← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§171.28-172.28

非同时存在原因与结果中直接前提的必然性

厄斯特拉齐奥详释了亚里士多德在Bekker 95b14中的用意,指出即便在时间上有先后次序的不同时存在的原因与结果之间,也必然存在使论证成为可能的直接关联(直接前提)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.210

" Ἀνάγκη γὰρ καὶ ἐν τούτοις τὸ μέσον καὶ τὸ πρῶτον ἄμεσα εἶναι." Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ἐπὶ μὲν τῶν ἅμα διὰ τὸ συνεῖναι ἀλλήλοις τὸ αἰτιατὸν καὶ τὸ αἴτιον δῆλον γέγονεν ὅτι ἄμεσά ἐστι τὰ εἰς τὴν ἀπόδειξιν λαμβανόμενα. μήποτε δὲ ἐπὶ τῶν μὴ ἅμα ἄλλως ἔχει,1 καὶ οὐκ ἐνδέχεται ἀμέσως ἔχοντας ὅρους εὑρεῖν. ἴσως γὰρ διὰ τὸ ἐν χρόνῳ τὴν γένεσιν εἶναι καὶ τὸν χρόνον εἶναι συνεχῆ, οἰήσαιτ’ ἄν τις ὡς οὐκ ἐνδέχεται ἄμεσα ἐπὶ τῶν τοιούτων εὑρεῖν, συνεχῶν ὄντων καὶ τοῦ χρόνου καὶ τῆς γενέσεως ἐπ’ ἄπειρόν τε διαιρετῶν, ὡς ἄπειρα νῦν ἐξὸν εἶναι λαβεῖν2 ἐν ὁτῳοῦν χρονικῷ διαστήματι, καὶ μεταξὺ δύο νῦν διάστημά τι χρονικόν, ὡς μὴ ἐχομένων τῶν νῦν, καὶ αὖθις ἄπειρα γεγονότα ἐν ἡτινιοῦν γενέσει, καὶ μεταξὺ δυοῖν γεγονότων γένεσιν, κἀντεῦθεν ἐξ ἀνάγκης ἄπειρα εἶναι τὰ μέσα, καὶ μὴ ἐνδέχεσθαί τι ἄμεσον ἐν τοῖς τοιούτοις λαμβάνεσθαι· καὶ διὰ τοῦτο μηδ’ εἶναι ἀπόδειξιν ἐπὶ τῶν μὴ ἅμα ὄντων αἰτίων καὶ αἰτιατῶν, ἀλλ’ ἐπὶ μόνων γίνεσθαι αὐτὴν ἐφ’ ὧν μέσον τὸ τί ἦν εἶναι λαμβάνεται. οἷον ἐπειδὴ συνεχὴς ὁ χρόνος, ἐν ᾧ ἡ γυνὴ ἀνδρὶ πεπλησίακε, τῷ χρόνῳ ἐν ᾧ κατὰ γαστρὸς ἔσχηκε, καὶ ἡ γένεσις ἐκείνη τῇ γενέσει ταύτῃ, οὐκ ἔσται ἄμεσα ταῦτα ἀλλήλοις, ἀλλ’ ἀεὶ ἔστι μεταξύ τι λαβεῖν, διὰ τὸ ἐπ’ ἄπειρον διαιρετὸν εἶναι τὸ συνεχές, ὡς εἴρηται, καὶ ἀεὶ δύνασθαί τι λαβεῖν μεταξὺ δύο νῦν καὶ μεταξὺ δύο γεγονότων. καὶ εἰ ταῦθ’ οὕτως ἔχει, μάτην αὐτῷ ὁ περὶ τῶν τριῶν αἰτίων λόγος εἰς μέσον εἰσενήνεκται, ὡς καὶ τούτων ἕκαστον ἐνδέχεσθαι λαμβάνεσθαι μέσον, καὶ ἀπόδειξιν γίνεσθαι μεσάζοντος ἐν αὐτῇ ὡς τοῦ τί ἦν εἶναι, οὕτω καὶ τῶν λοιπῶν ἑκάστου αἰτίων. εἰ γὰρ μὴ ἔστιν ἄμεσον πρότασιν ἐπὶ τούτων λαβεῖν, πῶς ἔσται ἀπόδειξις, εἴ γε ἐκ πρώτων καὶ ἀμέσων ἡ ἀπόδειξις συνίστασθαι πέφυκεν, ἄμεσος δέ ἐστιν, ἧς μὴ ἔστιν ἄλλη προτέρα πρότασις; πῶς δ’ οὐκ ἔσται προτέρα προτάσεως ἧς τῶν ὅρων ἔστι τι λαβεῖν μεταξύ; διὰ ταῦτα πρῶτον μὲν τὴν γένεσιν μὴ οὖσαν ἔδειξε συνεχῆ· τοῦτο γὰρ αἴτιον ἐδόκει τοῦ ἀεί τι μέσον λαμβάνεσθαι· νῦν δ’ αὖθις αὐτόθεν δείκνυσι τὸ καὶ ἐν τοῖς τοιούτοις ἀμέσους προτάσεις λαμβάνεσθαι. φησὶ τοίνυν ὅτι ἀνάγκη καὶ ἐν τοῖς τοιούτοις, τουτέστιν ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τὸ μέσον καὶ τὸ πρῶτον ἄμεσα εἶναι, μέσον λέγων τὸ τοῦ ἐσχάτου προσεχὲς αἴτιον, καὶ πρῶτον τὸ τοῦ μέσου αἴτιον· ὡς ἐκ τοῦ ἐσχάτου ἀρχομένων ἕπεσθαι τὸ μέσον,3 καὶ τούτῳ αὖθις τὸ πρῶτον, ὅτε τὸν λόγον ἐπὶ τριῶν ὅρων γυμνάζομεν· κἂν ἐπὶ πλειόνων δέ, ὡσαύτως ἐκ τῶν ὑστέρων ἀρχομένοις ἀεὶ τὰ πρότερα ἕπεται.

