← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§176.31-178.12

自然界的圆环式生成与项的相互换位论证

注解者阐释了亚里士多德关于自然界中圆环式生成的论述(95b38–96a6),以雨水与蒸汽的气象循环为例,说明了诸项的相互换位与圆环式论证的成立条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.220

" Ἐπεὶ δ’ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν." Περὶ ἀκολουθήσεως τῶν ὅρων παραδιδοὺς1 ἐπειδήπερ προλαβὼν ἔλεγεν ὅτι ἐπὶ τῶν μὴ ἅμα ἐκ τῶν ὑστέρων ἡ ἀκολούθησις ἀναγκαία, οὐκ ἐκ τῶν προτέρων ἐστί, καὶ ἐν τούτοις προεχείριζε τὰ γινόμενα ἑώρα τε ἐπὶ τούτων τινὰ ἀλλήλων ὑπάρχοντα αἴτια, ἀλλήλων τε προηγούμενα καὶ ἀλλήλοις ἑπόμενα, νῦν περὶ τούτων φησὶν ὅτι ἐν τοῖς φύσει γινομένοις εἰσί τινα κύκλον μιμούμενα ἐν τῷ γίνεσθαι. ὡς γὰρ ἐν τῷ κύκλῳ τὸ αὐτὸ σημεῖον τέλος τε καὶ ἀρχή ἐστιν, οὕτως ἐν τοῖς τοιούτοις τὸ αὐτὸ τέλος καὶ ἀρχή, καὶ αἴτιον τοῦ αὐτοῦ καὶ αἰτιατὸν γίνεται, εἰ καὶ μὴ κατ’ ἀριθμόν, ἀλλά γε κατ’ εἶδος, ὡς καὶ τὴν ἀπόδειξιν ἐπεισκυκλεῖσθαι καὶ ἐνταῦθα κἀκεῖσε στρέφεσθαι ἀπὸ τῶν αἰτίων ἐπὶ τὰ αἰτιατὰ καὶ ἀπὸ τῶν αἰτιατῶν ἐπὶ τὰ αἴτια. τότε οὖν, φησίν, ἡ κύκλῳ γένεσίς ἐστιν, ὅταν ἀλλήλοις οἱ ὅροι ἕπωνται, οἵ τε ἄκροι καὶ ὁ μέσος· ἐν γὰρ τοῖς οὕτως ἔχουσιν ἔσται καὶ τὸ ἀντακολουθεῖν ἀλλήλοις καὶ τὸ ἀντιστρέφειν πρὸς ἀλλήλους ὡς ἐν κύκλῳ.

“既然我们在生成的事物中看到某种圆环式的生成。” 在传授关于项的推论时,既然他此前曾说,在非同时存在的事物中,由在后者产生的推论是必然的,而由在先者产生的推论则不然,并且在这些事情上他处理了生成的事物,看到在它们之中某些事物互为原因,彼此在先且彼此跟随,现在关于这些事物他说,在依自然生成的事物中,有些在生成中模仿着圆环。因为正如在圆环中同一点既是终点又是起点一样,在这些事物中同一事物也成为终点与起点,成为同一事物的原因与结果——即使不是在数目上[同一],至少在种形态上[同一]——以至于论证也环绕而来,从原因向结果、又从结果向原因在此处和彼处往复回转。因此他说,当诸项彼此跟随、无论是两极项还是中项时,便存在着圆环式的生成;因为在具有这种关系的事物中,如同在圆环中一样,相互跟随与彼此换位都将成立。

§1.221

"Δέδεικται δὲ τοῦτο ἐν τοῖς πρώτοις." Ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν περὶ τῆς κύκλῳ παραδέδωκε δείξεως ὅπως γίνεται, καὶ ἔλεγε ταύτην ἐπὶ τῶν ἐξισαζόντων καὶ ἀντικατηγορουμένων γίνεσθαι, ὡς ἔχει τὰ ἴδια καὶ τὰ εἴδη, ὧν ἐστιν ἴδια τὰ ἴδια. τὸ αὐτὸ δέ ἐστι καὶ ἐπὶ τῶν τοιούτων, ἃ ἀλλήλοις ἐστὶν αἴτια. ὡς γὰρ ἐπ’ ἐκείνων ἀντιστρέφει τὰ συμπεράσματα, ὡς ἀντικατηγορεῖσθαι ἀλλήλων τοὺς ὅρους, οὕτω καὶ ἐπὶ τῶν ἀλλήλοις ὄντων αἰτίων ἡ ἀντιστροφὴ γίνεται, ὡς ἀλλήλοις ἀνθέπεσθαι.

