- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:183.1-184.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
随着亚里士多德转向搜寻在“是什么”中被述说之物的方法,注释者论述了科学如何模仿自然的秩序,并阐明了必然属于且比主词延展得更宽的述词的划分(超出属之外者与留在属之内者)。
" Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα, νῦν λέγωμεν." Ἐντεῦθεν ἡ πρόθεσις αὐτῷ τοῦ πῶς δεῖ ὁρισμὸν εὑρίσκειν ἀναγκαῖον τὰ μάλιστα τῇ ἀποδείξει τυγχάνοντα.1 ἡ μὲν γὰρ ὁριστικὴ μιμεῖται τὴν φύσιν τὰς οὐσίας τῶν πραγμάτων ἀποτελοῦσαν, ἡ δὲ ἀποδεικτικὴ μιμεῖται τὴν φύσιν τὰ συμβεβηκότα ταῖς οὐσίαις περιτιθεῖσαν εἰς ἐπικόσμησιν. ὥσπερ οὖν πρότεραι φύσει τῶν συμβεβηκότων αἱ οὐσίαι ὑπάρχουσιν, οὕτω δεῖ προηγεῖσθαι τοὺς ὁρισμοὺς τῶν ἀποδείξεων. διὰ τοῦτο καὶ κυρίως καὶ κατὰ πρῶτον λόγον ἀπόδειξις ἡ διὰ μέσου τοῦ ὅρου τὸ καθ’ αὑτὸ συμβεβηκὸς συμπεραίνουσα, ἡ δὲ ταύτης ἀνάπαλιν κατὰ δεύτερα μέτρα καὶ οὐ κυρίως ἀπόδειξις. προσφυῶς δὲ ἄγαν τὸ θηρεύειν τέθειται. ὡς γὰρ ἐν συγκεχυμένῃ τινὶ καὶ ἀφωτίστῳ ὕλῃ τε καὶ δασύτητι τῇ ἐκ τῆς γενέσεως ἀγνοίᾳ τὰ πράγματα συγκέκρυπται· ἰχνηλατῶν δὲ ὁ νοῦς ἐκ τῶν τῇ αἰσθήσει ἢ καὶ ἄλλως ληπτῶν ὡς ἰχνῶν, πρὸς τὴν τῶν οὐσιῶν κατάληψιν ἔρχεται. περὶ τοῦ ὁρισμοῦ δὲ εἰπεῖν προθέμενος, περὶ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἁπλῶς ποιεῖται τὸν λόγον. τῶν μὲν γὰρ ἐν τῷ τί ἐστι καὶ ὁ ὁρισμὸς καὶ τὸ γένος καθ’ ἑαυτὸ καὶ ἡ διαφορὰ μετὰ τοῦ γένους, ἀλλ’ ὁ μὲν ἐξισάζει, τὰ δ’ οὔ.2 ἐκεῖνα μὲν οὖν μέρη τοῦ ὁρισμοῦ, ὁ δ’ ἔστι συγκείμενος ἐξ αὐτῶν. θηρεύοντες οὖν τὰ γένη πρότερον, οὕτως ἐξ αὐτῶν κατὰ πρόοδον τὸ ὅλον εὑρίσκομεν συντιθέμενον. καὶ μιμεῖται οὕτω τὴν φύσιν ἡ ἐπιστήμη ἐκ τῶν ἀτελῶν τε καὶ κοινοτέρων ἐπὶ τὰ τελειότερα προϊοῦσαν καὶ εἰδικώτερα. αὐτή τε γὰρ ἡ φύσις ἐν ταῖς γενέσεσι τὸ ὡς ὕλην ἀεὶ πρότερον τοῦ μετ’ αὐτὸ ὑποτίθησιν, ἐπιφέρει δὲ κατὰ προκοπὴν τὰ εἰδητικώτερα, ἔστ’ ἂν εἰς αὐτὸ τέλειον καταντήσῃ τὸ προτεθέν, ἥ τε ἐπιστήμη τὰ γενικώτερα πρότερον εὑρίσκουσα ἐπὶ τὰ εἰδικώτερα πρόεισιν, ἔστ’ ἂν τελευταῖον τὸ τέλειον εἶδος καὶ τὸν λόγον ἀποδώσει τοῦ προκειμένου.