“因为在这些事物中,中项与第一项也必须是直接的。” 他的意思如下:在同时存在的事物中,由于受因者与原因彼此共存,用于论证的前提是直接的这一点已变得显而易见。但在不同时存在的事物中,情况或许有所不同,且不可能找到处于直接关系的项。因为也许由于生成存在于时间之中,且时间是连续的,人们可能会认为在这类事物中不可能找到直接项,因为时间和生成都是连续的且无限可分的,以至于在任何时间间隔中都可以取无数个“现在”,而在两个“现在”之间存在某个时间间隔,因为各“现在”并不相接,而且在任何生成中都有无数个已生成者,在两个已生成者之间存在着生成,从而必然有无数个中项,而在这些事物中不可能取到任何直接项;并因此在不同时存在的原因与受因者中甚至不存在论证,而论证仅发生在以“本质”为中项的事物中。例如,既然妇女与男子交合的时间对于她受孕的时间是连续的,且前一种生成对于后一种生成也是连续的,那么这些事物彼此之间就不是直接的,而是总能在其中间取到某种东西,因为如前所述,连续物是无限可分的,且总能在两个“现在”之间以及两个已生成者之间取到某种东西。如果情况确实如此,那么他提出关于三种原因的论述就是徒劳的了——即这些原因中的每一个也都可以被取作中项,并且在论证中不仅本质可以作为媒介,其余各项原因中的每一种同样也可以作为媒介。因为如果无法在这些事物中取得直接前提,又怎么会有论证呢?既然论证本性上是由第一且直接的前提构成的,而直接前提就是没有其他更在先的前提的前提;而对于那些在其诸项之间可以取到某种东西的前提,又怎么会没有更在先的前提呢?为了这些缘故,他首先指出了生成并不是连续的;因为连续性似乎正是总是能取到某个中项的原因;而现在他又接着直接指明,在这类事物中也同样能取得直接前提。因此他说,在这类事物中——即具有在前与在后的事物中——中项与第一项也必须是直接的,他所说的中项是指最终项的直接原因,而第一项是指中项的原因;也就是说,当我们用三个项来演练论证时,对于从最终项出发的人而言,中项随之而来,而对中项而言第一项又随之而来;即使在更多项的情况下也是如此,对于从在后者出发的人而言,在前之物总是随之而来。

语法注3 条
  1. 1.210μήποτε δὲ ἐπὶ τῶν μὴ ἅμα ἄλλως ἔχει

    此处 μήποτε 后接直陈式(ἔχει),表示带有顾虑或试探性的推测/疑问(“或许……并非如此”)。它与前文关于同时存在的原因与结果的确定事实(δῆλον γέγονεν)形成对比,引出了针对在时间上有先后的不同时原因与结果中可能不存在直接前提的反驳性疑虑。

  2. 1.210ὡς ἄπειρα νῦν ἐξὸν εἶναι λαβεῖν

    此结构隶属于 οἰήσαιτ’ ἄν τις ὡς... 引导的从属结构中,展开说明假想反对者的具体理据。无人称分词 ἐξόν 与不定词 εἶναι 结合,统领宾格不定式句,其后穿插省略动词(如 διάστημά τι χρονικόν 后补出 εἶναι)与属格绝对结构(ὡς μὴ ἐχομένων),一直延伸至 κἀντεῦθεν ἐξ ἀνάγκης ἄπειρα εἶναι τὰ μέσα。

  3. 1.210ὡς ἐκ τοῦ ἐσχάτου ἀρχομένων ἕπεσθαι τὸ μέσον

    此处 ὡς 结合了属格分词 ἀρχομένων(表示逻辑主体,“对于那些从终极项出发的人而言”)与不定词 ἕπεσθαι。ἀρχομένων 起到属格绝对结构的作用,规定了中项随之而来的条件与视角(正如后文出现的与格 ἀρχομένοις 所对应的那样)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:171.28-172.28