← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§170.3-171.27

从点线类比看生成的非连续性与相继论证

藉由线与点的类比论证了生成的非连续性,并阐明生成看似连续不过是由时间与天体旋转所产生的表象。随后在预告《物理学》更详尽论述的同时,借助字母(Α、Γ、Δ)展示了相继生成中中项与必然论证的结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.207

" Ὥσπερ οὖν γραμμὴ πρὸς στιγμὴν ἔχει." Ἔτι καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ μὴ ἀλλήλων ἔχεσθαι τὸ γεγονός τε καὶ τὸ γινόμενον ἐκ τῆς ἀναλογίας τῆς πρὸς τὴν στιγμὴν καὶ τὴν γραμμήν. ὃν γὰρ λόγον ἔχει ἡ γραμμὴ πρὸς τὴν στιγμήν, τὸν αὐτὸν τὸ γινόμενον πρὸς τὸ γεγονός.1 καὶ ὥσπερ ἐν τῇ γραμμῇ ἀπείρους ἄν τις στιγμὰς λήψοιτο διὰ τὸ ἐπ’ ἄπειρον διαιρετὸν ὑπάρχειν τὸ συνεχὲς καὶ εἶναι στιγμὴν λαμβάνειν καθ’ ἑκάστην διαίρεσιν, οὕτω καὶ ἄπειρα ὑπάρχει γεγονότα ἐν τῷ γινομένῳ. ὥσπερ οὖν γραμμῆς στιγμὴν ἔχεσθαι οὐκ ἐνδέχεται, οὕτως οὐδὲ γεγονὸς γινομένου.2

“正如线对点的关系那样。” 此外,这也根据对点和线的类比,确立了已生成者与正在生成者并不彼此邻接。因为线对点具有怎样的比例,正在生成者对已生成者也具有同样的比例。正如在一条线中,由于连续物是无限可分的,并且在每次分割时都可以取一个点,人可以取无数个点,同样,在正在生成者之中也存在着无数个已生成者。因此,正如点不可能邻接于线,已生成者同样也不可能邻接于正在生成者。

§1.208

"Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου." Ἐνταῦθα μέν, φησί, ταῦτα ἀμυδρῶς εἴρηται καὶ περὶ μόνης ἰδικῶς τῆς γενέσεως· ἐν δὲ τοῖς τελευταίοις τέσσαρσι τῆς Φυσικῆς ἀκροάσεως καθόλου ἐπὶ κινήσεως λέγοντες φανερῶς καὶ ἐπὶ τούτων ἐροῦμεν, καθαρὰν καὶ ἀρίδηλον τὴν περὶ τούτων θεωρίαν παραδιδόντες ὡς καὶ τὴν περὶ τούτων διδασκαλίαν προὔργου πάντως ἐκεῖσε ποιούμενοι, ὅτι γε νῦν κρυφίως καὶ ἀφανῶς ὁ περὶ τούτων λόγος ἡμῖν παραδέδοται ὡς μηδὲ τοῦ προκειμένου ὑπάρχων σκοποῦ οἰκειότατος. ἢ γοῦν οὕτω δεῖ νοεῖν, ὡς εἴπομεν, τὸ ‘ἐπισκεπτέον δὲ τί τὸ συνέχον’ καὶ τὰ ἑξῆς, ἢ ἐπειδὴ εἴρηκεν ὡς οὐκ ἐξ ἀνάγκης ἐν τοῖς τοιούτοις ἕπεται τοῖς προτέροις τὰ ὕστερα, ἀπορεῖ πρὸς τοῦτον τὸν λόγον3 ὅτι εἰ οὕτως ἔχει, τί λοιπόν ἐστιν αἴτιον τοῦ τὴν γένεσιν ἀδιάκοπον εἶναι, καὶ ἀεὶ μετὰ τὸ πρῶτον γινόμενον ἄλλο γίνεσθαι μετ’ αὐτὸ καὶ ἑξῆς οὕτω καὶ μηδέποτε διαλείπειν, μηδεμιᾶς οὔσης ἀνάγκης ἕπεσθαι τοῖς προλαβοῦσι τὰ μετ’ αὐτά. καὶ πρὸς τοῦτο μηδὲν εἰς λόγον ἐπενεγκὼν λύσεως προστίθησι τὰ ἑξῆς, ἐξ ὧν μᾶλλον ἔστιν εἰπεῖν μὴ συνεχῆ εἶναι τὴν γένεσιν, διὰ τὸ τὸ πέρας τοῦ προτέρου μήτε τῇ ἀρχῇ συνάπτειν τοῦ μετ’ αὐτὸ μήτε τινὶ μορίῳ αὐτοῦ. τὸ μὲν οὖν πρότερόν τινα γίνεσθαι καὶ μετὰ ταῦθ’ ἕτερα οὐ συνεχὲς διὰ τὰ εἰρημένα· δόξειε δ’ ἂν συνεχῆ εἶναι καὶ συνείρειν τὴν γένεσιν διὰ τὸ ἐν χρόνῳ ταύτην γίνεσθαι καὶ ὑπὸ τῆς περιφορᾶς τοῦ παντός, ἅπερ ἄμφω συνεχῆ ὄντα φαντασίαν, ὡς εἴρηται, συνεχείας καὶ τῇ γενέσει παρέχει. καίτοι ἐκείνοις μὲν διακοπὴ οὐδαμῶς, διὸ καὶ συνείρει καὶ συνεχῆ ἐστι· τοῖς δὲ προτέροις τῶν γινομένων καὶ τοῖς μετέπειτα τὰ μεταξὺ διαλείμματα ἐναργῆ ἐστι. διὸ οὐδὲ ἡ γένεσις αὐτῶν συνεχής ἐστι.

