- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:184.17-185.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条阐明了“奇数”作为超出主词(三)但未超出属(数)的例证,进而就“存在”与系词“是”如何就事物被述说展开疑难讨论,论证存在既非属亦非偶性,而是依“由一而来”的固有分有方式被述说于十个范畴。
" Ἀλλὰ καὶ τὸ περιττὸν ὑπάρχει τε πάσῃ τριάδι." Τοῦτο παράδειγμα τῶν ἐπὶ πλέον μὲν τοῦ ὑποκειμένου ἀλλ’ οὐχὶ καὶ ἔξω τοῦ γένους· εἰ γὰρ καὶ ἄλλοις ὑπάρχει μὴ τριάσιν οὖσι τὸ περιττόν, οἷον πεντάδι, ἑβδομάδι, ἐννεάδι καὶ πολλοῖς ἄλλοις, ὅσοι οὐδέποτ’ εἰς ἴσα τὸν ἀριθμὸν ἀλλ’ εἰς ἄνισα διαιρεῖσθαι πάντως πεφύκασιν, ἀλλὰ πάντα ἀριθμοὶ ταῦτα, καὶ οὐδὲν περιττόν, ὃ μὴ ἀριθμός ἐστιν. ἔχει δὲ ἀπορίαν, εἰ καὶ μὴ πρὸς τὸ προκείμενον ἴσως ἀλλ’ αὑτὴν καθ’ αὑτήν, πῶς τὸ ὂν ὑπάρχειν τινὶ ἢ κατηγορεῖσθαί τινος λέγεται,1 ἢ δὴ καὶ τὸ ἐστίν· οὐ γὰρ διαφέρει ταῦτα ἀλλήλων ἀλλ’ ἢ μόνῳ τῷ τῆς λέξεως σχήματι. δῆλον δέ· καὶ γὰρ ὅταν λέγωμεν ‘ὄν ἐστιν ὁ ἄνθρωπος’, εἶτα τὸ ὂν ἀφελόντες ‘ἔστιν ὁ ἄνθρωπος’ εἴπωμεν, οὐδὲν διοίσει. ὅπερ ἐπ’ οὐδενὸς ἰδεῖν ἐστι τῶν λοιπῶν κατηγορημάτων· οὐ γὰρ ταὐτὸν ποσόν τε εἶναι εἰπεῖν καὶ εἶναι ἁπλῶς, οὐδὲ ποιὸν οὐδέ τι τῶν ἄλλων. ὅταν οὖν ‘ἄνθρωπός ἐστι’ φῶμεν μηδὲν προσθέμενοι ἕτερον, πῶς τὸ ἔστι κατὰ τοῦ ἀνθρώπου λέγεται; οὐσιωδῶς ἢ κατὰ συμβεβηκός; εἰ μὲν κατὰ συμβεβηκός, ἐνδέχεται καὶ μὴ εἶναι, καὶ οὐδὲν ἀφαιρούμενον τῷ ὑποκειμένῳ λυμαίνεται, ὥσπερ καὶ τὸν περιπατοῦντα μὴ περιπατεῖν ἐνδέχεται, καὶ εἰ μὴ περιπατεῖ, οὐ διὰ τοῦτο οὐκ ἔστιν2 ὃ κατ’ οὐσίαν ἐστίν. ἀλλ’ εἰ τοῦτο, ἔσται καὶ μὴ ὄν, καὶ ἡ ἀντίφασις ἀληθὴς ἐν ταὐτῷ κατ’ ἄμφω τὰ μόρια. εἰ δὲ ταῦτα ἀδύνατα, ἢ ὡς γένος ἔσται ἢ ὡς διαφορὰ ἢ ὡς εἶδος τὸ εἶναι καὶ τὸ ὂν καὶ τὸ ἐστὶ κατὰ πάντων κατηγορούμενον· ταῦτα γὰρ τὰ οὐσιωδῶς κατηγορούμενα