- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:178.13-179.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯解释了亚里士多德根据实际事物的模态(总是者、总是生成者、大多如此者)对中项所作的区分,并在论证与形而上学层面上阐明了在讨论运动中的自然事物与天体时,亚里士多德为何采用“保持或生成”而非“存在”这一措辞。
" Ἔστι δ’ ἔνια μὲν γινόμενα καθόλου." Πάλιν ἄλλην τοῦ μέσου διαφορὰν παραδίδωσιν ἐκ τῶν ὑποκειμένων πραγμάτων προσγινομένην αὐτῷ. ὡς γὰρ τῶν πραγμάτων, ἃ τῇ ἀποδείξει ὑπόκειται, τὰ μὲν ἀεὶ ὡσαύτως ἐστὶν ἢ γίνεται, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ μὲν οὕτως, ἐνδέχεται δέ ποτε καὶ ἄλλως, οὕτω καὶ οἱ μέσοι τῶν μὲν ἀεὶ ἀεί, τῶν δ’ ὡς ἐπὶ τὸ πολὺ ὡς ἐπὶ τὸ πολύ, καὶ οὐκ ἐνδέχεται ἀεὶ ὄντος οὕτως ἢ οὕτως ἀεὶ γινομένου τινὸς συμπεράσματος, τὸν τούτου μέσον ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχειν ἢ γίνεσθαι,1 ἢ αὖθις ὡς ἐπὶ τὸ πολὺ τοῦ πράγματος οὕτως γινομένου ἢ ἔχοντος τὸ μέσον ἀεὶ ἔχειν τοιῶσδε ἢ γίνεσθαι. οἷον τὸ οὐράνιον σῶμα ἀεὶ κύκλῳ κινεῖται. διὰ τί; ὅτι νοῦν μιμεῖται· τοῦτο ὁ μέσος. καὶ ἔστιν ὡσαύτως ἀεὶ τοῦτο τοῦ ἀεὶ ὄντος παράδειγμα, ὡς καὶ ὁ μέσος ἀεί ἐστι. τοῦ δὲ ἀεὶ γινομένου ‘ἀεὶ μετὰ τὸ θέρος μετόπωρον’. διὰ τί; διότι ὁ ἥλιος ἐπὶ τὰ ἀντικείμενα τότε τῆς καθ’ ἡμᾶς οἰκουμένης τρέπεται. τοῦτο οὐδέποτε ἄλλως ἔχει. τοῦ δὲ ὡς ἐπὶ τὸ πολὺ ‘πᾶς ἄνθρωπος ἄρρην τὸ γένειον τριχοῦται’. διὰ τί; ὅτι τυχὸν ξηροτέρας κράσεως γινομένης ἐν τῇ ἡλικίᾳ καθ’ ἣν τὸ τριχοῦσθαι τὸ γένειον πέφυκε γίνεσθαι, πλείων καὶ ἡ λιγνυώδης ἀναθυμίασις γίνεται. τό τε οὖν πρᾶγμα ὡς ἐπὶ τὸ πολὺ καὶ ὁ τούτου μέσος ὡς ἐπὶ τὸ πολὺ καὶ αἱ ἀποδείξεις τοιαῦται. Ἔστι δ’ ἔνια μὲν γινόμενα καθόλου· ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς ἢ ἔχει ἢ γίνεται. τῶν γινομένων, φησί, τὰ μὲν ἀεὶ οὕτως ἔχει, τὰ δ’ ἀεὶ οὕτως γίνεται. ἡ γὰρ οὐρανία κίνησις ἡ αὐτὴ μὲν οὖσα κατ’ εἶδος ἀεί ἐστιν ἡ αὐτή, τὸ δὲ εἶναι ἔχουσα ἐν τῷ γίνεσθαι ἀεὶ γίνεται· ἀκατάπαυστος