“但在普遍的事理中则更为明白。” 他说,在此处这些事只是模糊地且专门针对生成本身而论述的;但在《物理学》的后四卷中普遍地论及运动时,我们将更为明白地论述这些事,将关于它们的考察传授得纯粹而透彻,因为我们在那里无论如何都把关于它们的讲授作为首要之务,而现在关于它们的论述只是被我们隐晦而不显眼地传授,因为它并不最适合于所提出的目的。或者至少,必须像我们所说的那样来理解“然而必须考察什么是使之连续者”以及接下来的文句;或者,既然他已经说过在这类事物中在后者并不必然随从在前之物,他针对这一论述提出了疑难:如果情况如此,在随后的事物没有任何必然性随从先前事物的情况下,生成连绵不断、在第一个正在生成者之后总有另一个随之生成、如此依次推进且永不间断的原因究竟何在?对此他并未提出任何可算作解答的论证,而是补充了以下内容,根据这些内容反倒可以说生成并不是连续的,因为在前之物的极限既不与随后的事物的开端相连,也不与其任何部分相连。因此,根据所说的理由,某些在前之物的生成以及在这些之后其他事物的生成并不是连续的;但由于生成发生在时间之中,并在宇宙整体的旋转运动之下发生,生成可能会显得是连续的和相连的,因为这两者作为连续物,如前所述,也赋予了生成以连续的表象。然而,在那些事物中决不存在中断,因而它们是相连且连续的;但在正在生成的前后事物之间,中间的间歇却是显而易见的。因此,它们的生成也不是连续的。

§1.209

"Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς." Ὅσον οὖν ἐκ τῶν εἰρημένων, συνεχῆ μὲν οὐκ ἄν τις εἴποι τὴν γένεσιν, ἐφεξῆς δέ γε διὰ τὸ μηδὲν μεταξὺ συγγενὲς τοῦ αἰτίου θεωρεῖσθαι καὶ τοῦ μετ’ αὐτὸ αἰτιατοῦ, ἐπεὶ καὶ ἐν τούτοις ἀνάγκη ἀμέσως ἀλλήλοις ἑνοῦσθαι τὸ μέσον καὶ τὸ πρῶτον τῶν ἄκρων. καὶ ἴδωμεν τοῦτο ἐπὶ τῶν στοιχείων πρότερον ὅπως γίνεται· ἔπειτα δὲ καὶ ἐπὶ τῶν πραγμάτων γυμνάσομεν, ὅπως τε ἐκ τῶν ὑστέρων ἀρχομένοις ἀναγκαία ἡ ἀκολούθησις γίνεται4 ἐπὶ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐφ’ ὧν τὸ πρότερον καὶ τὸ ὕστερον, καὶ ὅτι ἀνάγκη καὶ ἐπὶ τούτων ἄμεσα εὑρίσκεσθαι, ἐξ ὧν ποιήσομεν τὴν ἀπόδειξιν. ἔστω δὴ τὸ Δ αἰτιατὸν ἔσχατον, καὶ τούτου πρότερον τὸ Γ, αἴτιον ὂν αὐτοῦ προσεχές, καὶ τούτου αὖθις τὸ Α. ἐὰν οὖν τὸ Γ γεγονὸς ὑποθώμεθα, ἀνάγκη τὸ Α πρὸ τούτου γεγονέναι. καὶ εἰ τὸ Δ γέγονεν, ἀνάγκη τὸ Γ. ὥστε εἰ τὸ Δ γέγονεν, ἀνάγκη τὸ Α. αὕτη μὲν ἡ πρόθεσις τῶν εἰρημένων· ἴδωμεν δὲ καὶ κατὰ μέρος τὴν λέξιν. περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τὸ μέσον αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω. τὰ εἰρημένα προσεχῶς ἀποκαθίστησιν καί φησιν ὅτι ὁ μὲν περὶ τῆς γενέσεως πλατύτερος λόγος καὶ ἀκριβέστερος ἐν τοῖς τελευταίοις τέσσαρσι τῆς Φυσικῆς ἀκροάσεως βιβλίοις παραδίδοται. πρὸς δὲ τὴν παροῦσαν πραγματείαν εἰλήφθω ἐπὶ τοσοῦτον ὅσον ἀρκεῖ πρὸς τὸ δεῖξαι πῶς ἂν ἔχοι τὸ μέσον, τουτέστι τὸ αἴτιον τοῦ τε συμπεράσματος καὶ τοῦ πράγματος ἐπὶ τῶν τοιούτων ἐφ’ ὧν ἡ γένεσις ἐφεξῆς, τουτέστιν ἐπὶ τῶν ἐχόντων τὸ πρότερον καὶ τὸ ὕστερον αἰτίων καὶ αἰτιατῶν. οὐ γὰρ περὶ τῆς γενέσεως νῦν, ἀλλὰ περὶ τῆς ἀποδείξεως προέκειτο πῶς ἔχει τὸ ἀναγκαῖον, προβαινούσης τῆς γενέσεως κατὰ τὴν τάξιν τοῦ προτέρου καὶ τοῦ ὑστέρου, ἃ καὶ ἐφεξῆς λέγεται, ὁπόταν μηδὲν αὐτῶν ᾖ ὁμογενὲς μεταξύ.

