← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§168.7-170.2

中间时间的非必然性与生成的非连续性

厄斯特拉提奥斯注解了亚里士多德《后分析篇》95a39–95b7,解释了在“大部分如此”的事例中原因与结果在中间时间内的随从并不是必然的,进而针对生成是否连续的探讨进行驳斥,论证正如点一样,“已生成者”乃是不可分的极限,既不能彼此邻接,也不能与“正在生成者”相邻接。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.201

" Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρόνον." Οἷόν τι πρότερον ἐπὶ τοῦ γεγονότος αἰτιατοῦ περὶ τοῦ χρόνου εἴρηκε, τοιοῦτό τι καὶ νῦν περὶ τοῦ ἐσομένου φησί. κἄν τε γάρ, φησίν, ἀόριστον θήσομεν τὸν μεταξὺ χρόνον, δι’ ὅσου τὸ ἐσόμενον μέλλει,1 κἄν τε ὡρισμένον, δέκα τυχὸν ἢ εἴκοσιν ἐνιαυτοὺς ἢ ὁποσουσούν, ψεῦδος ἔσται λέγειν ὡς ἕπεται ἐξ ἀνάγκης τῷ γεγονότι αἰτίῳ τὸ μήπω γεγονὸς αἰτιατόν. οὔτε γὰρ ἀναγκαία ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ ἡ τῶν τοιούτων ἐστὶν ἀκολούθησις, καὶ ὁ μεταξὺ χρόνος, δι’ ὅσου τὸ ὕστερον οὔπω γέγονε, μὴ ἔχων τὸ ὕστερον ψευδῆ ἕξει τὴν τούτου πρὸς τὸ πρότερον ἀκολούθησιν. ἐξ ὅτου γὰρ ἡρπάγη ἡ Ἑλένη, τοὺς μεταξὺ ἐνιαυτοὺς τῆς τε ἁρπαγῆς αὐτῆς καὶ τῆς καταβολῆς τοῦ Ἰλίου ψεῦδος ἦν λέγειν ἔσεσθαι ταύτην, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τῶν ὡς ἐπὶ τὸ πολύ, περὶ ὧν καὶ οὗτός φησιν· ἐπὶ γὰρ τῶν ἀναγκαίων κἂν ἐν τῷ μεταξὺ ψεῦδος διὰ τὸ μήπω ἀποβαίνειν τὸ ὕστερον,2 ἀλλὰ διὰ τὸ ἀναγκαίως ἀποβαίνειν ὅτε δὴ ἀποβαίνει, ἀντιστρέφει πρὸς ἄλληλα τὰ πρότερα καὶ τὰ ὕστερα. εἰ γὰρ ἐν κριῷ γέγονεν ὁ ἥλιος, καὶ ἐν ταύρῳ ἔσται ἐξ ἀνάγκης, καὶ εἰ ἐν ταύρῳ γέγονε, δῆλον ὅτι ἐν κριῷ πρότερον.

“此外,时间也不可能是未定的。” 正如他先前就已生成的受因者论及时间一样,现在他也对将要存在者说了类似的话。因为他说,无论我们将中间的时间——也就是将要存在者在此期间推迟的时间——设定为未定的,还是设定为已确定的,比如十年或二十年或无论多少年,若说尚未生成的受因者必然随从已生成的原因,都将是虚假的。因为诸如此类事物的随从并不是必然的,而仅是大部分如此;并且中间的时间——也就是在此期间后者尚未生成的时间——因不包含后者,将使得后者对前者的随从成为虚假。因为自海伦被掠走以来,在这一掠夺本身与特洛伊陷落之间的中间年代里,说特洛伊将陷落乃是虚假的;而对于他所说的其他大部分如此的事例,情况亦同。因为在必然的事物中,即使在中间期间由于后者尚未发生而是虚假的,但由于它无论何时发生都是必然发生的,因此在前之物与在后之物便彼此换位。因为太阳若已进入白羊宫,就必然也将在金牛宫中;而若已进入金牛宫,则显然先前是在白羊宫中。