παραδέδοται. ἀλλ’ εἰ μὲν ὡς γένος, κοινὸν ἔσται γένος ἁπάντων, καὶ οὐ δέκα αἱ πρῶται ἀρχαί, ἀλλὰ μία. ἀλλ’ εἴρηται ὅτι δέκα, καὶ οὐδὲν ἁπάσαις κοινὸν ἢ τοὔνομα μόνον, τὸ ὂν τυχὸν ἢ τὸ ἓν ἤ τι τοιοῦτον ἕτερον. εἰ δὲ μὴ γένος κοινόν, πολλοῦ γε δεῖ διαφορὰ ἢ εἶδος· ἐλάττω γὰρ ταῦτα καὶ ἐπ’ ἔλαττον τοῦ γένους ἀμφότερα. πῶς οὖν ἂν εἴη τοῦτο πάντων ἅμα κατηγορούμενον; Λέγεται μὲν οὖν ὡς οὔτε γένος οὔτε τι τῶν τοιούτων τὸ ὂν ἢ τὸ ἐστίν, ἀλλ’ οἰκείως κατηγορούμενον. καὶ ἔστι μὲν ἴσως ἀληθές, μέχρι δὲ τοσούτου λεγόμενον ἔοικεν ὡσπερεὶ τῷ ἀμβλώματι, μὴ τελείαν παριστῶν τοῦ θεωρουμένου τὴν διάπλασιν καὶ τὴν μόρφωσιν. δεῖ δὴ προσθεῖναί τι τῷ λόγῳ πρὸς τὴν τελείωσιν. τὸ μὲν οὖν ἁπλῶς ὂν καὶ οὐχ ὡς τόδε τι ὂν κυρίως ταύτην τὴν κλῆσιν ἔσχηκε, τῶν δὲ δέκα ἕκαστον οὐχ ὡς ἁπλῶς ὂν ἀλλ’ ὡς τόδε τι ὄν, ἤγουν ποιὸν ἢ ποσὸν ἢ πρός τι ἤ τις ἄλλη τῶν κατηγοριῶν, καὶ οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὂν τούτων ἕκαστον· καθ’ ἓν γὰρ ὄν, ὅ ἐστι, κατὰ τὰ λοιπὰ οὐκ ἔστιν. τὸ γὰρ τὶ ὡς οὐσία μέν ἐστιν, οὐχὶ δὲ καὶ ὡς ποσὸν καθ’ αὑτό, οὐδ’ ὡς ποιὸν ἤ τι ἄλλο, εἰ μήπου κατὰ συμβεβηκός, τῷ τι ἐκείνων ἐν ταὐτῷ συνελθεῖν αὐτῷ. πάντα γὰρ δὴ ταῦτα ἐκ τοῦ πρώτως ὄντος μετεσχηκότα τοῦ τε εἶναι καὶ τοῦ ὄντα λέγεσθαι οἰκείως ἑαυτῷ ἕκαστον αὐτῶν τὴν κλῆσιν ταύτην ἀπομερίζεται, τὸ μὲν ὡς οὐσία, τὸ δ’ ὡς ποσόν, τὸ δ’ ἄλλο τι· πᾶν γὰρ τὸ μετέχον οἰκείως ἑαυτῷ μετέχει τῆς τοῦ μετεχομένου φύσεως. οἰκείως οὖν ἑκάστῳ ἐφαρμοζόμενον τὸ ὂν καὶ τὸ εἶναι καὶ τὸ ἐστὶν οἰκείως κατηγορούμενον λέγεται, καὶ οὔτε γένος οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιον οὔτε συμβεβηκός· ἀναιρουμένου δὲ τοῦ εἶναι ἀπό τινος αὐτῶν ἀναιρεῖται ἡ οἰκεία αὐτοῦ μετοχή, καθ’ ἣν τοῦ ὄντος μετέσχηκεν, ὥστε καὶ αὐτὸ ἐξ ἀνάγκης ἀνῄρηται τὸ εἶναι ἔχον ἐν τῷ μετέχειν τοῦ ὄντος, οὗ ἀναιρουμένου καὶ αὐτὸ ἐξ ἀνάγκης συναναιρεῖται. λέγεται δὲ ὁμώνυμος φωνὴ οὐχ ὡς ἔτυχεν, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνός, οἷς μετουσία οὐ μόνον φωνῆς τῆς αὐτῆς ἀλλά γε καὶ πράγματος. τὸ γὰρ ἰατρικὸν βιβλίον καὶ φάρμακον καὶ ὄργανον καὶ διαίτημα καὶ γυμνάσιον, ἐκ τοῦ αὐτοῦ λεγόμενα τῆς ἰατρικῆς3 τέχνης καὶ πρὸς τὸ αὐτὸ τέλος τὴν ὑγείαν συντείνοντα, οὐκ ὀνόματος μόνον ἀλλήλοις, ἀλλὰ καὶ πράγματος κεκοινώνηκεν, οἰκείως ἕκαστον ἑαυτῷ μετέχοντα τῆς ἰατρικῆς. ὅρα δὲ ὅτι καὶ ὁ Ἀριστοτέλης ἐνταῦθα μετὰ τῶν ὑπαρχόντων τοῖς πράγμασι τὸ ὂν συνέταξε, δηλῶν ὅτι οὐκ ὀνόματος μόνου κατὰ τὸ ὂν ἀλλὰ καὶ πράγματος κεκοινώνηκε.
“而且‘奇数’也属于每一个三。” 这是比主词更宽、但又不在属之外的事物的例子。因为即使奇数也属于非三的其他事物,例如五、七、九以及许多其他事物(所有这些事物的本性都绝不能被分割为在数上相等者,而完全被分割为不等者),但这些全都是数,没有任何奇数不是数。然而产生了一个疑难,这疑难或许不是针对当前所设定的论题,而是就其自身而言的,即:“存在”如何被说成属于某物或就某物被述说,或者确实“是”如何被如此说;因为它们彼此之间除了仅仅在词句的形式上有所不同之外,并无差异。这一点是显而易见的:因为当我们说“人是存在”,而后去掉“存在”而说“人是”时,并不会产生任何差别。这在其余述词的任何一个中都是看不到的;因为说某物是数量与单纯地说存在并不是同一回事,对于性质或其余任何事物来说也不是同一回事。那么,当我们未添加任何别的东西而单纯说“人是”时,“是”是如何就人被述说的?是实体性地,还是偶性地?如果作为偶性,他也有可能不存在,并且[存在的]被剥离完全不会损害主词,正如正在行走者也有可能不行走,即使他不行走,也不会因此就不是他在实体上所是的东西。但如果如此,他也将是非存在,矛盾对立将在同一事物上就双方肢而言皆为真。如果这些是不可能的,那么就一切事物被述说的“存在”、“是者”与“是”,要么作为属,要么作为种差,要么作为种;因为这些是作为实体性被述说者而被传授下来的。但如果作为属,就将存在一切事物的共通的属,第一原理就不是十个而是一个了。然而已经说过原理有十个,一切原理所共通的无非只是名称而已,也许是“存在”或“一”或别的某种此类事物。另一方面,如果不是共通的属,就绝谈不上是种差或种;因为这两者都比属更少,延展范围也比属更狭窄。那么,这又如何能同时就一切事物被述说呢?因此有人说,“存在”或“是”既不是属,也不是任何此类事物,而是固有地被述说的。这或许是真的,但仅说到这一步,就宛如流产的胎儿,并未呈现出所考察事物的完全塑造与成形。因此,必须为该论述增添某些内容以使其臻于完全。