← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§180.25-181.33

通过综合本质述词构造定义的方法

欧斯特拉提乌斯注解了亚里士多德在《后分析篇》卷二第13章(96a20)中提出的构造定义的划分与综合方法,阐明了如何选取属于属之内的“是什么”述词加以结合从而构成与被定义项换位的定义,并探讨了种差是否在“是什么”中被述说的难点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.229#1

" Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται." Τῶν αἰτίων τετραχῇ διαιρουμένων εἰς ὑλικόν, εἰδικὸν ποιητικόν τε καὶ τελικόν, καὶ τούτων ἑκάστου μέσου λαμβανομένου καὶ τὴν ἀπόδειξιν ἀπαρτίζοντος, ἐπεὶ ὁ ὅρος τῶν λοιπῶν μέσων τῇ ἀποδείξει ἐστὶν ἁρμοδιώτατος μάλιστα, ὡς ἐξ ἀρχῆς εἴρηται, τούτου ἕνεκα καὶ τὸν περὶ τούτου λόγον πλείονα ἐν τῷ παρόντι βιβλίῳ πεποίηται, πρό τε τῶν λοιπῶν αἰτίων πολλὰ περὶ αὐτοῦ εἰρηκὼς καὶ νῦν αὖθις μετὰ τὸ εἰπεῖν περὶ τῶν αἰτίων ἁπάντων ἰδίως περὶ αὐτοῦ προστιθεὶς ἕτερα. ἐπειδὴ τοίνυν ἔλεγε πρότερον μήτε δι’ ἀποδείξεως τὸν ὅρον μήτε μὴν ὅλως διὰ συλλογισμοῦ, ἀλλ’ ἐν ἀποδείξει εὑρίσκεσθαι μέσον ἐν αὐτῇ λαμβανόμενον, ἔδει δέ τινος μεθόδου ἡμῖν, δι’ ἧς τὸν ὅρον εὑρήσομεν τῇ ἀποδείξει τὰ μάλιστα χρησιμεύοντα καὶ ὑπὲρ τὰ λοιπὰ τῶν αἰτίων εἴδη οἰκειότατόν τε καὶ ἀναγκαιότατον αὐτῇ ὑπάρχοντα, ταύτην νῦν ἡμῖν τὴν μέθοδον παραδίδωσιν,1 ἁπλῶς τε τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα πάντα πῶς θηρεύεται διδάσκων, κἀκ τῆς τούτων ποιᾶς συνθέσεως τὸν ὅρον ἀποτελῶν, ἓν μὲν καὶ αὐτὸν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ὑπάρχοντα, ἔχοντα δέ τι ἴδιον παρὰ τὰ ἄλλα τὸ πρὸς τὸ ὑποκείμενον ἀντιστρέφειν, μηδενὶ ἑτέρῳ ἢ ἐκείνῳ ἐφαρμόζοντα καὶ τὴν οὐσίαν ἐκείνου δηλοῦντα. φησὶ τοίνυν ὅτι τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τὰ μὲν οὕτως ἔχει, ὡς καὶ τὸ γένος ὑπερτείνειν, εἰς ὃ τὸ ὑποκείμενον ἀναφέρεται, τὰ δ’ οὕτως, ὡς αὐτοῦ ὑπάρχειν ἐντός. οἷον εἰ τριὰς τὸ προκείμενον εἴη, οὗ δεῖ τὸν ὅρον εὑρεῖν, ταύτης ἐν τῷ τί ἐστι τὸ ὂν τε καὶ τὸ περιττὸν κατηγορεῖται· ἀλλὰ τὸ μὲν ὂν ὑπάρχει καὶ ἄλλοις ἃ μὴ ἀριθμοί εἰσιν, ὥστε καὶ ὑπερτείνει τὸν ἀριθμόν, ὑφ’ ὃν ὡς γένος ἀναφέρεται ἡ τριάς, τὸ δὲ περιττὸν οὐδενὶ ὃ μὴ ἀριθμός ἐστιν. ἐκεῖνα μὲν οὖν οὐκ ἐκλεκτέον, ὅσα τὸ γένος ὑπερβαίνει, ταῦτα δέ γε ὅσα τοῦ γένους ὄντα ἐντὸς ἐν τῷ τί ἐστι τοῦ προκειμένου κατηγορεῖται, αὐτοῦ μὲν ἐπὶ πλέον ὑπάρχοντα, ἀλλ’ οὐχὶ καὶ τοῦ γένους. ληπτέον δὴ τὰ τοιαῦτα ἐπὶ τοσοῦτον, ἕως ἂν πρώτη γένηται σύνθεσις, ἧς ἕκαστον μὲν μόριον ἐπὶ πλέον ἔσται τοῦ προκειμένου, οὐ μὴν καὶ τὸ ἅπαν σύνθημα. πρώτην δὲ λέγει σύνθεσιν, εἰς ἣν προϊόντες λόγον ἤδη ἔσχομεν πρὸς τὸ ὁριστὸν ἀντιστρέφοντα, ὡς εἶναι τὰ ἐπέκεινα ταύτης παρέλκοντα, αὐτάρκους οὔσης αὐτῆς πρὸς ἀποπλήρωσιν ὁρισμοῦ· οἷον ἐπὶ τοῦ ἀνθρώπου ἐκλεγόμεθα τὰ μὴ τὸ ζῷον ὑπερβαίνοντα τῶν κατηγορουμένων, τὸ λογικόν, τὸ θνητόν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· καὶ ταῦτα τῷ γένει συντιθέντες ὅταν πάντα ἐπεξέλθωμεν, παραγινόμεθα πρώτως εἰς σύνθεσιν, ἥτις πρὸς τὸ ὁριστὸν ἀντιστρέφει. οὐκέτι οὖν ἑτέρας προσθήκης δεόμεθα, ἵνα τυχὸν τὸ γελαστικὸν ἢ τὸ δίπουν ἤ τι ἄλλο τῶν κατηγορουμένων ἐν τῷ τί ἐστι προστεθῇ. Ἀπορήσειε δ’ ἄν τις, πῶς τὰς διαφορὰς ἐν τῷ τί ἐστι κατηγορεῖσθαί φαμεν, καίτοι διαφερούσας τοῦ γένους μάλιστα, τῷ ἐκεῖνο μὲν ἐν τῷ τί ἐστι, ταύτας δὲ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖσθαι. ἢ αἱ διαφοραὶ καθ’ ἑαυτὰς μὲν ὡς ποιότητες λαμβάνονται2 καὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται, μετὰ δὲ τοῦ γένους συνειλημμέναι γένη τέ εἰσι, καὶ ἐν τῷ τί ἐστι λέγονται.

