← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§174.7-175.9

从结果溯及原因的推论与中项的界限

厄斯特拉齐奥解释道,尽管连续时间的无限可分性允许无限插入,但在事物与原因的领域中,直接中项的获取必然会停下来;他通过房屋与苏格拉底的例子说明,推论必须从在后者(作为目的的“现在”存在者)逆向追溯至在先的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.216

" Ἀλλ’ ἄρξασθαί γε ὅμως ἀνάγκη ἀπὸ τοῦ μέσου." Τουτέστιν εἰ καὶ διὰ τὴν ἀπειρίαν τῆς τοῦ συνεχοῦς διαιρέσεως ἀεὶ τι παρεμπίπτει, ἀλλ’ ἡ τῶν αἰτίων καὶ αἰτιατῶν φύσις ἀναγκάζει καὶ κατὰ χρόνον ἀρχήν τινα θέσθαι, καὶ τὴν μείζονα πρότασιν λαμβάνοντας ἄμεσον οὖσαν κατὰ τὰ πράγματα, μὴ ἀπὸ τοῦ μείζονος ὅρου ἄρχεσθαι, ἵν’ αὐτῷ τὸ μέσον ἕποιτο (οὐ γὰρ ἀναγκαία οὕτως ἡ ἀκολούθησις) ἀλλ’ ἀπὸ τοῦ μέσου·1 τούτῳ γὰρ ἀναγκαίως ἀκολουθήσει τὸ πρῶτον. λαμβανομένου δὲ τοῦ ὑστέρου πρῶτον, ἐπεὶ ἐν χρόνῳ τὸ λαμβανόμενον, καὶ χρόνος αὐτῷ συλληφθήσεται· ὥστε εἶναι τὸ νῦν τοῦ παρελθόντος προλαμβανόμενον. οἷον εἰ θεμέλιοι γίνονται, ἀνάγκη πρότερον ὀρυγὴν γεγονέναι. ἰδοὺ τὸ πρῶτον ληφθὲν πρᾶγμα μὲν ὁ θεμέλιός ἐστι, χρόνος δὲ τὸ νῦν γίνεσθαι τῷ λαμβανομένῳ συσσημαινόμενος ῥήματι. ἔστι δὲ τούτων πρότερα τό τε γεγονέναι καὶ ἡ ὀρυγή, ἃ ἐκείνοις ληφθεῖσιν ἐπηκολούθησεν. ἐρεῖ τις οὖν οὕτως· εἰ οἰκία γέγονε, θεμέλιοι γεγόνασιν· εἰ δὲ θεμέλιοι γεγόνασι, λίθοι ἐτμήθησαν· εἰ οἰκία ἄρα γέγονε λίθοι ἐτμήθησαν. ἀναγκαῖον δὴ τὸ συνηγμένον, ἀλλ’ οὐκ ἐξ ἀμέσων ἀμφοῖν. δεῖ τοίνυν τινὸς μέσου τῶν θεμελίων καὶ τῆς οἰκίας, ὅπερ ἐστὶ τὸ τοίχους γεγονέναι, οὗ ληφθέντος ἔστη ὁ λόγος εἰς ἄμεσα, καὶ οὐκέτι ἑτέρου δεῖ. ὥστε εἰ καὶ ἐπὶ τοῦ χρόνου ἀεὶ παρεμπίπτει διὰ τὸ ἄπειρον τῆς τοῦ συνεχοῦς διαιρέσεως, ἀλλ’ ἐπὶ τῶν πραγμάτων οὐκ ἀεί· ἀλλ’ ἐπὶ τούτων στήσεταί που ἡ λῆψις εἰς ἄμεσον. καὶ ἡ λῆψις ἀεὶ ἐν τοῖς τοιούτοις ἀπὸ τῶν ὑστέρων πρῶτον λαμβανομένων ἐν τῷ λόγῳ, ἵν’ ἕξει τὸ ἀναγκαῖον ἡ ἀκολούθησις. τινὰ δὲ τῶν ἀντιγράφων ‘ἀπὸ μέσου’ ἔχει, ἀλλ’ οὐχὶ ‘ἀπὸ τοῦ μέσου,’ καὶ τὸ ἀπὸ τοῦ νῦν πρώτου διχῶς ἔστι νοῆσαι·2 ἢ γὰρ τῷ μέσῳ τὸ νῦν προσάπτεται ἢ τῷ ἐσχάτῳ. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον· δεῖ μέσον εὑρεῖν τινα ὡρισμένον καὶ ἀρχικώτερον τοῦτον θεῖναι καὶ προηγούμενον τοῦ μείζονος, μὴ ὡς ὁ χρόνος τὴν ἀπειρίαν ἔχει, οὕτω καὶ τῶν πραγμάτων ἐχόντων αὐτήν,3 καὶ ἔτι τὸ ἔσχατον ἀρχικώτερον θεῖναι καὶ πρότερον, ὡς ἐν τῷ λόγῳ τοῦ μέσου μὲν προηγουμένου τοῦ μείζονος, τοῦ ἐσχάτου δὲ προηγουμένου τοῦ μέσου, ὃ νῦν ὠνόμασεν· τὸ γὰρ νῦν ἔσχατον τῶν πρὸ αὐτοῦ ἐστιν, ἢ καὶ τὸ νῦν πρᾶγμα ἐπὶ τῶν ἔργων τὸ ἀποβάν ἐστι τέλος, οὗ ἕνεκα τὰ πρὸ αὐτοῦ, ὃ καὶ μένει τε καὶ ἔστι παρελθόντων ἴσως τῶν πρὸ αὐτοῦ, οἷον ἡ οἰκία· ἐκ θεμελίων μὲν γὰρ καὶ τοίχων καὶ στέγης ἄλλο τί ἐστιν ἡ οἰκία, ἀλλ’ οὐχὶ θεμέλιοι καὶ στέγη καὶ τοῖχοι. διὸ ἐκεῖνα μὲν τρόπον τινὰ γέγονέ τε καὶ παρελήλυθεν, ἡ δὲ οἰκία νῦν ἐστιν, ἀφ’ ἧς ἄρξασθαι πρώτης δεῖ τὸν λόγον, ἵν’ ἀνατρεχόντων ἡμῶν τὸ γεγονέναι τὰ πρὸ αὐτῆς ἕψεται. οὕτω καὶ εἰ Σωκράτης ἐστίν, ἡ μήτηρ αὐτοῦ τέτοκεν· εἰ τοῦτο, κατὰ γαστρὸς ἔσχηκεν· εἰ τοῦτο, Σωφρονίσκῳ πεπλησίακεν· εἰ τοῦτο, Σωφρονίσκος ὑπῆρξεν. εἰ Σωκράτης ἄρα ἐστί, Σωφρονίσκος ὑπῆρξε. καὶ οὕτως ἀπὸ τοῦ νῦν ὄντος ἀρξάμενοι τὰ πρὸ αὐτοῦ πάντα ἑπόμενα ἔσχομεν.