§1.202

"Ἐπισκεπτέον δὲ τί τὸ συνέχον." Τὸ προκείμενον ζήτημα τοῖς Περὶ κινήσεως λόγοις ἐστὶν οἰκειότερον, ἔνθα καὶ τελειότερον αὐτῷ ἡ ἐπὶ τούτου παραδίδοται θεωρία. ἐνταῦθα δ’ ἐπὶ μικρὸν τοῦ προκειμένου παρεκβαίνων σκοποῦ, τὸν περὶ τούτου ποιεῖται λόγον, καὶ τοῦτο διότι τὴν τῶν αἰτίων καὶ αἰτιατῶν παραδιδοὺς ἀκολούθησιν χρόνων διαφορὰν θεωρουμένην ἐν αὐτοῖς εἰσήγαγεν, ὡς εἰπεῖν ἐν αὐτοῖς ὄντα καὶ γεγονότα καὶ γινόμενα καὶ ἐσόμενα, καὶ ὑστέρων γένεσιν διαδεχομένην τὴν τῶν προτέρων. φησὶν οὖν, ἐπειδὴ μετὰ τὴν τῶν τοιούτων αἰτίων γένεσιν τὰ αἰτιατὰ ὁρῶμεν γινόμενα, πρότερον συνεχεῖς αἱ γενέσεις τῶν προτέρων καὶ τῶν ὑστέρων, ὡς ἔχειν ὅρον τινὰ κοινὸν καθ’ ὃν πρὸς ἀλλήλας συνάπτουσιν, καὶ τίς οὗτος ὁ συνέχων ὅρος ἐστί,3 τουτέστιν ὁ συνεχεῖς ἀλλήλαις τὰς γενέσεις εἶναι ποιῶν τῇ ἑαυτοῦ μεσιτείᾳ τε καὶ κοινότητι, ὥστε καὶ ὑπάρχειν ἐν τοῖς γενητοῖς πράγμασι μετὰ τὸ γεγονέναι εὐθὺς τὸ γίνεσθαι, μηδεμιᾶς μεταξὺ παρεμπιπτούσης διακοπῆς.

“然而必须考察什么是使之连续的东西。” 所提出的探讨对于《论运动》的诸篇论述更为切合,在那里他对这一问题的考察被更为完备地传授。但在此处,他稍稍偏离了所提出的主旨,对这件事作了论述;之所以如此,是因为他在阐明诸原因与受因者的随从关系时,引入了在它们之中观察到的时间差异,可以说在它们之中有着“存在着的东西”、“已生成的东西”、“正在生成的东西”以及“将要存在的东西”,并且在后者的生成接替了在前者的生成。因此他说,既然我们在诸如此类原因生成之后看到受因者正在生成,那么首先,在前之物与在后之物的诸生成是否是连续的,以至于拥有某个共同的界限使它们彼此相连?以及,这个使之连续的界限究竟是什么——即借由自身的媒介作用与共性,使诸生成彼此连续的东西,从而使正在生成的东西能够紧随在已生成之后而存在于生成的事物之中,而中间不插入任何中断?

§1.203

"Ἢ δῆλον ὅτι οὐκ ἔστιν ἐχόμενον γεγονότος γινόμενον." Σφοδροτάτως πρὸς τὴν ζήτησιν ἀπαντᾷ, οὐ χρὴ λέγων ὅλως ζητεῖν, τί τὸ συνέχον τὰς γενέσεις ἐστὶ τῶν προτέρων τε καὶ τῶν ὑστέρων· οὐ γάρ εἰσι συνεχεῖς. καὶ πῶς ἄν τι εἴη τὸ συνέχον αὐτάς; δῆλον γάρ, φησίν, ὅτι οὐκ ἔστιν ἐχόμενον γεγονότος γινόμενον. καὶ τοῦτο ἐκ τοῦ μᾶλλον κατασκευάζει· εἰ γὰρ ἔδει, φησίν, ἐχόμενα εἶναι ἀλλήλων, μᾶλλον ἔδει ἔχεσθαι τὰ γινόμενα ὡς συγγενῆ ἀλλήλοις. νῦν δὲ οὐδὲ ταῦτα· πολλοῦ ἄρα δεῖ τὸ γεγονός τε καὶ τὸ γινόμενον.4 δείκνυσιν οὖν τοῦτο, πῶς οὐκ ἔστιν ἀλλήλων ἐχόμενα τὰ γεγονότα. πέρατα γάρ, φησί, καὶ ἄτομα· ταῦτα δ’ οὐκ ἔστιν ἐχόμενα, ἵνα μὴ καὶ περάτων γένοιτο πέρατα, καὶ τοῦτο εἰς ἄπειρον.

“或者显然,正在生成者并不邻接于已生成者。” 他极其有力地回应了这一探讨,指出根本不应当探讨什么是使在前之物与在后之物的诸生成连续的东西;因为它们并不是连续的。又怎么可能会有某种使它们连续的东西呢?因为他说,显然正在生成者并不邻接于已生成者。并且他是从“更应当者”来确立这一点的:因为他说,如果它们必须彼此邻接,那么正在生成的事物作为同类更应当彼此邻接。但事实上连这些都不邻接;因此,已生成者与正在生成者[邻接]就更谈不上了。于是他指明,诸已生成者如何并不彼此邻接。因为他说,它们是极限与不可分者;而这些并不邻接,以免极限之极限发生,并且这将至于无限。

§1.204

"Ὥσπερ οὖν οὐδὲ στιγμαί εἰσιν ἀλλήλων ἐχόμεναι, οὐδὲ γενόμενα· ἄμφω γὰρ ἀδιαίρετα." Ἐκ τοῦ ὁμοίου ἡ ἐπιχείρησις. ὥσπερ γάρ, φησί, τὰ σημεῖα οὐκ ἔχονται ἀλλήλων, οὕτως οὐδὲ τὰ γεγονότα. ὅτι δὲ τὰ σημεῖα οὐκ ἔχονται, δῆλον ἐκ τοῦ ἀμερῆ εἶναι. ἐχόμενα γάρ ἐστι ὧν τὰ πέρατα ἕν·5 εἰ οὖν ἕξονται ἀλλήλων αἱ στιγμαί, δεῖ ταύτας ἔχειν καὶ πέρατα. ἀλλ’ οὐκ ἔχουσιν· οὐκ ἄρα ἔχονται. τὸ αὐτὸ καὶ ἐπὶ τῶν γεγονότων· ὡς γὰρ ἡ στιγμὴ πέρας γραμμῆς, οὕτω τὸ γεγονὸς πέρας ἐστὶ τῆς γενέσεως. τὸ δὲ πέρας, ᾗ πέρας, ἀμερές. ἀμερῆ ἄρα καὶ αἱ στιγμαὶ καὶ τὰ γενόμενα, ὥστ’ οὐδ’ ἀλλήλων ἐχόμενα.

“正如诸点并不彼此邻接,诸已生成者亦不邻接;因为两者都是不可分的。” 这一论证是基于相似性的。因为他说,正如各点并不彼此邻接,诸已生成者亦不邻接。而点不互相邻接,从其无部分来看是显而易见的。因为邻接者乃是其极限合为一者;因此各点若要彼此邻接,它们就必须也具有极限。但它们并不具有;因此它们并不邻接。对于已生成者亦同:因为正如点是线的极限,已生成者也是生成的极限。而极限在其作为极限的意义上是无部分的。因此点与诸已生成者都是无部分的,以至于它们也不彼此邻接。

§1.205

"Οὐδὲ δὴ γινόμενον γεγενημένου διὰ τὸ αὐτό." Δείξας πῶς ἀλλήλων οὔκ εἰσιν ἐχόμενα τὰ γενόμενα, τούτῳ πάλιν χρώμενος δείκνυσι, πῶς οὐδὲ γινόμενον γεγενημένου, ὅπερ προέκειτο. τὸ αὐτὸ δέ, φησιν, αἴτιον τοῦ μηδὲ ταῦτα ἔχεσθαι. τὸ γὰρ ἀμερὲς τὸ γεγενημένον εἶναι αἴτιον κἀκεῖ τοῦ μὴ ἀλλήλων δύο γεγενημένα ἔχεσθαι κἀνταῦθα τοῦ μὴ ἔχεσθαι τὸ γεγενημένον καὶ τὸ γινόμενον.