单纯的存在而非作为个别之物的存在,本义上获得了这一称谓;而十个范畴中的每一个都不是作为单纯的存在,而是作为个别的存在,即作为性质、数量、关系或范畴中的其他某种,且其中的每一项存在并不多于非存在;因为在作为某一所是的事物上是存在,在其余方面则不是存在。因为个别之物作为实体是存在的,但依其自身而言作为数量却并不存在,作为性质或其他事物也不存在,除非或许是偶性地,因为那些事物中的某种在同一事物中与它结合在一起。因为正是这一切事物从原初的存在者那里分有了存在以及被称为存在者,它们各自以适合于自身的方式分配了这一称谓:有的作为实体,有的作为数量,有的作为其他事物;因为一切分有者都以适合于自身的方式分有所分有者的自然本性。因此,适合于每一个事物而被应用着的“存在”、“处于存在”与“是”,被称为固有地被述说的,它既不是属,也不是种、种差、固有属性或偶性;而当存在从它们中的任何一个中被取消时,它分有存在的固有分有便被取消,从而那在分有存在中拥有其存在的自身也必然被取消,当存在被取消时,它自身也必然同时被取消。而它被称为同名异义的语词,并非出于偶然,而是作为由一而来的事物,在这些事物中不仅有相同语词的分有,而且有事物的分有。因为医学的书籍、药物、器械、节食疗法和体操,都是从医学这一同一技艺被述说,并朝向健康这一同一目的,所以它们彼此之间不仅共有名称,而且共有事物,各自以适合于自身的方式分有着医学。还要注意到,亚里士多德在这里将“存在”与属于诸事物的事物并置在一起,表明诸事物在“存在”上不仅共有了名称,而且共有了事物。
- 1.234ἔχει δὲ ἀπορίαν, εἰ καὶ μὴ πρὸς τὸ προκείμενον ἴσως ἀλλ’ αὑτὴν καθ’ αὑτήν, πῶς τὸ ὂν ὑπάρχειν τινὶ ἢ κατηγορεῖσθαί τινος λέγεται
主干短语 ἔχει ἀπορίαν(具有疑难)被插入让步分句 εἰ καὶ μὴ πρὸς τὸ προκείμενον ἴσως ἀλλ’ αὑτὴν καθ’ αὑτήν(即使或许并非针对前设论题而是就其自身而言)所打断,其后由间接疑问从句 πῶς τὸ ὂν ὑπάρχειν... λέγεται 充当 ἀπορία 的同位语说明其具体内容。
- 1.234καὶ οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὂν τούτων ἕκαστον· καθ’ ἓν γὰρ ὄν, ὅ ἐστι, κατὰ τὰ λοιπὰ οὐκ ἔστιν
短语 οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὂν(不比非存在更是存在 / 既是存在也是非存在)由后随的原因分句 καθ’ ἓν γὰρ ὄν, ὅ ἐστι, κατὰ τὰ λοιπὰ οὐκ ἔστιν(因为就作为某一所是的事物而言它是存在,但在其余方面则不是)提供解释,指每个范畴仅就其自身的一端而言是存在,而在其他各范畴的规定性上则并非存在。
- 1.234τὸ γὰρ ἰατρικὸν βιβλίον καὶ φάρμακον καὶ ὄργανον καὶ διαίτημα καὶ γυμνάσιον, ἐκ τοῦ αὐτοῦ λεγόμενα ... οὐκ ὀνόματος μόνον ἀλλήλοις, ἀλλὰ καὶ πράγματος κεκοινώνηκεν, οἰκείως ἕκαστον ἑαυτῷ μετέχοντα τῆς ἰατρικῆς
并列的中性名词主语(τὸ ἰατρικὸν βιβλίον καὶ φάρμακον καὶ ὄργανον...)接单数完成时谓语动词 κεκοινώνηκεν(中性复数主语接单数动词)。句末的分词短语中,中性复数分词 μετέχοντα 与分配性主语 ἕκαστον 构成整体与部分同位结构(schema kath' holon kai meros)。