“那么,‘是什么’是如何在各个项中被给出的。” 由于原因被四重地区分为质料因、形式因、动力因与目的因,且它们中的每一者都被作为中项采用并使论证得以完备,又由于定义正如从一开始所说的那样,比其余的中项最适合于论证,因此他在本卷中对关于定义的论述着墨更多,不仅在其余原因之前就论述了关于它的诸多内容,而且如今在谈论了所有原因之后,又特别地就它补充了其他内容。既然他此前说过,定义既不是通过论证被发现的,也根本不是通过推论被发现的,而是在论证中作为其中的中项被采用而被发现的,且我们需要某种方法,通过它我们将找到对于论证最有助益、且超出其余原因种类而对于论证最本真、最必然的定义,那么他现在就把这种方法传授给我们,教导人们普遍地如何寻索所有在“是什么”中被述说的事物,并由这些事物的某种结合构成定义——定义自身虽也是在“是什么”中被述说的事物之一,但它具有超出其余事物的一种独特性质,即与主词换位,它不适合于除该主词之外的任何其他事物,且揭示该主词的实质。因此他说,在“是什么”中被述说的事物中,有些是这般的,以致它们甚至超出了主词所归属的属;而另一些则是这般的,以致它们处于该属之内。例如,如果应当寻得其定义的设定对象是“三”,那么“存在”与“奇”都在“是什么”中述说于它;但“存在”也属于其他不是数的事物,以致它甚至超出了作为属而为三所归属的“数”,而“奇”则不属于任何不是数的事物。因此,凡是超出属的事物都不应当选取,而应当选取那些处于属之内、在设定对象的“是什么”中被述说、外延虽广于该对象自身但并不广于该属的事物。确实应当获取这类事物,直至达到原初结合,其各个部分的外延都将广于设定对象,但整个复合物的外延却绝不会如此。他所谓的“原初结合”,是指我们按顺序推进而已经获得了一种与被定义项换位的说明方式,以致超出它的事物都是多余的,因为这种结合本身对于定义的完满实现而言已是充分的。例如就人而言,我们在述词中挑选不超出动物的事物,即“理性的”、“会死的”、“能接受理智与知识的”;当我们把这些与属相结合并穷尽这一切时,我们便原初地到达了一种与被定义项换位的结合。因此我们不再需要其他的增补,仿佛还应当把“能发笑的”或“双足的”或在“是什么”中被述说的任何其他事物增补进去似的。有人可能会提出疑问:我们怎能说种差是在“是什么”中被述说的呢?尽管种差与属有极大差异,在于属是在“是什么”中被述说,而种差是在“怎样”中被述说。抑或[应当说],种差就其自身而言是被作为性质来理解并是在“怎样”中被述说的,但与属一同被统摄时,它们既是属,又在“是什么”中被述说?

语法注2 条
  1. 1.229ἐπειδὴ τοίνυν ἔλεγε πρότερον ... ταύτην νῦν ἡμῖν τὴν μέθοδον παραδίδωσιν

    该句的句法骨架由从句 ἐπειδὴ τοίνυν ἔλεγε πρότερον... ἔδει δέ...(“既然他此前说过……且需要……”)与主句 ταύτην νῦν ἡμῖν τὴν μέθοδον παραδίδωσιν(“他现在把这种方法传授给我们”)构成。ἔδει δέ 中的 δέ 在由 ἐπειδή 统领的原因从句内部起并列连接作用,主句自 ταύτην 展开。

  2. 1.229ἢ αἱ διαφοραὶ καθ’ ἑαυτὰς μὲν ὡς ποιότητες λαμβάνονται

    小词 ἤ 用于引出对紧接在前的疑难(Ἀπορήσειε δ’ ἄν τις...,“有人可能会提出疑问……”)的解答或解决案,意为“抑或/毋宁说[应当认为……]”,后文通过 μέν...δέ... 区分了种差就自身而言(作为性质)与同属一起被考量时的不同情况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:180.25-181.33