γάρ ἐστιν. ἐπεὶ γάρ ἐστιν ἐν αὐτῇ τὸ πρότερον καὶ τὸ ὕστερον, καὶ οὐ ταὐτὸν ἐν αὐτῇ τὸ ἦν καὶ τὸ ἔσται, ἀλλ’ ἄλλο καὶ ἄλλο, γινομένη ἐστὶ καὶ οὐδέποτε οὖσα, ἀλλὰ συμπορευομένη τῷ χρόνῳ, ὑφ’ οὗ καὶ μετρεῖται ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα. διὰ τοῦτο καὶ γένεσις ἀλλ’ οὐκ ὀντότης ἐστίν. ἐπὶ τῶν ἐν κινήσει τοίνυν, ταὐτὸν δὲ εἰπεῖν ἐπὶ τῶν ἐνύλων καὶ φυσικῶν τοὺς περὶ τοῦ μέσου λόγους γυμνάζων κατὰ τὸ ἴδιον τῆς αὑτοῦ διδασκαλίας, οὐκ ἀξιοῖ λέγειν τὸ ἀεὶ καὶ ἐπὶ παντὸς εἶναι, ἀλλ’ ἢ ἔχειν ἢ γίνεσθαι. τὸ μὲν οὖν κύκλῳ κινεῖσθαι, ὡς εἴρηται, ἀεὶ οὕτως ἔχει ἐπὶ παντὸς οὐρανίου σώματος· αἵ τε γὰρ σφαῖραι πᾶσαι καὶ οἱ ἀστέρες ἅπαντες οὕτως ἔχουσιν ἀεί· τὸ δὲ μετὰ χειμῶνα γίνεσθαι ἔαρ καὶ μετὰ ἔαρ θέρος, καὶ μετὰ τοῦτο μετόπωρον καὶ αὖθις χειμῶνα μετὰ τοῦτο ἀεὶ γίνεται. ὁμοίως καὶ τὸ ἀλλήλας νύκτα διαδέχεσθαι καὶ ἡμέραν, καὶ ἀντιπαραχωρεῖν ἀλλήλαις τῆς αὐξήσεως ἐπίσης κατὰ τοὺς πλησιασμοὺς καὶ τὰς ἀποστάσεις τοῦ ἡλίου καὶ τὰ τοιαῦτα ἀεὶ γίνεται. καὶ ἔστι τὸ μὲν ἔχειν ἀεὶ οἰκεῖον ἐπὶ τῆς οὐρανίας κινήσεως διὰ τὸ συνεχὲς αὐτῆς καὶ ἀδιάκοπον, τὸ δὲ γίνεσθαι ἀεὶ ἐπὶ τῶν λοιπῶν τῶν εἰρημένων διὰ τὸ διακόπτεσθαι μὲν διαδέχεσθαι δ’ ἄλληλα. ἐπεὶ τοιγαροῦν τὸ μὲν εἶναι κυρίως ἐπὶ τῶν νοητῶν, ἅτε μηδὲν ἐχόντων δυνάμει, ἀλλ’ αὐτοενεργειῶν ὑπαρχόντων, τὸ δὲ γίνεσθαι ἐπὶ τῶν ἀεὶ ἐν δυνάμει, ἅτινά ἐστι τὰ ἐν γενέσει τε καὶ φθορᾷ καὶ ἐν διηνεκεῖ ῥύσει τυγχάνοντα καὶ μεταβολῇ, τιθέμενος οὗτος ὡσπερεὶ μεταξὺ τούτων φύσιν τινὰ τὰ οὐράνια σώματα, κατὰ μὲν τὸ εἶναι ἀεὶ ὡσαύτως ἔχοντα, κατὰ δὲ τὸ κινεῖσθαι τὸ δυνάμει τε ἔχοντα καὶ μεταβάλλοντα, εὗρε καὶ μεταξύ τινα ῥῆσιν τοῦ ἀεὶ εἶναι καὶ ἀεὶ γίνεσθαι, τὸ ἀεὶ ἔχειν, ἵν’ ᾖ δῆλον ὡς κατὰ μέθεξιν αὐτῇ, οὐ καθ’ ὕπαρξιν τὸ ἀεί, τῷ ὑπ’ ἄλλου ἔχεσθαι ὂν καὶ οὐ καθ’ αὑτὸ ὄν.2