“正在生成者由于同样的原因也决不邻接于已生成者。” 在表明了诸已生成者如何并不彼此邻接之后,他再次利用这一点指明,正在生成者如何也不邻接于已生成者,这正是摆在他面前的论题。他说,这些也不邻接的原因是相同的。因为已生成者是无部分的这一事实,在那边是两个已生成者互不邻接的原因,在此处则是已生成者与正在生成者不相邻接的原因。

§1.206

"Τὸ μὲν γὰρ γινόμενον διαιρετόν, τὸ δὲ γεγονὸς ἀδιαίρετον." Τὸ μὲν γὰρ γινόμενον ἐν ἐκτάσει καὶ διαστήματι θεωρούμενον ἐπιδέχεται διαίρεσιν, τὸ δὲ γεγονὸς πέρας ὂν διαιρέσεως οὔτε διάστασιν ἔχει οὔτε διαίρεσιν ἐπιδέχεται, ἀλλ’ ἀμερές ἐστι πάντῃ καὶ πέρας, οὐχὶ αὐτὸ περατούμενον· τῶν δὲ περατουμένων ἅπαντα τὰ ἐχόμενα.

“因为正在生成者是可分的,而已生成者是不可分的。” 因为正在生成者在延展与间距中被考察,因而接纳分割;而另一方面,已生成者作为分割的极限,既无间距亦不接纳分割,而是在一切方面都是无部分的且是极限,其自身并不被界定;而所有邻接的事物都属于被界定者。

语法注5 条
  1. 1.201δι’ ὅσου τὸ ἐσόμενον μέλλει

    关系代词短语 δι’ ὅσου 表达时间度量,“在此期间将要存在者推迟发生”,前置词 διά 加属格表示将来事件延迟或悬搁的持续时间。

  2. 1.201κἂν ἐν τῷ μεταξὺ ψεῦδος διὰ τὸ μήπω ἀποβαίνειν τὸ ὕστερον

    在让步分句 κἂν... ψεῦδος 中省略了系动词(ᾖ)。主句骨架为 ἀλλὰ ... ἀντιστρέφει πρὸς ἄλληλα τὰ πρότερα καὶ τὰ ὕστερα,表明在必然事物中,纵使在中间期间因后项尚未实现而陈述为假,但由于其发生时是必然发生的,前后项依然能够彼此换位。

  3. 1.202πρότερον συνεχεῖς αἱ γενέσεις τῶν προτέρων καὶ τῶν ὑστέρων, ὡς ἔχειν ὅρον τινὰ κοινὸν καθ’ ὃν πρὸς ἀλλήλας συνάπτουσιν, καὶ τίς οὗτος ὁ συνέχων ὅρος ἐστί

    间接疑问句的骨架。πρότερον(省略系词 εἰσίν)与后文的 καὶ τίς... 相呼应,引导双重问题:“首先在先与在后者的诸生成是否连续……其次这一起连接作用的界限究竟是什么”。

  4. 1.203πολλοῦ ἄρα δεῖ τὸ γεγονός τε καὶ τὸ γινόμενον

    惯用表达 πολλοῦ δεῖ(“远非……”、“绝不可能……”)后接宾格短语 τὸ γεγονός τε καὶ τὸ γινόμενον,承接前文“同类的正在生成者尚且不邻接”,从而引出由大及小的推论(a fortiori)。

  5. 1.204ἐχόμενα γάρ ἐστι ὧν τὰ πέρατα ἕν

    邻接(ἐχόμενα)的定义句:关系词 ὧν 是先行词的属格(“它们的极限合而为一者”),中性单数 ἕν 作表语,意为“邻接者即是其极限为一者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:168.7-170.2