← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§175.10-176.30

未来事物中从结果到原因的推论

厄斯特拉提乌斯说明,不仅在过去和现存的事物中,在将来的事物中(95b25)同样成立由后行者推导出先行者的必然推论,并借助字母(Α、Γ、Δ)进行了论证。随后他指出,在将来的事物中时间的无限可分性与生成的直接性之间的关系同样成立(95b29),最后通过建造房屋的具体事例(95b31)说明论证如何从时间上在后的结果回溯到原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.217

" Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται. εἰ γὰρ ἀληθὲς εἰπεῖν." Ἐπειδὴ ὡς ἐπὶ γεγονότων καὶ ὄντων τὸν λόγον ἐποίησε, λέγω δὴ τὸ ἐκ τῶν ὑστέρων γίνεσθαι ἀναγκαίαν τὴν ἀκολούθησιν ἐπὶ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων, νῦν παραδίδωσι τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐσομένων. φησὶν οὖν ὅτι καὶ ἐπὶ τοῦ ἔσται ὁμοίως ἔχει ὡς δὴ καὶ ἐπὶ τοῦ γέγονεν εἶχε. ποιεῖται δὲ πάλιν ἐπὶ τῶν στοιχείων τὴν μεταχείρισιν. καὶ λαμβάνει τὸ Δ ὡς πάντων ἔσχατον, τὸ δὲ Α πάντων πρῶτον, καὶ μέσον τὸ Γ, τῷ μὲν Α ὀφεῖλον ἕπεσθαι, τοῦ δὲ Δ προηγεῖσθαι κατὰ τὴν ὀφειλομένην λῆψιν τῇ ἀναγκαίᾳ ἀκολουθήσει τῶν ὡς ἐπὶ τὸ πολύ, καθὰ δὴ καὶ ἐπὶ τοῦ γεγονότος πεποίηκε. λέγει δὴ ὅτι εἰ ἀληθὲς εἰπεῖν ὅτι τὸ Δ ἔσται, ἀνάγκη πρότερον ἀληθὲς εἰπεῖν ὅτι τὸ Α ἔσται. ἐπεὶ γὰρ ἐξ ἀνάγκης δεῖ τῆς τοῦ Α ὑπάρξεως, ἵνα τὸ Δ ὑπάρξῃ, ἂν τὸ Δ ἔσεσθαι ὑποθώμεθα καὶ ἔστιν ἀληθές, ἀναγκαῖον ἔσεσθαι τὸ Α πρότερον. τοῦ δὲ ἀναγκαίως οὕτως ἀκολουθεῖν τῇ μελλούσῃ ὑπάρξει τοῦ Δ τὴν τοῦ Α ὕπαρξιν τὸ Γ ἐστὶν αἴτιον· τούτου γὰρ δεῖ προσεχῶς τῷ Δ πρὸς τὸ ὑπάρξαι, διὰ δὲ τοῦτο καὶ τοῦ Α, ὡς μὴ δυναμένου τοῦ Γ ὑπάρξαι, εἰ μὴ τὸ Α ὑπάρξει πρότερον. ὥστε εἰ τὸ Δ, τὸ Γ· εἰ τὸ Γ, τὸ Α· εἰ τὸ Δ ἄρα, τὸ Α.

“在将来的事情上也是一样;因为若说是真的。” 既然他曾就已生成和现存之事作了论述——我指的是,在多半如此生成的事物中,必然的推论是由在后者产生的——现在他关于将要存在的事物也传授了同样的道理。因此他说,在将要存在的事物上,情况正如在已生成之事上一样。并且他又借助字母来进行处理。他将Δ设定为所有项的最后一项,将Α设定为所有项的第一项,将Γ设定为中项,按照在多半如此的事物的必然推论中所要求的前提获取,Γ应当跟随Α并且先于Δ,正如他在已生成之事上所做的那样。因此他说,如果说Δ将存在是真的,那么在此之前说Α将存在必然是真的。因为既然为了使Δ存在必然需要Α的存在,那么如果我们假设Δ将存在并且这是真的,Α此前将存在就是必然的。而对于Α的存在如此必然地跟随Δ未来的存在而言,Γ就是原因;因为对于Δ的存在而言直接需要Γ,而由此也需要Α,因为若非Α此前存在,Γ便不可能存在。因此,如果Δ,则Γ;如果Γ,则Α;所以,如果Δ,则Α。