“然而无论如何,必然要从中项开始。” 这就是说,即使由于连续体分割的无限性总有某种东西插入其间,但原因与受因者的本性迫使人们在时间上也设定某个起点,并且在获取按事物本身而言是直接的大前提时,不从大项开始以便中项随之而来(因为这样一来推论就不是必然的),而是从中项开始;因为第一项将必然随此[中项]而来。而当在后者被首先取得时,既然所取得的事物处于时间之中,时间也将与它一同被取得;以至于“现在”先于过去的事物被预先取得。例如,如果地基正在被建造,那么在此之前必然挖掘工作已经发生。看哪,首先取得的事物是地基,而时间则是与所取的动词一同附带表示的“现在正在建造”。而在这些事物之前的是“已经发生”和挖掘工作,它们是在那些事物被取得之后随之而来的。因此人们会这样说:“如果房屋已经生成,地基已经生成;而如果地基已经生成,石料已被切割;所以,如果房屋已经生成,石料已被切割。”得出的结论确实是必然的,但并不是由两个前提都是直接的而得出的。因此,在地基与房屋之间需要某个中项,即“墙体已经生成”;一旦取得这个中项,论证就停在了直接的前提上,不再需要另一个项了。因此,即使就时间而言由于连续体分割的无限性总是会插入其间,但就事物本身而言却并非总是如此;相反,就这些事物而言,获取将在某处停在直接的前提上。并且在这样的事态中,获取总是在论证中首先从在后者开始,以便推论具有必然性。某些抄本写作不带冠词的“从中项”,而不是“从该中项”;并且“从第一‘现在’开始”这一表述可以作两种理解:因为“现在”要么联系于中项,要么联系于极限项。而所言之意如下:必须找到某个确定的中项,并将它设定为比大项更具始元性且在先,并不是像时间具有无限性那样事物也具有无限性;并且进一步将极限项设定为更具始元性且在先,如同在论证中中项先于大项,而他称之为“现在”的极限项则先于中项一样。因为“现在”是先于它之诸事的极限;或者说,在具体造物中“现在”的事物是最终呈现的目的,先于它之诸事是为了它而存在的,当先于它之诸事或许已经消逝之后,它仍然保持且存在,例如房屋就是如此。因为由地基、墙体和屋顶构成的房屋是某种别的事物,而不是地基、屋顶和墙体本身。因此,那些事物在某种意义上已经生成并且消逝了,但房屋“现在”存在着;论证必须首先从它开始,以便当我们往回追溯时,先于它之诸事的生成将随之而来。同样,“如果苏格拉底存在,他的母亲已经生育;如果这样,她曾怀胎;如果这样,她曾与索弗罗尼斯科斯结合;如果这样,索弗罗尼斯科斯曾存在;所以,如果苏格拉底存在,索弗罗尼斯科斯曾存在。”这样,我们从“现在”存在者开始,便得到了先于它的一切事物作为推论而随之而来。