“然而,生成的事物中有些是普遍的。” 他又传授了中项从作为基础的实际事物中获得的另一种差异。因为正如在作为论证基础的实际事物中,有些总是以同样方式存在或生成,而有些则大多如此,但有时也可能以其他方式出现,中项也是如此:对于总是者总是如此,对于大多如此者大多如此;绝不可能在某一结论总是如此存在或总是如此生成时,它的中项却大多如此存在或生成,也不可能反过来在事物大多如此生成或存在时,中项却总是如此存在或生成。例如,天体总是在作圆周运动。为什么?因为模仿理智;这就是中项。这也是总是存在之物的总是同样的例证,正如中项也是总是存在的一样。关于总是生成之物的例证是:“总是在夏天之后是秋天”。为什么?因为太阳在那时转向我们所居之地的相对区域。这绝不会是别的样子。关于大多如此之物的例证是:“所有男性人类都在下巴上长胡须”。为什么?因为在下巴自然长须的年龄,恰巧形成了更为干燥的气质,烟状的呼发物也变得更多。因此,事物本身是大多如此的,它的中项也是大多如此的,论证也是这般的。“然而,生成的事物中有些是普遍的;因为总是且在一切情况下,要么是保持着,要么是生成着。”他说,在生成的事物中,有些总是保持着如此,有些则总是生成着如此。因为天体的运动虽然在种形态上是同一个,从而总是同一个,但它的存在却是在生成之中,因此它是总是生成着的;因为它是无休止的。既然在其中存在着在先者与在后者,且在其中“曾是者”与“将是者”并非同一,而是各不相同的,那么它便是处于生成中而绝非[静止地]存在着,而是与时间同行,受时间度量,并在生成中具有其存在。因此它也是生成而非实存性。因此,在运动中的事物上,或者说是具有质料的自然事物上,根据他自己讲授的固有特点展开关于中项的论述时,他认为不宜说“总是且在一切情况下存在”,而宜说“要么保持着,要么生成着”。因此,正如所说的,作圆周运动在一切天体上总是如此保持着;因为所有的天球和所有的星体总是如此保持着;而在冬天之后生成春天,春天之后生成夏天,在这之后生成秋天,而在这之后又生成冬天,这总是生成着。同样,昼夜相继,并根据太阳的接近与远离均等地相互让出增长等等,也总是生成着的。并且,“总是保持着”由于其连续性与不间断性而固有地属于天体运动,而“总是生成着”则由于被中断却又相互接续而固有地属于所说的其余事物。因此,既然严格意义上的“存在”属于理智事物(因为它们毫无潜能,而是自身即现实活动),而“生成”则属于总是处于潜能中的事物(这些事物处于生成与毁灭中,处于不间断的流转与变化中),他将天体设立为介于这些事物之间的一种中介本性——在存在方面总是以同样方式保持着,而在运动方面则具有潜能且处于变化之中——于是他在“总是存在”与“总是生成”之间也找到了某种中介的措辞,即“总是保持着”,以便清楚表明,“总是”对于它而言是依照分有而非依其实存而成立的,因为它是由他者所持存的存在,而非凭自身而存在。
- 1.225καὶ οὐκ ἐνδέχεται ἀεὶ ὄντος οὕτως ἢ οὕτως ἀεὶ γινομένου τινὸς συμπεράσματος, τὸν τούτου μέσον ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχειν ἢ γίνεσθαι
句中的宾格加不定式短语 τὸν ... μέσον ... ἔχειν ἢ γίνεσθαι 充当非人称动词 οὐκ ἐνδέχεται 的真实主语,前面插入了表示条件的属格独立结构 ἀεὶ ὄντος οὕτως ἢ οὕτως ἀεὶ γινομένου τινὸς συμπεράσματος。后文由 ἢ αὖθις 引出的分句在结构上与之完全对称,同样由属格独立结构和不定式构成。
- 1.225ἵν’ ᾖ δῆλον ὡς κατὰ μέθεξιν αὐτῇ, οὐ καθ’ ὕπαρξιν τὸ ἀεί, τῷ ὑπ’ ἄλλου ἔχεσθαι ὂν καὶ οὐ καθ’ αὑτὸ ὄν
在目的从句 ἵν’ ᾖ δῆλον 中,ὡς 从句的主语为 τὸ ἀεί(“总是/永恒”这一属性),谓语系动词省略。与格代词 αὐτῇ 为领属/关涉与格,指代前述的天体本性或天体运动。句末带冠词的不定式与格 τῷ ὑπ’ ἄλλου ἔχεσθαι 充当原因副词短语(“因其被他者所持存”),分词 ὂν ... καὶ οὐ καθ’ αὑτὸ ὄν 则对其存在方式作说明性修饰。
