- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:181.33-182.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉修解释了种差与属相结合后便在“是什么”中被述说,且原初结合构成了事物的事实(实质)。随后他注疏了Bekker 96a20处的概括句,回顾了定义作为论证中项的地位及三种正当的定义方式,并探讨了“在各个项中被给出”的两种理解(三段论的项还是诸定义)。
τὸ οὖν λογικὸν ὡς μὲν λογικότης ποιότης ἐστὶ καὶ ἐν τῷ ὁποῖόν τί ἐστι τοῦ ἀνθρώπου κατηγορεῖται· λογικὸν γὰρ ὁ ἄνθρωπος ὡς μετέχων λογικότητος, ὡς καὶ λευκὸν ὁ κύκνος ὅτι μετέχει λευκότητος· ὡς δέ γε ζῷον τὸ λογικὸν γένος ἐστὶ1 καὶ ἐν τῷ τί ἐστι λέγεται. ‘τί ἐστι’ γὰρ ‘ἄνθρωπος;’ τινὸς ἐρωτήσαντος, ὁ ζῷον εἰπὼν λογικὸν οὐκ ἀπροσφυῶς ἀποκέκριται. καὶ ἑκάστη τῶν διαφορῶν οὕτως, ἐπεὶ καὶ ὁ ὁρισμὸς τὸ γένος ἔχων καὶ τὰς διαφορὰς ἐξ ὧν σύγκειται, οὐ πῇ μὲν ἐν τῷ τί ἐστι διὰ τὸ γένος πῇ δ’ ἐν τῷ ὁποῖόν τί ἐστι διὰ τὰς διαφορὰς ἀποδίδοται, ἀλλ’ ὅλος ἐν τῷ τί ἐστιν, ὡς γένους οὔσης ἑκάστης διαφορᾶς, ἐπεὶ τῷ γένει συνείληπται, πασῶν δὲ μετὰ τοῦ γένους ὁρισμοῦ,2 ὡς τούτου ὄντος τοῦ εἴδους, ὃ τὸ ἅπαν δηλοῖ πρῶτον σύνθημα. τοῦτο τοίνυν τὸ πρῶτον σύνθημα, ὃ κατὰ πρόοδον γίνεται τὴν ἀπὸ τοῦ περιεκτικωτέρου ἐπὶ τὰ μερικώτερα, ἡ οὐσία ἐστὶν ἐξ ἀνάγκης τοῦ πράγματος. ἐπεὶ γὰρ ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συνέστηκε μόνῳ τε ἁρμόζει τῷ πράγματι πρώτως, οὐδὲν ἄλλο ἐστὶν ἢ οὐσία τοῦ πράγματος, ᾧ μόνῳ ἐφαρμόζον ἐν τῷ τί ἐστι περὶ αὐτοῦ λόγος ὢν ἀποδίδοται· ταῦτα γὰρ ἴδια τοῦ τί ἦν εἶναι. Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται, καὶ τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμός ἐστιν αὐτοῦ ἢ οὐκ ἔστιν, εἴρηται πρότερον. μετὰ τὸν περὶ τῶν αἰτίων λόγον ἐπανελθεῖν αὖθις βουλόμενος εἰς τὸν ὁρισμὸν ἕτερά τε προσθεῖναι περὶ αὐτοῦ ἐφ’ οἷς πρότερον εἴρηκε, μέθοδόν τε παραδοῦναι πῶς δεῖ εὑρίσκειν τοὺς ὁρισμούς, ἐπαναλαμβάνει