← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§17.25-18.21

基于中项的有无与本质对四种探求的再划分

厄斯特拉齐奥注解了亚里士多德根据“中项(原因)是否存在”与“中项是什么”对四种探求所作的重新划分,阐明了事实与是否存在、为什么与是什么之间的对应关系及其逻辑自洽性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

" Ζητοῦμεν δὲ ὅταν ζητῶμεν τὸ ὅτι ἢ τὸ εἰ ἔστιν ἁπλῶς, ἆρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστι." Τῆς δευτέρας ἀρχόμενος διαιρέσεως, δι’ ἧς βεβαιοτέραν τὴν τῶν ζητουμένων ποιεῖται ποσότητα, ὡς κατὰ διαφόρους ἐπιβολὰς τὴν αὐτὴν ἀναφαινομένην καὶ μηδαμῇ μηδαμῶς διαφωνοῦσαν πρὸς ἑαυτήν, φησὶν ὅτι ἐπειδὴ πᾶσα ζήτησις ζητουμένου τινός ἐστι, τί ἐστιν ὃ ζητεῖται ἐν τῷ ὅτι καὶ εἰ ἔστιν, ἢ πάντως ὅτι ἆρ’ ἐστὶ μέσον τοῦ προκειμένου ἢ οὐκ ἔστι.1 μέσον δὲ λέγει τὸ αἴτιον τοῦ εἶναι ἢ τόδε τι ἁπλῶς ἢ τῷδέ τινι ἕτερόν τι· καὶ οὕτως εἰς ἓν τάττει τὸ ὅτι καὶ τὸ εἰ ἔστι, καθὸ ἀμφότερα τὸ ἆρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστι ζητοῦσι. καὶ εἰσὶν ἐν τῷ γένει κατά γε τοῦτο, διαφέρουσι δ’ ἀλλήλων, ὅτι τὸ μὲν ἁπλῶς ζητεῖ ἕν τι πρᾶγμα λαβὸν καὶ εἴ τις αὐτῷ αἰτία τοῦ εἶναί ἐστι ζητοῦν, τὸ δὲ οὐχ ἁπλῶς ἀλλὰ κατὰ σύνθεσιν ὡς δύο λαμβάνον πράγματα καὶ ζητοῦν εἰ ἔστι τις αἰτία τοῦ εἶναι θατέρῳ θάτερον.

“而当我们探求事实或者单纯地是否存在时,我们探求的是它是否有中项或者没有。” 在开始第二种划分时——通过这种划分,他使得被探求者的数量更加确固,因为依照不同的视角它都显现为同一者,且绝不与自身相悖——他说,既然一切探求都是针对某种被探求者的,那么在事实和是否存在中所探求的是什么,即确实是该论题是否有中项或者没有。他所说的中项,乃是指或是此物单纯地存在、或是另一物属于此物的原因;他以这种方式将事实与是否存在归为一类,因为两者都探求它是否有中项或者没有。至少在这一点上它们同属于一个属,但它们彼此不同,在于一个单纯地探求,取单一一物并探求它是否有某种存在的原因,而另一个不是单纯地而是依照复合探求,如同取两件事物并探求是否有某种使一者属于另一者的原因。

