← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§172.29-174.6

从后起事件推导在先原因的推论结构

埃乌斯特拉提乌斯针对 Bekker 95b16–22 解释了在不同时存在的原因与受因者之间,如何从更接近“现在”的在后事件(如Γ和Δ)推导出在先原因(Α)的推论结构,并阐明了在离散的事实与原因层面上中项的获取终将停在直接前提上,尽管在时间层面上生成作为连续体是无限可分的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.211

" Οἷον τὸ Α γέγονεν, ἐπεὶ τὸ Γ γέγονεν. ὕστερον δὲ τὸ Γ." Εἰπὼν ὅτι καὶ ἐν τούτοις ἄμεσοι αἱ προτάσεις ἐξ ἀνάγκης εἰσίν, ὡς μηδενὸς ἄλλου ὄντος μεταξὺ τοῦ μέσου καὶ τοῦ πρώτου, ἀλλ’ αὐτοῦ ὄντος ἑπομένου ἀμέσως ἐξ ἀνάγκης τοῦ πρώτου τῷ μέσῳ,1 ἂν ἀπὸ τοῦ μέσου τις ἄρχηται, ἐπὶ τῶν στοιχείων τὸν λόγον γυμνάζει, τὸ Α γεγονέναι λέγων, ἐπεὶ τὸ Γ γέγονε. τὸ μὲν γὰρ Γ τοῦ Α ὕστερον, ἐπεὶ καὶ αἰτιατόν, τὸ δὲ Α τοῦ Γ πρότερον, ἐπεὶ καὶ αἴτιον· ἀλλ’ ἐν τῷ λόγῳ πρότερον εἶναι τὸ Γ τίθεται, ἵν’ ἐξ ἀνάγκης τὸ Α ἀκολουθήσῃ.

“例如,由于Γ已生成,Α已生成;但Γ在后。” 在说明了在这些事物中前提也必然是直接的之后——意即在中项与第一项之间没有其他事物,而是对于从中项出发的人而言,第一项本身必然直接随中项而来——他用字母演练了这一论证,说由于Γ已生成,Α已生成。因为Γ在Α之后,既然它也是受因者;而Α在Γ之先,既然它也是原因;但是在论证中,Γ被设定为在先,以便Α必然随之而来。

§1.212

"Ἀρχὴ δὲ τὸ Γ διὰ τὸ ἐγγύτερον τοῦ νῦν εἶναι." Εἰ καὶ τὸ Α αἴτιον καὶ διὰ τοῦτο φύσει πρότερον τοῦ Γ, καὶ τὸ Γ αἰτιατὸν καὶ διὰ τοῦτο φύσει ὕστερον τοῦ Α, ἀλλ’ ἐν τῇ τῆς προτάσεως λήψει ἀρχὴ τὸ Γ λαμβάνεται, ἵνα ἡ τοῦ προτέρου ὕπαρξις ἐξ ἀνάγκης ἀκολουθήσῃ· καὶ ὃ ἄν τις ὑπέλαβεν αἴτιον αὐτῷ εἶναι ὑστερήσεως, τοῦτο μᾶλλον αὐτῷ αἴτιον τοῦ προτάττεσθαι γίνεται,2 τοῦτο δέ ἐστι τὸ ἐγγὺς εἶναι τοῦ νῦν, ὅπερ ἀρχὴ τοῦ μέλλοντος χρόνου ἐστίν, ἤγουν τοῦ μετὰ τὴν γένεσιν τοῦ Γ. τὸ γὰρ Γ ἐγγύτερον ὂν τοῦ νῦν τούτου, διὰ τοῦτο πρὸ τοῦ Α λαμβάνεται ὄντος πορρώτερον τοῦ νῦν.