“那么,应当如何搜寻在‘是什么’中被述说的事物,现在让我们来谈论。” 从这里起,他的主旨转向应当如何发现定义,而定义恰好对于论证而言是极其必然的。因为定义术模仿生成诸事物实体的自然,而论证术则模仿将偶性附于实体以作修饰的自然。因此,正如实体在自然本性上先于偶性而存在,定义也必须先于论证。正因如此,通过作为中项的定义推导出本性偶性的,才是本义上且按第一义而言的论证,而与此相反的,则是依第二等规准且非本义的论证。“搜寻”一词用得极其恰当。因为事物正如在某种混乱且无光的林木与荒莽中那样,被隐藏在源于生成的无知之中;而理智从依感觉或依其他方式可被把握的事物出发,如同循着足迹追踪一般,达到对实体的领悟。然而,他虽打算谈论定义,却只是泛泛地论及在“是什么”中被述说的事物。因为在“是什么”之列的,既有定义,也有其自身的属,以及与属在一起的种差,但定义是等延的,其他各项则不是。因此,那些是定义的部分,而定义是由它们构成的。所以我们先搜寻诸属,然后循着推进的顺序发现由它们构成的整体。科学由此模仿自然,从不完全且更共通的事物迈向更完全且更具种性的事物。因为自然自身在生成中总是将作为质料的事物置于其后者的先在基础,并循序渐进地施加更具形相性的事物,直至所设立者达到其自身的完全;科学也是先发现更属性的事物,而后迈向更具种性的事物,直至最终给出所考察事物的完全形相与说明方式。
"Τῶν δὴ ὑπαρχόντων ἀεὶ ἑκάστῳ ἔνια ἐπεκτείνει ἐπὶ πλέον." Τὸ ἀεὶ ἐνταῦθα ὡς τὸ ἐξ ἀνάγκης δεῖ νοεῖν. ἐξ ἀνάγκης δὲ κυρίως ὑπάρχουσι τὰ μήτε ἐνεργείᾳ μήτε ἐπινοίᾳ χωρίζεσθαι δυνάμενα· ταῦτα δέ ἐστι τὰ οὐσιωδῶς ὑπάρχοντα, ταὐτὸν δὲ εἰπεῖν τὰ εἰς τὴν τῆς οὐσίας συμπλήρωσιν συμβαλλόμενα ἢ καὶ αὐτὸ τὸ εἶδος τοῦ πράγματος· τῶν γὰρ ἀεὶ καὶ τοῦτό ἐστιν. οὐ πάντα οὖν, φησί, τὰ οὕτως ὑπάρχοντα ἐξισάζοντά ἐστι πρὸς τὸ ὑποκείμενον, ἀλλ’ ἔστιν ἃ καὶ ὑπερτείνει καὶ ἐπὶ πλέον αὐτοῦ ἐστι.
“而在始终属于每一项的事物中,有些则延展得更宽。” 此处的“始终”必须理解为“必然”。严格地说,无论是现实上还是思想上都不可分离的事物,才是必然属于的;这些也就是实体性地属于的事物,换言之,即有助于实体的充实完满的事物,或者正是该事物自身的形相;因为这也是属于“始终”的事物之一。因此他说,并非所有以此种方式属于的事物都与主词等延,而是有些事物也超出了主词且比它更宽。
"Λέγω δὲ ἐπὶ πλέον ὑπάρχειν." Ἑρμηνεύει τὸ ἐπὶ πλέον. ἐκεῖνα, φησί, λέγω ἐπὶ πλέον, ὅσα ὑπάρχει μὲν καθόλου τισίν, οὐ μόνοις δὲ αὐτοῖς, ἀλλὰ καὶ ἑτέροις ἔξωθεν οὖσιν αὐτῶν. εἰπὼν δὲ ταῦτα διαίρεσιν τῶν ἐπὶ πλέον ποιεῖται τιθεὶς καὶ τῶν λεγομένων σαφῆ παραδείγματα.