“因此,关于如何相继。” 因此,从所说的话来看,人们不能说生成是连续的,但可以说它是相继的,因为在原因与其随后的受因者之间看不到任何同类的事物,因为在这些情况中,中项与各极端中的第一项也必须直接彼此统一。让我们首先看看这在字母上是如何发生的;然后我们也在实际事物上进行演练:对于从在后者出发的人来说,在大部分如此的事物中以及在有在前与在后的事物中,随从关系如何成为必然的,以及在这些事物中也必须找到直接前提,我们正是从这些前提构建论证。那么,设Δ为最终的受因者,在前于它的是Γ,即它的直接原因,而在前于它的又是Α。如果我们假定Γ已经生成,那么Α在此之前已经生成就是必然的。如果Δ已经生成,Γ已经生成就是必然的。因此,如果Δ已经生成,Α已经生成就是必然的。这就是所说内容的用意;让我们也逐部分地考察原文。“因此,关于生成相继发生时中项原因会处于何种状态,就暂取到这种程度吧。”他重新接续了紧接在前的论述,并说关于生成的更广泛、更精确的论述是在《物理学》的后四卷中传授的。但对于目前的论著,只要足以表明中项——即结论和事实的原因——在生成为相继的这类事物中(即在具有在前与在后的原因与受因者中)处于何种状态,就暂取到这种程度吧。因为现在摆在我们面前的并不是关于生成,而是关于当生成按照在前与在后的顺序推进时(当它们之间没有任何同类事物时,也被称为相继),论证如何具有必然性。

语法注4 条
  1. 1.207ὃν γὰρ λόγον ἔχει ἡ γραμμὴ πρὸς τὴν στιγμήν, τὸν αὐτὸν τὸ γινόμενον πρὸς τὸ γεγονός.

    相关句式 ὃν ... τὸν αὐτόν(正如……的关系,同样的关系……)。主句中因动词 ἔχει 与关系从句相同而承前省略,τὸ γινόμενον 作主语,后接介词短语 πρὸς τὸ γεγονός。

  2. 1.207ὥσπερ οὖν γραμμῆς στιγμὴν ἔχεσθαι οὐκ ἐνδέχεται, οὕτως οὐδὲ γεγονὸς γινομένου.

    动词 ἔχεσθαι(邻接)支配属格。两个并列分句的格关系严格对称:前一分句为宾格主语 στιγμὴν 配合属格 γραμμῆς;后一分句承前省略了 οὐκ ἐνδέχεται ἔχεσθαι,主语为宾格 γεγονός,支配属格 γινομένου。

  3. 1.208ἢ γοῦν οὕτω δεῖ νοεῖν, ὡς εἴπομεν, τὸ ‘ἐπισκεπτέον δὲ τί τὸ συνέχον’ καὶ τὰ ἑξῆς, ἢ ἐπειδὴ εἴρηκεν ... ἀπορεῖ πρὸς τοῦτον τὸν λόγον

    长篇选言结构(ἢ ... ἢ ...)。第一分支为“ἢ γοῦν οὕτω δεῖ νοεῖν ...”(或者至少必须理解为……),第二分支由“ἢ”引出,在原因从句“ἐπειδὴ εἴρηκεν...”之后跟主动词“ἀπορεῖ”,其后由“ὅτι”引出疑问疑难的具体内容(τί λοιπόν ἐστιν αἴτιον τοῦ ... εἶναι)。

  4. 1.209ὅπως τε ἐκ τῶν ὑστέρων ἀρχομένοις ἀναγκαία ἡ ἀκολούθησις γίνεται

    分词 ἀρχομένοις 用作关涉与格(表示立足点或判断主体),意为“对于从在后者出发的人来说”。在由 ὅπως 引出的间接疑问从句中,ἡ ἀκολούθησις 为主语,ἀναγκαία 为表语形容词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:170.3-171.27