“而这已在先前的著作中得到了表明。” 在《前分析篇》第二卷中,他曾传授了关于圆环式证明是如何生成的,并说这发生在范围均等且可相互谓述的事物上,正如固有属性与它们作为其固有属性的物种那样。在互为原因的这类事物上也是如此。因为正如在那些事物上结论换位以至于诸项彼此相互谓述一样,在互为原因的事物上换位也同样产生,以至于彼此相互伴随跟随。

§1.222

"Τὸ δὲ κύκλῳ τοῦτό ἐστιν." Τοῦτο δέ, φησίν, ἐστὶ τὸ κύκλῳ. τὸ δὲ ἐνταῦθα ἀντὶ τοῦ γάρ,2 τουτέστι τὸ γὰρ κύκλῳ καὶ ἐξ ἀλλήλων δείκνυσθαι τοῦτό ἐστι τὸ ἀντιστρέφειν πρὸς ἀλλήλους τοὺς ὅρους· ἀντιστρεφόντων γὰρ τούτων ἡ κύκλῳ δεῖξις ἀποτελεῖται. ἔσται δὲ δῆλον κἀκ τῶν παραδειγμάτων.

“而这就是圆环式的。” 他说,这就是圆环式的。这里的“而(δέ)”代替了“因为(γάρ)”,也就是说,因为以圆环方式且相互证明,恰恰就是诸项彼此换位;因为当这些项换位时,圆环式的证明便得以完成。而这也将从实例中显明。

§1.223

"Ἐπὶ δὲ τῶν ἔργων φαίνεται ὧδε. βεβρεγμένης τῆς γῆς." Σαφὲς τὸ λεγόμενον ἐπὶ παραδείγματος ποιεῖται, καὶ φησὶν ὅτι ἐπὶ τῶν ἔργων τῆς φύσεως οὕτω γίνεται φανερόν. ἐπὶ μὲν οὖν τῶν Προτέρων ἀναλυτικῶν τὴν κύκλῳ δεῖξιν διδάσκων λογικώτερον ἐτίθει τὰ παραδείγματα, ἐννοηματικὰ λαμβάνων εἴδη καὶ ἴδια· ἐνταῦθα δὲ ὡς εἶδος ἀποδείξεως ταύτην εἰς μέσον ἄγων, πραγματικώτερον ἐκ τῶν γινομένων αὐτὴν παρίστησιν, πράγματα παρεισάγων ἀλλήλοις ἑπόμενα ἐκ τοῦ ἐξ ἀλλήλων γίνεσθαι καὶ ἀλλήλων εἶναι αἰτιατά τε καὶ αἴτια. γῆς γὰρ βραχείσης3 ἐξ ὑετοῦ, ἀτμὶς γίνεται, καὶ ταύτης ἀναχθείσης ἐπέκεινα τῆς τῶν ἀκτίνων τοῦ ἡλίου ἀντανακλάσεως νέφος γίνεται, τοῦ δὲ νέφους παχυνομένου ὕδωρ· τούτου δὲ γενομένου ἀνάγκη βεβρέχθαι τὴν γῆν, βαρέος ὄντος τοῦ ὕδατος καὶ ἄνω μένειν μὴ δυναμένου. τὸ γοῦν βεβρέχθαι τὴν γῆν, πρότερον ληφθὲν ὡς αἴτιον, νῦν αἰτιατὸν γέγονε, καὶ πάλιν αἰτιατὸν ὂν αἴτιον γίνεται, ὡς ἕπεσθαι τῷ μὲν τὴν γῆν βεβρέχθαι τὴν ἀτμίδα, ταύτῃ δὲ τὸ νέφος, καὶ τούτῳ τὸ ὕδωρ, καὶ τούτῳ τὸ βραχῆναι τὴν γῆν· καὶ ὃ ἦν πρῶτον, ἔσχατον γέγονε, καὶ οὕτω κύκλῳ, ὡς γίνεσθαι ἀρχὴν καὶ τέλος τὸ αὐτό.