语法注3 条
  1. 1.216καὶ τὴν μείζονα πρότασιν λαμβάνοντας ἄμεσον οὖσαν κατὰ τὰ πράγματα, μὴ ἀπὸ τοῦ μείζονος ὅρου ἄρχεσθαι, ἵν’ αὐτῷ τὸ μέσον ἕποιτο (οὐ γὰρ ἀναγκαία οὕτως ἡ ἀκολούθησις) ἀλλ’ ἀπὸ τοῦ μέσου

    宾格分词 λαμβάνοντας 充当不定式 ἄρχεσθαι 的逻辑主语(指推理者),受主句动词 ἀναγκάζει(其主语为 ἡ τῶν αἰτίων καὶ αἰτιατῶν φύσις)的支配。句式骨架为:“本性迫使[假定……的推理者]不要从大项开始……而是从中项开始”。

  2. 1.216τὸ ἀπὸ τοῦ νῦν πρώτου διχῶς ἔστι νοῆσαι

    中性单数冠词 τό 将亚里士多德原文中的短语 ἀπὸ τοῦ νῦν πρώτου(“从第一‘现在’开始”)整体名词化,作为接在无人称动词 ἔστι 之后的动词不定式 νοῆσαι 的宾语。

  3. 1.216μὴ ὡς ὁ χρόνος τὴν ἀπειρίαν ἔχει, οὕτω καὶ τῶν πραγμάτων ἐχόντων αὐτήν

    句中的 οὕτω καὶ τῶν πραγμάτων ἐχόντων αὐτήν 为属格独立结构,与前面的否定比较从句 μὴ ὡς ὁ χρόνος τὴν ἀπειρίαν ἔχει 形成对比修饰,充当状语以表示否定的条件或状态:“并非时间具有无限性,事物也如此具有它”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:174.7-175.9