§1.218

"Ὁμοίως δ’ ἄπειρος ἡ τομὴ καὶ ἐν τούτοις." Ὥσπερ, φησίν, ἐπὶ τῶν γεγονότων ἐλέγομεν ὅτι1 ἐπὶ μὲν τοῦ χρόνου ἐπ’ ἄπειρον ἡ διαίρεσις καὶ ἀεί τι παρεμπίπτει μέσον, εἰ καθ’ ἑαυτόν τις τὸν χρόνον δίχα τῶν πραγμάτων λήψοιτο, κατὰ δὲ τῶν πραγμάτων λαμβανόμενος,2 ἐπεὶ μὴ καὶ ταῦτα ἀλλήλων ἔχονται, λέγω δὴ τὰ γενόμενα, αἱ δὲ τούτων γενέσεις κατά τινα κοινὸν ὅρον ἀλλήλαις συνάπτουσιν, ἐξ ἀνάγκης ἔστιν ἄμεσα ἐπὶ τούτων λαβεῖν, τὸ μὲν ἡγούμενον τὸ δ’ ἑπόμενον, καὶ τούτοις ὁ χρόνος συνὼν ἐνδίδωσιν ὥσπερ ἑαυτόν, ἵνα τι καὶ ἐπ’ αὐτοῦ τρόπον τινὰ ἀμέσως ἡγούμενον καὶ ἑπόμενον λαμβάνηται, τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐσομένων φαμέν. ὡς γὰρ ταῖς γενέσεσι μὴ οὔσαις συνεχέσι, φαντασίαν ὁ χρόνος συνεχείας ἐκ τοῦ αὐταῖς παρέπεσθαι δίδωσιν, οὕτως αὐτὸς φαντασίαν ἀμεσότητος ἐξ αὐτῶν ἀναδέχεται. ἀμέσων γὰρ γενέσεων πρὸς ἀλλήλας λαμβανομένων τοῖς ὕστερον καὶ τοῖς πρότερον, φαντασίαν ἀμεσότητος καὶ ὁ ὕστερος χρόνος πρὸς τὴν πρὸ αὑτοῦ ἀναδέχεται· καὶ οὐδὲν τοῦτο τῇ ἀποδείξει λυμαίνεται, εἰ μὴ κυρίως ὁ χρόνος ἄμεσος· οὐ γὰρ κατὰ τὸν χρόνον ἀλλὰ κατὰ τὰ ἐν αὐτῷ γινόμενα ἡ ἀπόδειξις.

“在这些事物中,分割同样是无限的。” 他说,正如我们在已生成之事上所说的那样,如果有人脱离实际事物而单就时间本身来考察,时间中的分割是至无限的,并且总有某种中介插入其间,但若联系实际事物来考察,既然这些事物本身——我指的是已生成之事——彼此之间并不连续,它们的生成也不是在某个共同界限上相互接合,那么在它们身上必然能够取得直接的前项和后项,而伴随着事物的时间仿佛自我通融,以至于在时间上也能以某种方式直接取得前项和后项;同样的事理我们在将要存在的事物上也这样说。因为正如在生成并不连续的情况下,时间因伴随生成而赋予了连续性的表象一样,时间自身也从生成中接受了直接性的表象。因为当就后行者与先行者而言,彼此直接的生成被取得时,后来的时间相对于先于自身的时间也接受了直接性的表象;而这丝毫不会损害论证,即使严格来说时间并非直接的;因为论证不是依据时间,而是依据时间中生成的事物进行的。