“而在实际造物上表现如下:大地已被浸湿。” 他用一个实例使所说的事理变得清楚,并说在自然的作为上表现得如此明显。在《前分析篇》中讲授圆环式证明时,他较为逻辑地设立实例,选取概念上的物种与固有属性;但在此处,他将这种证明作为论证的一种形态提出,更具实质性地从生成的事物中来呈现它,引入由于由彼此生成并互为原因与结果而相互跟随的实际事物。因为由于雨水大地被浸湿时,蒸汽便产生,而当它上升到太阳光线反射范围之外时,云便产生,随着云变浓密,水便产生;而当这水产生时,由于水沉重而无法留在上方,大地便必然已被浸湿。无论如何,“大地已被浸湿”先前被作为原因取得,现在成了结果,并且再度作为结果而成为原因,以至于大地已被浸湿之后跟随蒸汽,蒸汽之后跟随云,云之后跟随水,水之后跟随大地被浸湿;而原本为第一的成了最后的,如此成环,以至于起点与终点成为同一个。

§1.224

"Ἑνὸς γὰρ αὐτῶν ὁτουοῦν ὄντος ἕτερόν ἐστιν." Ὅπερ ἄν, φησί, λάβῃς ἐκ τούτων ἤδη ὄν, ἕπεται ἕτερον, καὶ τούτου πάλιν ληφθέντος ἄλλο, καὶ αὖθις τούτου ὄντος ἀκολουθεῖ τὸ πρῶτον ληφθέν, ὡς δῆλον ἐπὶ τοῦ παραδείγματος γέγονε. γίνεται δὴ ἐπὶ τῶν τοιούτων καὶ ἡ ἀπόδειξις ἑκατέρωθεν διὰ τὴν εἰρημένην ἀντακολούθησιν· μάλιστα δὲ ἐπὶ τῶν οὐρανίων σωμάτων, ἐφ’ ὧν καὶ ἀναγκαῖά ἐστι τὰ γινόμενα καὶ οἰκειότερον ἐπ’ ἐκείνων· ἥ τε γὰρ κίνησις κύκλῳ ἐπ’ ἐκείνων καὶ ἀναγκαία καὶ ἡ δεῖξις κύκλῳ ὡσαύτως καὶ ἀναγκαία.

“因为它们中任何一个存在,另一个就存在。” 他说,无论你从这些事物中取得哪一个作为已经存在的,另一个都将跟随,而当这个再次被取得时,又跟随另一个,并且当这个又存在时,最初取得的便跟随而来,正如在实例中已经显明的那样。因此,由于上述的互推关系,在这类事物上也产生双向的论证;并且尤其在天体上是如此,在天体上生成的事物也是必然的,并且论证更固有地属于它们;因为在它们身上,运动既是圆周的又是必然的,而证明同样既是圆环式的又是必然的。

语法注3 条
  1. 1.220Περὶ ἀκολουθήσεως τῶν ὅρων παραδιδοὺς

    该长句的骨干是由分词从句 Περὶ ἀκολουθήσεως ... παραδιδοὺς 以及原因从句 ἐπειδήπερ προλαβὼν ἔλεγεν ... ἑώρα τε ... 作为铺垫,引出主句 νῦν περὶ τούτων φησὶν ὅτι ...。分词 παραδιδοὺς 为伴随状况分词,修饰主句的主语(亚里士多德)。

  2. 1.222τὸ δὲ ἐνταῦθα ἀντὶ τοῦ γάρ

    注解者指出,亚里士多德原文中的连词 δέ(Τὸ δὲ κύκλῳ τοῦτό ἐστιν)在此并非单纯的转折或承接,而是相当于解释原因的 γάρ(“因为”),用以说明前面的主张。

  3. 1.223γῆς γὰρ βραχείσης ...

    为表达气象循环的连锁过程,连续使用了多个独立属格结构(γῆς βραχείσης, ταύτης ἀναχθείσης, τοῦ νέφους παχυνομένου, τούτου γενομένου),它们相继构成后续主谓结构(ἀτμὶς γίνεται, νέφος γίνεται, ὕδωρ [γίνεται], ἀνάγκη βεβρέχθαι)的条件与触发环节。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:176.31-178.12