ἔσται;
“因为这必然是事物的是其所是(实体)。” 因为当属被取定,且其他依序被取的事物(凡与属结合在一起而在主词的‘是什么’中被说成实体性地属于主词者)也被取定,以致整个结合体与被定义项相等时,这必然是定义,此外还能是什么呢?
"Οἷον τριάδι ὑπάρχει πάσῃ ἀριθμός, τὸ περιττόν." Ἔστω δή, φησί, πάλιν ἡ τριὰς εἴς τι παράδειγμα. ταύτης γένος ὁ ἀριθμός, καὶ τὰ ἐντὸς τοῦ γένους ἐφεξῆς λαμβανόμενα τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτῇ τὸ περιττόν, τὸ πρῶτον ἀμφοτέρως.2 οἱ μὲν γὰρ ἄρτιοι πάντες ἀριθμοὶ εἰς ἴσα δύνανται τέμνεσθαι καὶ μετρεῖσθαι δύνανται ὑπὸ τῶν ἴσων εἰς ἃ διαιροῦνται, ἢ δὶς ὢν ἕκαστος αὐτῶν τόδε ἢ τόδε, ἢ τρὶς ἢ τετράκις ἢ ὅπως ἑτέρως, καὶ διὰ τοῦτο δεύτερός ἐστιν ἕκαστος τοῦ μετροῦντος αὐτόν. τῶν δὲ περιττῶν πάντως εἰς ἄνισα διαιρουμένων κατὰ τὴν εἰς δύο τὰ μέγιστα πηλικότητι τομήν, οἱ μὲν καθ’ ἑτέραν τομὴν εἰς ἴσα τέμνεσθαι δύνανται, ὡς ὁ ἐννέα, ὁ δέκα πέντε, ὁ κα, ὁ κε· τοὺς δὲ ἀδύνατον ὅλως τέμνεσθαι εἰς ἴσα, οἷός ἐστιν ὁ πέντε, ὁ ἑπτά, ὁ δέκα τρία. ἐκεῖνοι μὲν οὖν δεύτεροι καὶ σύνθετοί εἰσι κατ’ ἄμφω, καὶ ὡς ἐξ ἀριθμοῦ ἢ ἀριθμῶν συγκείμενοι καὶ ὡς ὑπ’ ἀριθμοῦ ἢ ἀριθμῶν μετρεῖσθαι δυνάμενοι· οἱ δὲ ὡς μὲν ἐξ ἀριθμῶν συγκείμενοι δεύτεροι, ὡς δὲ μὴ ὑπ’ ἀριθμοῦ ἢ ἀριθμῶν μετρεῖσθαι δυνάμενοι πρῶτοί εἰσιν. ὁ δὲ τρία πρῶτος κατ’ ἄμφω ὡς μήτε ἐξ ἀριθμοῦ ἢ ἀριθμῶν συγκείμενος μήτε ὑπ’ ἀριθμοῦ ἢ ἀριθμῶν μετρούμενος, ἀλλὰ μόνον ἔχων μέτρον τὸ κοινὸν τὴν μονάδα. ἐπεὶ δὲ τοῦτο πρόσεστι καὶ τῇ δυάδι, τῆς μὲν τῷ περιττὸς εἶναι, ἐκείνων δὲ πάντων τῷ κατ’ ἄμφω πρῶτος εἶναι διήνεγκε.
“例如,数和奇数属于每一个三。” 他说,让三再次作为某个例子。它的属是数,而在属之内依序被取的、依自身属于它的事物是奇数,以及在两方面都是第一者(素者)。因为所有的偶数都能够被分割为相等的部分,并且能够被它们所分割成的相等部分所度量,它们中的每一个要么是这个或这个的两倍,要么是三倍或四倍或以其他某种方式,因此每一个相对于度量它的事物都是第二位的。而奇数按照在量上最大的两个部分的切分完全被分割为不等的部分,但有些奇数按照另一种切分能够被分割为相等的部分,例如九、十五、二十一、二十五;而另一些奇数则完全不可能被分割为相等的部分,例如五、七、十三。因此,前者在两方面都是第二位的和复合的,既作为由一个数或多个数构成的,又作为能被一个数或多个数度量的;而后者作为由多个数构成的固然是第二位的,但作为不能被一个数或多个数度量的则是第一位的。然而三在两方面都是第一位的,既不是由一个数或多个数构成的,也不被一个数或多个数所度量,而仅仅拥有共同的尺度即单子(一)作为尺度。既然这一点也存在于二,那么三由于是奇数而与二不同,由于在两方面都是第一位的而与所有那些奇数不同。