§1.15

"Ὅταν δὲ γνόντες ἢ τὸ ὅτι ἢ τὸ εἰ ἔστιν ἢ τὸ ἐπὶ μέρους ἢ τὸ ἁπλῶς." Εἰρηκὼς τί ἐπὶ τῶν δύο ζητημάτων ζητεῖται τοῦ τε ὅτι καὶ τοῦ εἰ ἔστιν, ἅπερ ὡς εἰς ἓν ἔταξεν ὡς κοινωνοῦντα ἀλλήλοις τῆς διαφορᾶς τοῦ ζητεῖν, εἰ ἔστι τις αἰτία τοῦ εἶναι, διαφέροντα δὲ ἀλλήλων αὖθις καὶ δύο γινόμενα τῷ τὸ μὲν περὶ ἑνὸς ζητεῖν τὸ εἶναι καθ’ ἑαυτὸ καὶ εἴ τις αἰτία τούτου αὐτῷ ἐστι, τὸ δὲ περὶ δύο, εἴ τις αἰτία τοῦ εἶναι θατέρῳ θάτερον, νῦν μεταβαίνει ἐπὶ τὰ ἕτερα καί φησιν ὅτι ὁπόταν ταῦτα γνωσθῇ καὶ οὐκ ᾖ χρεία ἔτι ζητεῖν ἢ ἐπὶ τοῦ συνθέτου προβλήματος ἐκείνου, εἰ τῷδε τόδε ὑπάρχει, ἢ ἐπὶ τοῦ ἁπλοῦ, ὡς εἰ τόδε ἁπλῶς ἐστιν, ὡς δῆλον ὂν ὅτι γε ἀμφοτέροις αἴτιόν ἐστι τὸ μὲν τοῦ ἐν ἑτέρῳ εἶναι, τὸ δὲ τοῦ καθ’ αὑτὸ εἶναι, καὶ ζητῶμεν πάλιν τὸ διὰ τί μέν ἐστιν ἐπὶ τοῦ συνθέτου, τὸ δὲ τί ἐστιν ἐπὶ τοῦ ἁπλοῦ, τότε τί τὸ αἴτιον ἤτοι τί τὸ μέσον ἐστὶ ζητοῦμεν.2 ἕτερον δέ ἐστι τὸ οὕτως ἢ ἐκείνως ζητεῖν, εἴ γε καὶ ἕτερά ἐστιν ἀλλήλων τὸ ζητεῖν εἰ ἔστι τόδε καὶ τί ἐστι τόδε, ταὐτὸν δὲ εἰπεῖν τὸ κοινὸν καὶ τὸ ἴδιον, καὶ τὸ συγκεχυμένον καὶ ὡρισμένον· ὥστε καὶ οὕτω τέτταρα τὰ πάντα ζητήματα δείκνυσθαι τῇ τε τοῦ ἁπλοῦ καὶ συνθέτου διαφορᾷ καὶ τῇ τοῦ ζητεῖν τὸ εἶναι ἢ μὴ εἶναι τὸ αἴτιον καὶ τὸ μέσον.

“而当我们知晓了或是事实或是是否存在,不论是部分的还是单纯的。” 在说明了在事实和是否存在这两个探求中所探求的是什么之后——他曾将它们归为一类,因为它们彼此共有探求是否存在某种存在原因的差异,但它们又彼此相异而成为两个,在于一个就单一一物探求其在自身中的存在以及它是否有此存在的原因,而另一个就两件事物探求是否存在使一者属于另一者的原因——现在他转向另外两个探求,并说:每当这些事情已被知晓,不再需要在那复合的论题中探求此事是否属于彼事,或是在单纯的论题中探求此物是否单纯地存在——既然显然对二者而言都存在原因,对前者是存在于另一物中的原因,对后者是在自身中存在的原因——并且我们转而在复合的论题中探求为什么、在单纯的论题中探求是什么时,那时我们探求的便是原因是什么,也就是中项是什么。而以这种方式或以那种方式探求是不同的,如果探求此物是否存在与此物是什么彼此不同——换言之即共同者与固有者、混淆者与确定者[彼此不同]——的话。因此,如此一来所有的探求也藉由单纯与复合的差异,以及藉由探求原因与中项之存在与否的[差异],而被表明共有四个。

语法注2 条
  1. 1.14τί ἐστιν ὃ ζητεῖται ἐν τῷ ὅτι καὶ εἰ ἔστιν, ἢ πάντως ὅτι ἆρ’ ἐστὶ μέσον τοῦ προκειμένου ἢ οὐκ ἔστι

    在由 φησὶν ὅτι 引出的间接引语内部,修辞性疑问句(τί ἐστιν...)之后紧接着由 ἢ πάντως ὅτι(“抑或完全是说……”)引出自问自答的解释。直接疑问词 ἆρα 被直接保留在 ὅτι 引导的名词性从句中,用来表达探求的内容(“是否有……”)。

  2. 1.15Εἰρηκὼς τί ἐπὶ τῶν δύο ζητημάτων ζητεῖται ... νῦν μεταβαίνει ἐπὶ τὰ ἕτερα καί φησιν ὅτι ὁπόταν ταῦτα γνωσθῇ ... τότε τί τὸ αἴτιον ἤτοι τί τὸ μέσον ἐστὶ ζητοῦμεν

    整个句子的骨架由开头的分词从句 Εἰρηκὼς ...(带有一个冗长的关系从句 ἅπερ ...)引导至主句 νῦν μεταβαίνει ... καί φησιν ὅτι。在 ὅτι 从句内部,核心是一个相关结构:“ὁπόταν ... τότε ... ζητοῦμεν”(“每当……那时……我们探求”),并在 ὁπόταν 之下嵌套了并列的从属分句(γνωσθῇ καὶ οὐκ ᾖ χρεία ... καὶ ζητῶμεν)以及独立分词结构(ὡς δῆλον ὂν ὅτι...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:17.25-18.21