κεφαλαιωδῶς ὅσα περὶ αὐτοῦ φθάσας ἔδειξεν, ὅτι τε μέσος ὅρος οὗτος τίθεται ἐν ταῖς ἀποδείξεσι, καὶ ὅτι ἀπόδειξις μὲν οὐκ ἔστιν αὐτοῦ, ὥστε δείκνυσθαι δι’ αὐτῆς ὅτι οὗτος ὁ λόγος τοῦδε τοῦ πράγματος ὁρισμός ἐστι, κατὰ συμβεβηκὸς δὲ ἀναφαίνεται ἐν τῇ ἀποδείξει μέσον ὅρον λαμβανούσῃ τὸ ὡς εἶδος τοῦ πράγματος αἴτιον. καὶ ὅτι ὁρισμὸς αὐτοῦ ὁ μὲν κατὰ τοὔνομα λαμβανόμενος εἰ καὶ δόξει ἴσως τινὶ εἶναι ὁρισμός, ἀλλά γε οὐκ ἔστι κατὰ ἀλήθειαν, ὁ δὲ κατὰ τοὺς ἑτέρους τρεῖς τρόπους ἐστίν, ὅ τε λέγων λόγος τοῦ τί ἐστιν ἀναπόδεικτος, καὶ ὁ λέγων συλλογισμὸς τοῦ τί ἐστι πτώσει διαφέρων τῆς ἀποδείξεως, καὶ ὁ λέγων τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα. τὸ δὲ πῶς τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται διττῶς ἔστιν ἐκλαβεῖν·3 ἢ γὰρ ὅτι ποῦ ἐν τοῖς ὅροις τῆς ἀποδείξεως τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς τάττεται, καὶ ποῖος τόπος αὐτῷ ἀπονέμεται (καὶ εἴρηται ὅτι ἐν μέσῳ τάττεται), ἢ ὅτι πῶς τοὺς ὁρισμοὺς ὁριζόμεθα. τὸ γὰρ τί ἐστιν ὁ ὁρισμός ἐστι, καὶ τὸ ἀποδίδοσθαι τὸ τί ἐστιν εἰς τοὺς ὁρισμοὺς οὐκ ἔστιν ἄλλο ἢ τὸ ὁρίζεσθαι τοὺς ὁρισμούς. καὶ δόξειεν ἂν κατὰ ταύτην τὴν ἐκδοχὴν ὁ Ἀριστοτέλης ταυτολογεῖν, διότι καὶ ἑξῆς τὸ αὐτὸ λέγων φαίνεται· τὸ γὰρ ἢ ὁρισμός ἐστιν αὐτοῦ ἢ οὐκ ἔστι ταὐτὸν δύναται τούτῳ. ἀλλ’ ἔστιν εἰπεῖν ὡς πρῶτον ἀθρόον εἰπών, πῶς τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται, ἐφερμηνεύει διὰ τῶν ἑξῆς τὸ ῥηθέν, ἤγουν τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμός ἐστιν αὐτοῦ ἢ οὐκ ἔστιν, ἵν’ ἡ μὲν ἀπόδειξις διὰ τοὺς συλλογιστικοὺς ὅρους λέγοιτο ὡς ἔστιν αὐτοῦ ἀπόδειξις, μέσου τιθεμένου τοῦ ὁρισμοῦ ἐν τοῖς ὅροις τῆς ἀποδείξεως, ὁρισμὸς δὲ αὐτοῦ ὡς ἔστι μὲν κατὰ τοὺς τρεῖς τρόπους, κατὰ δὲ τὸν ἕνα οὐκ ἔστι.