"Τοῦτο τοίνυν ἤδη ἐστὶν ἡ τριάς." Ἕκαστον ἰδίᾳ τῶν οὐσιωδῶς κατηγορουμένων τῆς τριάδος λαβὼν ἐπειδὴ μέχρι τοσούτου διῆλθεν, ὡς δύνασθαι πάντων ἡνωμένων ἐξισάζειν τῇ τριάδι τὸ πᾶν κατηγόρημα, ἑνοῖ τε τὰ πάντα καὶ τοῦτο εἶναι τὴν τριάδα φησίν, ἀριθμὸν περιττὸν πρῶτον καὶ ὡδὶ πρῶτον,3 ἤγουν κατ’ ἄμφω τοὺς τρόπους καθ’ οὓς πρῶτος ἀριθμὸς λέγεται, κατά τε τὸ μὴ μετρεῖσθαι ἀριθμῷ καὶ μὴ συγκεῖσθαι ἐξ ἀριθμοῦ. ὅτι δὲ τοῦτό ἐστιν ἡ τριὰς κατασκευάζει φάσκων ὅτι οὐδενὶ ἑτέρῳ ὁ λόγος οὗτος ἢ μόνῃ τῇ τριάδι ἐφαρμόττει. ἕκαστον γὰρ τῶν ληφθέντων, φησίν, ἰδίᾳ μὲν καὶ καθ’ ἑαυτὸ λαμβανόμενον τὰ μὲν καὶ τοῖς περιττοῖς πᾶσιν ὑπάρχει, οἷον ὁ ἀριθμός, τὸ περιττόν· πάντες γὰρ οὗτοι ἀριθμοί τέ εἰσι καὶ περιττοί, τινὲς δὲ καὶ πρῶτοι, ἀλλὰ καθ’ ἓν τὸ μὴ μετρεῖσθαι ὑπ’ ἀριθμοῦ, ὡς ὁ πέντε, ὁ ἑπτά, ὁ ἕνδεκα καὶ οἱ τούτοις ὅμοιοι, κατὰ δὲ τὸ μὴ συγκεῖσθαι ἐξ ἀριθμῶν οὐχί· σύγκεινται γὰρ ὁ μὲν ἐκ τοῦ δύο καὶ τρία, ὁ δὲ ἐκ τοῦ τρία καὶ τέσσαρα ἢ δύο καὶ πέντε, ὁ δὲ ἐκ τοῦ πέντε καὶ ἓξ ἢ ἄλλως πως, καὶ οἱ ἑξῆς ὁμοίως. τὸ δὲ πρῶτον οὕτως, ὡς μήτε μετρεῖσθαι ἀριθμῷ μήτε συγκεῖσθαι ἐξ ἀριθμοῦ ἢ ἀριθμῶν, τοῖς μὲν περιττοῖς οὐχ ὑπάρχει (οὐδεὶς γὰρ αὐτῶν ἄμφω ἔχει ταῦτα) ὑπάρχει δὲ τῇ δυάδι· περιττὴ μὲν γὰρ οὐχ ὑπάρχει, ὡς ἐκεῖνοί τε καὶ ὁ τρία αὐτός, πρώτη δὲ κατ’ ἄμφω ἐστίν, ὡς ἐκ μονάδος τε συγκειμένη μόνης, καὶ ὑπ’ αὐτῆς μόνης μετρουμένη. τοῦτο δὲ ἴδιον ὁρισμοῦ, τὸ ἐκ τῶν οὐσιωδῶν συγκείμενον μηδενὶ ἑτέρῳ ἢ ἐκείνῳ ἐφαρμόζειν περὶ οὗ ἀποδίδοται.
“因此,这已经就是三了。” 在个别地取了实体性地就三被述说的每一个事物之后,既然他已经推进到这一步,使得当一切结合在一起时整个述词能够与三相等,他便将一切结合为一,并说这就是三:奇数、第一位的、且是以这种方式第一位的数,也就是在数被称为第一位的两方面中,即在不被数所度量和不由数所构成两方面[都是第一位的]。他通过断言这一定义(逻各斯)不适合于任何其他事物而仅仅适合于三,确立了这就是三。因为他说,在所取的事物中,若个别且依自身而言被取,有些事物也属于一切奇数,例如数、奇数;因为这些全都是数且是奇数,有些也是第一位的,但这仅仅是在不被数所度量这一单一方面上,如五、七、十一及与它们相似者,而在不由多个数构成这一方面则不然;因为有的由二和三构成,有的由三和四(或二和五)构成,有的由五和六(或以其他某种方式)构成,后续者亦同样。然而以这种方式成为第一位的——即既不被数所度量,也不由一个数或多个数所构成——并不属于那些奇数(因为它们中没有任何一个同时具有这两者),但它确实属于二;因为二固然不像那些奇数和三本身那样是奇数,但它在两方面都是第一位的,既唯独由单子构成,又唯独被单子所度量。而由实体性事物所构成的结合体不适合于任何其他事物,而仅仅适合于所陈述的那个事物本身,这正是定义的固有特性。
- 1.235ἕως οὗ πρῶτον γένηται σύνθημα πρὸς τὸ ὑποκείμενον ἐξισάζον
副词 πρῶτον 与引导词 ἕως οὗ 呼应,意为“直到首次产生与主词相等的结合体”。正如后一句所表明的,这指在引入任何多余项目之前的“最初达到相等”的阶段。
- 1.237τὸ πρῶτον ἀμφοτέρως
与 τὸ περιττόν 并置的主格名词短语,作为属之内依自身属于该事物的属性(τῶν καθ’ αὑτὸ ὑπαρχόντων)的具体实例。在数论中,ἀμφοτέρως 指作为第一数(素数)的两个标准:不被其他数所度量,以及不作为多个数(的和)而构成。
- 1.238ἀριθμὸν περιττὸν πρῶτον καὶ ὡδὶ πρῶτον
复述亚里士多德原文(96a36–37)的句式。其中 καὶ ὡδὶ πρῶτον(“且是以这种方式第一位的”)充当对 πρῶτον 的限定补充,厄斯特拉齐奥斯紧接着用 ἤγουν 引导的短语将其解释为“在两方面都是第一位的”(既不被数度量,也不由数构成)。