“我说属于得更宽,是指。” 他阐释了“更宽”。他说,我所说的“更宽”,是指那些全称地属于某些事物,但不仅属于它们,而且也属于在它们之外的其他事物者。在说了这些之后,他便对更宽的事物作了划分,并就所言之事给出了清晰的例证。
"Οἷον ἔστι τι ὃ πάσῃ τριάδι ὑπάρχει, ἀλλὰ καὶ μὴ τριάδι, ὥσπερ τὸ ὂν ὑπάρχει τῇ τριάδι, ἀλλὰ καὶ μὴ ἀριθμῷ.3" Διαιρεῖ δὴ τὰ ὑπάρχοντα ἐπὶ πλέον εἰς τὰ ἔξω τοῦ γένους καὶ εἰς τὰ μὴ ἔξω. πρότερον μὲν γὰρ εἰς τὰ ὑπερτείνοντα καὶ μὴ ὑπερτείνοντα τὴν διαίρεσιν ἐνέφαινε, νῦν δὲ ὑποδιαιρεῖ τὰ ὑπερτείνοντα εἰς τὰ ἔξω τοῦ γένους καὶ μή. λαβὼν γὰρ τὴν τριάδα ὡς ὑποκείμενόν φησιν αὐτῇ ὑπάρχειν τὸ ὄν· τοῦτο δὲ ὑπερτείνει οὐ μόνον τὴν τριάδα, ἀλλὰ καὶ τὸ γένος αὐτῆς τὸν ἀριθμόν. πολλὰ γὰρ ὄντα μέν, ἀλλ’ οὐχὶ καὶ ἀριθμοί, οἷον ἄνθρωπος, ἵππος, ψυχή, νοῦς, τρίπηχυ καὶ πλεῖσθ’ ἕτερα.
“例如有某种东西属于每一个三,但也属于非三,正如‘存在’属于三,但也属于非数。” 他于是将属于得更宽的事物划分为超出属之外的与不超出属之外的。因为先前他表明了划分为超出者与不超出者,而现在他将超出者进一步细分为超出属之外的与未超出者。因为他把三取为主词,说“存在”属于它;而这不仅超出了三,甚至超出了它的属即数。因为有许多事物虽是存在,但并不是数,例如人、马、灵魂、理智、三肘以及极多别的事物。
- 1.230τοῦ πῶς δεῖ ὁρισμὸν εὑρίσκειν ἀναγκαῖον τὰ μάλιστα τῇ ἀποδείξει τυγχάνοντα
由带冠词属格从句(τοῦ + 间接疑问从句)构成的说明结构,依存于名词 πρόθεσις(意图/主旨)。分词 τυγχάνοντα 为阳性宾格单数,修饰不定式 εὑρίσκειν 的宾语 ὁρισμόν(“对于论证而言极其必然的定义”)。
- 1.230τῶν μὲν γὰρ ἐν τῷ τί ἐστι καὶ ὁ ὁρισμὸς καὶ τὸ γένος καθ’ ἑαυτὸ καὶ ἡ διαφορὰ μετὰ τοῦ γένους, ἀλλ’ ὁ μὲν ἐξισάζει, τὰ δ’ οὔ
τῶν ἐν τῷ τί ἐστι 为部分属格,省略了系动词 ἐστί(“在‘是什么’之列的有……”)。接下来的对比中,ὁ μὲν ἐξισάζει 的主语是 ὁ ὁρισμός(“定义是等延的”),而中性复数 τὰ δ’ οὔ 则指代属与种差。
- 1.233ἀλλὰ καὶ μὴ ἀριθμῷ
与前面的 ὑπάρχει τῇ τριάδι 对应的与格结构。结合否定词 μή,ἀριθμῷ 作为谓词 ὑπάρχει 的补足语(“属于非数者”),是 μὴ ἀριθμῷ ὄντι τινί 的紧缩省略表达。
