← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§179.26-180.24

大多如此之事的证明中之中项与前提

注解亚里士多德《后分析篇》96a9–17,阐明在大多如此的事物的论证中,中项与前提(原初原理)必然也是大多如此的,并通过归谬法与字母抽象推演对此加以解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.226

" Τὰ δὲ ἀεὶ μὲν οὔ, ὡς ἐπὶ πολὺ δέ." Εἰς δύο διελὼν τὰ ἀποδεικτά, εἴς τε τὰ καθόλου καὶ τὰ ὡς ἐπὶ τὸ πολύ, ἐπὶ μὲν τῶν καθόλου οὔτε παραδείγματα τέθεικεν οὔτε περὶ μέσου τι εἴρηκεν, ὡς δῆλον ὂν1 ὅτι ἀναγκαῖόν τε καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ μέσον ἐπὶ πάντων. ἐπὶ δὲ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ παράδειγμα τέθεικε καὶ περὶ τοῦ μέσου ἱκανῶς εἴρηκε δεικνύων ὡς καὶ οὗτος ὡς ἐπὶ τὸ πολύ· ᾠήθη γὰρ ἄν τις ὡς ἀποδεικτικὸς ὢν καὶ ἐπιστημονικὸς ὁ μέσος ἕξει ὡσαύτως ἀεί. διὰ τοῦτο δι’ ἀδυνάτου δείκνυσιν ὡς ἐπὶ τὸ πολὺ ὄντα καὶ αὐτὸν ἐπὶ τῶν τοιούτων, καὶ τοῦτο ἐπὶ στοιχείων ἐμφαίνων ὡς καθόλου τοῦτο, ἀλλ’ οὐκ ἐπί τινων μὲν ἐπί τινων δ’ οὔ. παράδειγμα μὲν γὰρ εἴληφε πρὸς μόνην σαφήνειαν, τὴν δέ γε δεῖξιν καθόλου πεποίηται.

“然而,另一些事物不是总是如此,而是大多如此。” 在将应受论证的事物区分为普遍的事物与大多如此的事物这两类之后,关于普遍的事物,他既没有举出例证,也没有就中项谈论什么,因为中项在一切情况下都是必然的且总是以同样方式保持着,这是显而易见的。但关于大多如此的事物,他既举出了例证,又就中项作了充分的论述,表明中项也是大多如此的;因为有人可能会认为,中项既然是具有论证性和科学性的,就会总是以同样方式保持着。为此,他通过归谬法表明在这些事物中中项自身也是大多如此的,并且用字母来阐明这一点,以表明这是普遍适用的,而非在某些情况下如此而在另一些情况下不如此。因为他选用例证仅仅是为了清晰,而论证本身则是普遍地作出的。

§1.227

"Εἰ γὰρ τὸ Α κατὰ τοῦ Β καθόλου κατηγορεῖται." Τὸ καθόλου ἐνταῦθα οὐχ ὡς ἐν τοῖς Πρώτοις ἀναλυτικοῖς φησιν, ἀλλ’ ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ παραδέδωκεν· οὐ γὰρ μόνον τὸ κατὰ πάντων τῶν μερῶν τοῦ ὑποκειμένου τὸ κατηγορούμενον λέγεσθαι, ἀλλὰ καὶ τὸ καθ’ αὐτὸ καὶ ἀεί. ἔστω οὖν, φησί, τὸ ΑΓ συμπέρασμα ὡς ἐπὶ τὸ πολύ· λέγω ὅτι καὶ ὁ μέσος ὡς ἐπὶ τὸ πολύ ἐστιν, ὡς εἶναι καὶ τὰς προτάσεις ὡς ἐπὶ τὸ πολύ· κατὰ γὰρ τὴν τοῦ μέσου πρὸς τὰ ἄκρα σχέσιν καὶ αἱ προτάσεις. εἰ γὰρ μή, ἔστω καθόλου ὁ μέσος καὶ αἱ προτάσεις ὡσαύτως, καὶ λεγέσθω τὸ Α ὁ μείζων ὅρος καθόλου τοῦ Β τοῦ μέσου, καὶ τὸ Β καθόλου τοῦ Γ. ὅμοιον δὴ ἔσται καὶ τὸ συμπέρασμα ταῖς προτάσεσιν, οὐ κατὰ τὸ ποιὸν τῶν προτάσεων μόνον, ἀλλὰ δὴ καὶ κατὰ τὴν ὕλην· ὥστε καὶ τὸ Α καθόλου τοῦ Γ. ἀλλ’ ὑπέκειτο ὡς ἐπὶ τὸ πολύ. πῶς οὖν τὸ αὐτὸ καὶ ὡς ἐπὶ τὸ πολὺ καὶ καθ’ αὑτὸ καὶ ἀεί; τοῦτο γὰρ ἀδύνατον. ὥστε κἀκεῖνο ἀδύνατον ᾧ τεθέντι τὸ ἀδύνατον ἠκολούθησεν. ἦν δὲ τοῦτο τὸ λέγειν τὸ μέσον καθόλου εἶναι, τοῦ συμπεράσματος ὄντος ὡς ἐπὶ τὸ πολύ. ἔσται ἄρα τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ὁ μέσος τοιοῦτος.