“而Γ是起点,因为它更接近于‘现在’。” 即使Α是原因并因此在本性上先于Γ,且Γ是受因者并因此在本性上后于Α,但在前提的获取中,Γ仍被取作起点,以便在先者的存在必然随之而来;并且人们原本可能认为是导致它处于在后地位的原因的事物本身,反而成了它被置于在先地位的原因:这就是它接近于作为未来时间的起点、也就是Γ生成之后的时间的起点的“现在”。因为既然Γ更接近于这个“现在”,因此它在距离“现在”更远的Α之前被取得。

§1.213

"Τὸ δὲ Γ γέγονεν, εἰ τὸ Δ γέγονεν." Ὥσπερ δὲ τὸ Γ ὕστερον ὂν τοῦ Α πρότερον ἐλήφθη αὐτοῦ, ἵν’ αὐτῷ τὸ Α ἀκολουθήσῃ, οὕτω πάλιν τοῦ Δ ληφθέντος ἀκολουθεῖ τὸ Γ. οὕτω γὰρ ἔσται τὸ ἀναγκαῖον κἀνταῦθα, τοῦ Δ τεθέντος ἀκολουθεῖν τὸ Γ, ὡς ἤδη συνάγεσθαι καὶ συμπέρασμα τοῦ Δ γενομένου τὸ Α γεγονέναι. καὶ ἔστιν ὁ ἅπας συλλογισμὸς οὕτως· τοῦ Δ γενομένου τὸ Γ γέγονε· τοῦ Γ γενομένου τὸ Α γέγονε· τοῦ δὴ Δ γενομένου τὸ Α γέγονεν. αἴτιον δὲ τῆς συναγωγῆς τοῦδε τοῦ συμπεράσματος τὸ Γ. διὰ γὰρ μέσου τούτου τὸ Α τῷ Δ ἠκολούθησεν.

“而且如果Δ已生成,Γ已生成。” 正如Γ虽在Α之后,却被取在Α之前以便Α随之而来一样,当Δ再次被取时,Γ同样随之而来。因为这样一来,这里也将具备这种必然性,即Δ被设定时Γ便随之而来,从而已经可以得出结论:当Δ生成时,Α已生成。整个三段论如下:“Δ已生成,Γ已生成;Γ已生成,Α已生成;所以Δ已生成,Α已生成。”而得出这一结论的原因是Γ;因为正是通过这个中项,Α随Δ而来。

§1.214

"Οὕτω δὲ λαμβάνοντι τὸ μέσον στήσεταί που.3" Ἡμεῖς μέν, φησίν, οὕτως ἐλάβομεν ὡς ἀμέσως ἑπομένων τῶν προτέρων τοῖς ὑστέροις· κἂν εἰ μὴ ἀμέσως δὲ οὗτοι εὐθὺς οἱ ὅροι, ἀλλ’ οὕτω λαμβάνοντί τινι τὸ μέσον καὶ παρεμβάλλοντι ἀεὶ τὸ εὑρισκόμενον στήσεταί που ἡ λῆψις εἰς ἄμεσον, ὡς μηκέτι εὑρίσκεσθαι ἕτερον ὃ παρεμβληθήσεται.

“对于这样取得中项的人而言,它将在某处停下来。” 他说,我们是这样来取的,仿佛在先者直接随在后者而来;即使这些项并非立即就是直接的,但对于这样取得中项并不断将所发现的项插入其间的人而言,这种获取也将在某处停在直接者上,以至于不再能发现要被插入的另一个项。