因此,“理性的”作为理性是一种性质,并且在人的“怎样”中被述说;因为人之所以是理性的,是作为分有理性而言,正如天鹅之所以是白色的,是因为它分有白一样;但作为动物,“理性的”是属的,且在“是什么”中被述说。因为当有人问“什么是人?”时,说“理性的动物”的人并未回答得不恰当。每一项种差也是如此,因为定义包含着属以及构成它的诸种差,它并非由于属而在某一方面于“是什么”中被给出,又由于种差在另一方面于“怎样”中被给出,而是整体在“是什么”中被给出的,这是因为由于每一项种差与属一同被统摄,它便是属的,且所有的种差与属一同构成了定义,因为这就是全部原初结合所揭示的种。那么,这一按照从更具包容性者向更具部分性者的推进而产生的原初结合,必然就是该事物的实质。因为既然它由在“是什么”中被述说的事物构成,并且原初地仅适合于该事物,那么它就不是别的,正是该事物的实质,它仅适合于该事物,作为关于该事物的说明方式在“是什么”中被给出;因为这些正是“本质”所固有的。“那么,‘是什么’是如何在各个项中被给出的,以及以何种方式存在或不存在关于它的论证或定义,在此前已被论及。”在关于原因的论述之后,他希望再次回到定义,并在他此前所论述的内容之上补充关于定义的其他内容,并传授一种关于应当如何发现定义的方法,因此他概要地重述了他预先关于定义所展示的一切:即这一定义在诸论证中被置为中项,且并不存在关于它的论证使得通过该论证能够表明该说明方式是该事物的定义,但它在将事物的形式因作为中项而采用的论证中附带地显现出来;又表明关于它的定义,那依名称而取得的定义纵使或许在某人看来是定义,但在真理上却并非如此,而依照其余三种方式的定义则是真正的定义(即说“关于‘是什么’的不可论证的说明方式”者、说“与论证在语形变化上有所区别的关于‘是什么’的推论”者、以及说“关于‘是什么’的论证的结论”者)。而“‘是什么’是如何在各个项中被给出的”可以有两种理解方式:或者是指在论证的诸项中,“是什么”与定义被安置在何处,以及何种位置被分配给它(且已经说明它被安置在中项);或者是指我们如何定义诸定义。因为“是什么”就是定义,而“‘是什么’在诸定义中被给出”不外乎就是“定义诸定义”。依照后一种理解,亚里士多德或许显得在同义反复,因为他在下文中似乎说着完全相同的事情;因为“或者存在或者不存在关于它的定义”与此具有相同的效力。但我们可以说,他在首先总体地说了“‘是什么’是如何在各个项中被给出的”之后,便通过下文阐明了所说的话,即“以何种方式存在或不存在关于它的论证或定义”,以便“论证”是因三段论诸项而被言说的,意指当定义在论证诸项中被置为中项时存在关于它的论证;而关于它的“定义”则是被言说的,意指它依三种方式存在,但依那一种方式则不存在。
- 1.229ὡς δέ γε ζῷον τὸ λογικὸν γένος ἐστὶ
主词承接前句仍为 τὸ λογικόν(“理性的”),ὡς δέ γε ζῷον(“但作为动物”)与前句的 ὡς μὲν λογικότης(“作为理性”)相对;表语名词 γένος 在此并非严格指层级上的“属”,而是指“具有属的性质的”或“实体性的”(属于属/本质的范畴),与前一分句中作为单纯性质(ποιότης)的理性(λογικότης)相对立。
- 1.229ὡς γένους οὔσης ἑκάστης διαφορᾶς, ἐπεὶ τῷ γένει συνείληπται, πασῶν δὲ μετὰ τοῦ γένους ὁρισμοῦ
两个属格绝对结构在此并列。在后半句 πασῶν δὲ μετὰ τοῦ γένους ὁρισμοῦ 中,分词 οὐσῶν 在 πασῶν 之后被省略,并统辖表语名词 ὁρισμοῦ,应理解为“所有种差与属一同[存在而成为]定义”。
- 1.229τὸ δὲ πῶς τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται διττῶς ἔστιν ἐκλαβεῖν
名词化分句 τὸ πῶς... ἀποδίδοται 作为宾语(或主题)置于句首,受 διττῶς ἔστιν ἐκλαβεῖν(“可以有两种理解”)支配。随后的 ἢ γὰρ ὅτι... ἢ ὅτι... 则详细对比了 ὅροι(项/定义)的两种含义(三段论的诸项,还是定义本身)。