“因为如果Α普遍地述说于Β。” 他在这里所说的“普遍”,不是如在《前分析篇》中所说的,而是如他在本书前一卷中所传授的那样;因为这不仅是述词述说于主词的一切部分,而且也是就其自身且总是如此述说。因此他说,假定结论ΑΓ是大多如此的;我说中项也是大多如此的,从而前提也是大多如此的;因为前提也是依照中项对两端项的关系而定的。若不然,假定中项是普遍的,前提同样也是如此,且让大项Α普遍地述说于中项Β,而Β普遍地述说于Γ。那么结论自然也将类似于前提,不仅在前提的性质上如此,而且在质料上也如此;从而Α也普遍地述说于Γ。但先前假定了结论是大多如此的。那么,同一事物怎能既是大多如此的,又是就其自身且总是如此的呢?因为这是不可能的。因此,那个一旦被设定便导致不可能后果的前提本身也是不可能的。而这也就是指:在结论是大多如此的时候,却说中项是普遍的。因此,在大多如此的事物中,中项也将是这般的。

§1.228

"Ἔσονται τοίνυν καὶ τῶν ὡς ἐπὶ τὸ πολὺ ἀρχαὶ ἄμεσοι." Εἰ ὁ μέσος οὕτως ἔχει, φησί, δι’ οὗ αἱ προτάσεις διαρθροῦνται καὶ ἀπαρτίζονται, δῆλον ὅτι καὶ αἱ προτάσεις αἱ εἰς ἀπόδειξιν τοῦ ὡς ἐπὶ πολὺ προβλήματος παραλαμβανόμεναι τοιαῦται ἔσονται· ὡς καὶ ταύτας ἢ ὡς ἐπὶ τὸ πολὺ εἶναι ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι.2 ἀρχὰς δὲ λέγει τὰς προτάσεις ὡς ἀμέσους τε καὶ ἀναποδείκτους. εἰ γὰρ μὴ ἐπ’ ἄπειρον ἡ λῆψις τοῦ μέσου, ἀλλ’ ἵσταταί που, δῆλον ὅτι ἔσονται ἄμεσοι ἐφ’ ὧν ἡ λῆψις τοῦ μέσου ἵσταται.

“因此,大多如此的事物也将有无中介的原初原理。” 他说,如果中项是这样的(前提正是通过中项得以分节并完备的),那么显而易见,为证明大多如此的论题所采用的前提也将是这般的,以致这些前提要么大多如此存在,要么大多如此生成。他把这些前提称为“原初原理”,乃因其是无中介且不可论证的。因为如果中项的选取不至于走向无限,而是在某处止步,那么显而易见,中项选取所止步的前提就将是无中介的。

语法注2 条
  1. 1.226ὡς δῆλον ὂν

    连词 ὡς 与非人称动词的中性单数宾格分词 ὂν 构成的“宾格绝对独立结构”,表示主句动作的理由(“因为……是显而易见的”)。

  2. 1.228ὡς καὶ ταύτας ἢ ὡς ἐπὶ τὸ πολὺ εἶναι ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι

    连词 ὡς 承接前文的 τοιαῦται ἔσονται,引出一个表示结果或补充说明的从句,并支配带宾格主语的动词不定式结构(宾格主语 ταύτας 与不定式 εἶναι / γίνεσθαι),用法等同于 ὥστε 搭配不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:179.26-180.24