§1.215

"Ἢ ἀεὶ παρεμπεσεῖται διὰ τὸ ἄπειρον. οὐ γάρ ἐστιν ἐχόμενον γεγονὸς γεγονότος." Τοῦτο ἐπιδιόρθωσίς ἐστι τοῦ ῥηθέντος, τὴν ἀκρίβειαν παραδιδοῦσα τοῦ προκειμένου θεωρήματος, πῶς ἐνδέχεται τὴν τοῦ μέσου ἵστασθαι λῆψιν, καὶ πῶς οὐκ ἐνδέχεται. εἰπὼν γὰρ ὅτι στήσεταί που εἰς ἄμεσον, φησὶ νῦν διορθούμενος ‘ἢ οὐ στήσεται ἁπλῶς, ἀλλὰ κατά τι μέν, κατά τι δὲ οὔ’. κατὰ μὲν γὰρ τὸν χρόνον ἀεὶ παρεμπεσεῖταί τι μέσον καὶ οὐδέποτε στήσεται εἰς ἄμεσον. ἐπεὶ γὰρ συνεχὴς ὁ χρόνος, καὶ οὐκ ἔστι δύο νῦν ἐφεξῆς ἀλλήλων ἐχόμενα, ἀλλ’ ἀεὶ δύο νῦν μεταξὺ ἔστι λαβεῖν διάστημα, ὑπάρχει δὲ οὗτος συνεχὴς καὶ ἐπ’ ἄπειρον διαιρετός, διὰ τὸ ἄπειρον τοῦτο ἔσται ἀεί τι παρεμπῖπτον μεταξὺ ὧν ἄν τις λήψοιτο. τῶν δὲ πραγμάτων οὐχ οὕτως ἐχόντων,4 ἀλλὰ διισταμένων ἀπ’ ἀλλήλων τῶν αἰτιατῶν καὶ αἰτίων, ἀνάγκη κατά γε ταῦτα στῆναι τὴν λῆψιν καὶ ἄμεσόν τι εὑρεῖν αἴτιον καὶ αἰτιατόν.

“或者,由于无限,它将总是插入其间;因为已生成者并不与已生成者相接。” 这是对前述论述的修正,传达了摆在面前的定理的精确性,即中项的获取何以可能停下来,又何以不可能停下来。因为在说了它将在某处停在直接者上之后,他现在通过修正说:“或者它不是简单地停下来,而是在某一意义上停下,在另一意义上不停下。”因为就时间而言,总是会有某个中项插入其间,且绝不会停在直接者上。因为既然时间是连续的,且没有两个相继的“现在”彼此相接,而总是在两个“现在”之间可以取到一个间隔,且这个时间是连续的并无限可分的,那么由于这种无限性,在人们可能取的任何事物之间都将总是有某种东西插入其间。但既然事物并非如此,而是受因者与原因彼此分离,那么至少就这些事物而言,这种获取必然会停下来,并且必然会找到某种直接的原因与受因者。

语法注4 条
  1. 1.211ἀλλ’ αὐτοῦ ὄντος ἑπομένου ἀμέσως ἐξ ἀνάγκης τοῦ πρώτου τῷ μέσῳ

    这是一个属格绝对结构,αὐτοῦ ... τοῦ πρώτου 为逻辑主语,ἑπομένου 为分词。它表达了推论方向上的必然蕴涵关系:即若从中项(在后者)出发,第一项(在先的原因)便直接随之而来。

  2. 1.212καὶ ὃ ἄν τις ὑπέλαβεν αἴτιον αὐτῷ εἶναι ὑστερήσεως, τοῦτο μᾶλλον αὐτῷ αἴτιον τοῦ προτάττεσθαι γίνεται

    关系从句 ὃ ἄν τις ὑπέλαβεν αἴτιον αὐτῷ εἶναι ὑστερήσεως(“人们原本可能认为是导致它处于在后地位的原因的事物”)前置,作为主句指示代名词 τοῦτο 所指的内容。这一结构阐明了时间上的在后性(更接近“现在”)反而转变为逻辑推论中前提被置于在先位置(作为前件设定)之依据的论证转换。

  3. 1.214Οὕτω δὲ λαμβάνοντι τὸ μέσον στήσεταί που.

    λαμβάνοντι 是关涉与格(判断者与格),表示“对于这样取得中项的人而言”。动词 στήσεται(“将停下来”)的主语既可指中项的序列本身,也可如后文注解所明确指出的那样,补充理解为获取的过程(ἡ λῆψις)。

  4. 1.215κατὰ μὲν γὰρ τὸν χρόνον ... τῶν δὲ πραγμάτων οὐχ οὕτως ἐχόντων

    通过 μέν...δέ,介词短语 κατὰ μὲν γὰρ τὸν χρόνον 与属格绝对结构 τῶν δὲ πραγμάτων οὐχ οὕτως ἐχόντων 构成鲜明对比,将亚里士多德提出的两种可能(停下来还是由于无限而不断插入)协调地划分为“时间维度(连续量)”与“具体事物/事实维度(离散因果)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:172.29-174.6