§1.219

"Ἔχει δ’ οὕτως ἐπὶ τῶν ἔργων." Ὅπερ ἐπὶ τῶν στοιχείων πρότερον πεποίηκε καθολικὴν ποιούμενος τὴν παράδοσιν, τοῦτο νῦν καὶ ἐπὶ τῶν πραγμάτων οὕτως ἔχον παρίστησιν. καὶ πρότερον ὡς περὶ γεγονότων φησίν, ἔπειτα ὡς περὶ ἐσομένων, ὅπερ καὶ ἐν τοῖς στοιχείοις πεποίηκε· τὰ γὰρ γεγονότα σαφῆ ὄντα, ἐπείπερ ἤδη ἀποβεβήκασι, καὶ τοῖς ἐσομένοις τὴν πίστιν παρέχεται. ὃ οὖν ἐπὶ τῶν στοιχείων ἐλέγομεν, φησίν, οὕτως ἔχει καὶ ἐπὶ τῶν πραγμάτων. καὶ δῆλον ἐκ τῶν κατὰ τὰς τέχνας ἐργαζομένων καὶ ἀποτελουμένων. ἔστω δὴ οἰκία ἐφ’ οὗ Δ, τετμῆσθαι λίθους ἐφ’ οὗ Α, μέσον τὸ Γ ὁ θεμέλιος. εἰ οὖν οἰκία γέγονε, λίθοι τέτμηνται· οὗτοι οἱ δύο ἄκροι, ἐλάττων οἰκία, μείζων τὸ τετμῆσθαι λίθους. διότι δὴ εἰ οἰκία γέγονεν, ἐξ ἀνάγκης λίθοι τέτμηνται, τῇ γενέσει τῆς οἰκίας καὶ ἡ γένεσις τῆς τῶν λίθων ἐπηκολούθησε τμήσεως, ἢ μᾶλλον εἰπεῖν προηγήσατο, ὅτι θεμέλιοι γεγόνασιν, εἰ δὲ τοῦτο, καὶ λίθοι τέτμηνται. ὡς τοῖς μὲν πράγμασιν προηγεῖσθαι τῆς γενέσεως τῆς οἰκίας τὴν τῶν θεμελίων γένεσιν,3 ταύτης δ’ αὖθις τὴν γένεσιν τῆς τῶν λίθων τομῆς, διὰ δὲ τὸ ἀναγκαῖον τοῦ λόγου λαμβάνεσθαι τὰ ὕστερα προηγούμενα καὶ τὰ πρότερα ὡς ἑπόμενα. καὶ οὕτως ἡ ἀπόδειξις· εἰ οἰκία, θεμέλιος· εἰ τοῦτο, λίθοι τέτμηνται· εἰ οἰκία ἄρα γέγονε, λίθοι τέτμηνται. καὶ ἠρξάμεθα ἀπὸ τοῦ ἐσχάτου καὶ ἐγγύτερον ὄντος τοῦ νῦν, τουτέστιν ἀπὸ τοῦ κατὰ τὸν χρόνον ὑστέρου, καὶ οὕτω προϊόντες ἀναγκαίαν εἴδομεν γινομένην τὴν ἀκολούθησιν. καὶ ἐπὶ τοῦ ἐσομένου ὡσαύτως· οὐ δεῖ γὰρ πλείω προσθεῖναι, τῆς ἑξῆς περὶ τοῦ ἐσομένου λέξεως ὑπαρχούσης σαφοῦς.

“而在实际造物上情况如此。” 他此前在字母上进行普遍传授时所做的事情,现在他表明在实际事物上也是如此。他先是如同关于已生成之事那样陈述,接着如同关于将要存在之事那样陈述,正如他在字母中所做的那样;因为已生成之事既然已经发生,便是明晰的,并为将要存在之事提供了确信。因此他说,我们在字母上所说的,在实际事物上也同样如此。而这从按照技艺制造和完成的事物中是显而易见的。设房屋为Δ,石料已被切割为Α,中项Γ为地基。因此,如果房屋已经生成,石料已被切割;这就是两个极限项,小项是房屋,大项是石料已被切割。既然如果房屋已经生成,石料便必然已被切割,那么石料切割的生成也就随着房屋的生成而来——或者更确切地说,先于房屋的生成——因为地基已经生成,而若是如此,石料也已被切割。结果在事物本身上,地基的生成先于房屋的生成,而石料切割的生成又先于地基的生成,但由于论证的必然性,在后之事被作为前项取得,而在先之事被作为后项取得。论证如下:“如果房屋,则地基;如果这成了,则石料已被切割;所以,如果房屋已经生成,石料已被切割。”我们从极限项且更接近“现在”的项开始,即从时间上在后者开始,如此推进,我们便看到推论成为了必然的。在将要存在之事上也是如此;因为无须再多作增补,接下来的关于将要存在之事的文句本身是清楚的。

语法注3 条
  1. 1.218Ὥσπερ, φησίν, ἐπὶ τῶν γεγονότων ἐλέγομεν ὅτι

    整个句子的骨干结构为 Ὥσπερ ... ἐλέγομεν ὅτι ...(从属从句群)... τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐσομένων φαμέν(主句)。在呼应 Ὥσπερ 的主句起始词 τὸ αὐτό 出现之前,插入了就时间本身而言的无限性与就具体事物而言的直接性之间的冗长对比(μὲν ... δέ)。

  2. 1.218κατὰ δὲ τῶν πραγμάτων λαμβανόμενος

    分词 λαμβανόμενος 的逻辑主语是承前省略的时间(ὁ χρόνος,与前文 καθ’ ἑαυτόν τις τὸν χρόνον ... λήψοιτο 相对比),具有被动态意义:“当[时间]联系具体事物被考察时”。

  3. 1.219ὡς τοῖς μὲν πράγμασιν προηγεῖσθαι τῆς γενέσεως τῆς οἰκίας τὴν τῶν θεμελίων γένεσιν

    连词 ὡς 与不定式(προηγεῖσθαι ... λαμβάνεσθαι)连用,表达由前述推理引出的结果或总结性说明(“结果是……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:175.10-176.30