- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:16.10-17.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在Bekker 89b37中将探求“事实”或“是否存在”等同于探求是否有中项,欧斯特拉提乌斯阐明了全部四个论题如何归结为对原因或中项(是否存在,或者是什么)的探求,并论述了由此视角出发的新问题分类及其目的。
" Ζητοῦμεν δέ, ὅταν μὲν ζητῶμεν τὸ ὅτι ἢ τὸ εἰ ἔστιν ἁπλῶς, ἆρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν." Διαφοραῖς χρησάμενος τῇ συνθέσει καὶ τῇ ἁπλότητι τέτταρα τὰ πάντα κατὰ γένος ζητήματα ἔδειξε, δύο μὲν τῇ συνθέσει προσαφορίσας, δύο δὲ τῇ ἁπλότητι, διαφέροντα ἀλλήλων τὰ μὲν σύνθετα, ὅτι τὸ μὲν τὸ εἶναι τόδε τῷδε, τὸ δὲ τὸ διὰ τί εἶναι τῷδε τόδε ζητεῖ, τὰ δὲ ἁπλᾶ, ὅτι τὸ μὲν τὸ εἶναι, τὸ δὲ τὸ τί εἶναι. νῦν δ’ ὥσπερ σαφηνίζων ἐπὶ πλέον τὰ εἰρημένα φησὶν ὅτι τεσσάρων ὄντων τῶν προβλημάτων, ὡς εἴρηται, ταῦτά ἐστι τὰ ἐπὶ τούτων ζητούμενα, ἐπὶ μὲν τῶν δύο τὸ εἰ ἔστι τις αἰτία τοῦ πράγματος ἢ τοῦ εἶναι καθ’ αὑτὸ ἢ τοῦ εἶναι ἐν ἑτέρῳ, ἐπὶ δὲ τῶν δύο τίς ἡ αἰτία τοῦ εἶναι τὸ πρᾶγμα ἢ καθ’ ἑαυτὸ ἢ ἐν ἑτέρῳ. ἃ δὴ προβαίνει μηκέτι ζητουμένου τοῦ εἶναι ἢ ἁπλῶς ἢ πῇ,1 τουτέστιν ἢ ὡς καθ’ ἑαυτὸ ἢ ὡς ἐν ἑτέρῳ, καθ’ ἑαυτὸ μὲν ὡς τὸ εἰ ἔστι κενόν, ἐν ἑτέρῳ δὲ ὡς τὸ εἰ τῇ σελήνῃ τὸ ἐκλείπειν. ὁπόταν γὰρ ζητῶμεν εἰ ἔστι κενόν, εἰ ἔστι Κένταυρος, εἰ ἔστι τούτοις αἰτία τις τοῦ εἶναι ζητοῦμεν· εὑρόντες δὲ ὅτι ἔστιν αἰτία τις τοῦ εἶναι αὐτοῖς τίς ἐστιν αὕτη ζητοῦμεν, ὅπερ ἐστὶ τὸ τί ἐστιν. ὁμοίως πάλιν ὁπόταν ζητῶμεν εἰ ἐκλείπει ἡ σελήνη, εἰ ἔστιν αὐτῇ αἰτία τις τοῦ ἐκλείπειν ζητοῦμεν· εὑρόντες δ’ ὅτι ἔστι τις αὐτῇ αἰτία τοῦδε τοῦ συμπτώματος, ζητοῦμεν τίς ἐστιν αὕτη· τοῦτο δ’ ἐστὶ τὸ διὰ τί ἐστιν. οὐκ ἀπὸ δὲ τρόπου δόξειεν ἄν τις λέγειν εἶναι μὲν καὶ ταῦτα οὕτως ὡς εἴρηται, ποιεῖσθαι δὲ καὶ καθ’ ἕτερον τρόπον τῶν προβλημάτων διαίρεσιν τὸν Ἀριστοτέλην,2 τὴν αἰτίαν παραλαμβάνοντα καὶ κατὰ τὸ διάφορον τῆς τοῦ μέσου ζητήσεως διάφορα καὶ τὰ ζητήματα φάσκοντα γίνεσθαι, ὡς ἐν μὲν τῷ ὅτι καὶ εἰ ἔστι ζητουμένου τοῦ μέσου τε καὶ αἰτίου εἰ ὅλως ἔστιν, ἐν δὲ τῷ τί καὶ διὰ τί τί τοῦτό ἐστι. διὸ καὶ κατὰ ταύτην τὴν ἐπιβολὴν τὸ ὅτι καὶ τὸ εἰ ἔστιν εἰς ἓν συνέταξεν ὡς ἄμφω ζητοῦντα τὸ εἶναι αἴτιον, ἀλλήλων 〈δὲ〉 διαφέροντα τῷ τὸ μὲν τοῦ εἶναι ἁπλῶς αἴτιον ζητεῖν, τὸ δὲ τοῦ εἶναί τι ἐν ἑτέρῳ. τὸ δὲ τί τῷ διὰ τί συνέζευξεν ὡς ἀμφοῖν τούτων τίς ἡ αἰτία ζητούντων, φανεροῦ δηλονότι ὄντος τοῦ εἶναι αἴτιον τοῦ εἶναι ἢ ἁπλῶς ἢ ἐν μέρει.3 διαφέρει δὲ ἀλλήλων καὶ ταῦτα κατὰ τὸ ἁπλοῦν τε καὶ σύνθετον, ὡς τοῖς διαφόροις τρόποις τῆς διαιρέσεως βεβαιοτέραν γίνεσθαι τὴν τῶν ζητουμένων ποσότητα. δύο οὖν ἔοικεν ἐν ταὐτῷ κατορθοῦν, ἅμα μὲν δι’ ἐπιδιαιρέσεως σαφηνίζειν τὰ περὶ τῶν ζητουμένων προειρημένα ἐν τῷ φάσκειν καὶ τίνα ἐστὶν ἅπερ δι’ αὐτῶν ζητεῖται καὶ εὑρίσκεται, ἤγουν εἰ ἔστιν αἰτία τοῦ εἶναι, καὶ τίς αὕτη ἐστίν, ἢ ἁπλῶς ἢ ἐν μέρει, ἅμα δὲ καὶ βεβαιοτέραν ποιεῖσθαι τὴν τῶν ζητουμένων ποσότητα διὰ τοῦ καὶ ἑτέρῳ τρόπῳ τῆς διαιρέσεως εἰς δήλωσιν ἔρχεσθαι ταῦτα. τοῦτο γὰρ καὶ ἐπ’ ἄλλων μὲν ποιεῖ, ἀλλὰ δὴ καὶ ἐπὶ τῶν συλλογιστικῶν σχημάτων, ὁτὲ μὲν διὰ τῆς τοῦ μέσου θέσεως τὴν τούτων δεικνὺς ποσότητα, ὁτὲ δὲ διὰ τῶν τοῖς ὅροις ἑπομένων καὶ οἷς ἕπονται καὶ τῶν ἀλλοτρίων, ὁτὲ δὲ ἑτέρως, ὡς εἶναι σύμφωνον διὰ πολλῶν τρόπων ὡς δι’ ὀργάνων ᾀδόμενον αὐτὸ πρὸς ἑαυτὸ τἀληθές, καθὼς κἀκεῖνος ἐπὶ τοῖς Προτέροις Ἀναλυτικοῖς περὶ τῆς ποσότητος τῶν σχημάτων συμπεραίνων τελευταῖόν φησιν. ἢ ταῦτά φησιν ἵνα δείξῃ πᾶσαν ἐπιστημονικὴν μέθοδον τῆς ἀποδεικτικῆς ὑπηρέτιδα· εἰ γὰρ πᾶσα ἐπιστήμη ἐκ ζητήσεως ἀρχομένη εἰς τὴν εὕρεσιν πρόεισι, πᾶν δὲ τὸ ζητούμενόν τε καὶ εὑρισκόμενον εἰς τέσσαρα τὰ εἰρημένα ἀνάγεται, τῶν δὲ τεσσάρων ἕκαστον τούτων τὴν αἰτίαν ζητεῖ τοῦ πράγματος ἡ δὴ αἰτία τὸ μέσον ἐστί, τὸ δὲ μέσον εἰς τὸν συλλογισμὸν καὶ τὴν ἀπόδειξιν συντελεῖ, πᾶσα ἄρα ἐπιστήμη εἰς τὸν συλλογισμὸν καὶ τὴν ἀπόδειξιν συντελεῖ καὶ διὰ ταύτην ἐστί.
“而当我们探求事实或者单纯地是否存在时,我们探求的是它是否有中项或者没有。” 借助于复合与单纯性这两种差异,他表明了依照属而言所有的论题共有四个,将两个划归于复合,将两个划归于单纯性;复合的问题彼此不同,在于一个探求此事属于彼事,另一个探求此事为何属于彼事;单纯的问题彼此不同,在于一个探求其存在,另一个探求其是什么。但现在,仿佛为了进一步阐明所言之事,他说,正如已经说过的,既然论题有四个,那么在这些论题中所探求的便是这些:在其中两个论题中,探求的是事物是否存在某种原因,即或是在自身中的存在或是在另一物中的存在;在另两个论题中,探求的是该事物在自身中或在另一物中存在的原因是什么。而后两个论题之所以能够进行,乃是在其存在无论单纯地还是在某种程度上——也就是或是作为在自身中或是作为在另一物中——已不再被探求之时;作为在自身中,如虚空是否存在;作为在另一物中,如亏蚀是否属于月亮。因为每当我们探求虚空是否存在、半人马是否存在时,我们探求的是它们是否存在某种存在的原因;而在找到它们存在某种原因之后,我们探求这原因是什么,而这也就是它是什么。同样地,每当我们探求月亮是否亏蚀时,我们探求的是它是否有某种亏蚀的原因;而在找到它存在这一偶性的某种原因之后,我们探求这原因是什么;而这也就是它为什么。如果有人说,这些事情固然如上所言,但亚里士多德也是以另一种方式对这些论题进行划分的,即引入了原因,并宣称论题随着对中项探求的差异而变得彼此不同,这样说似乎并无不合:即在事实和是否存在中,探求的是中项与原因是否根本存在,而在是什么和为什么中,探求的是这原因是什么。因此依照这种视角,他将事实与是否存在编归为一类,因为两者都探求存在着原因,但它们彼此相异在于一个探求单纯存在的原因,另一个探求某物存在于另一物中的原因。他又将是什么与为什么结合起来,因为这两者都探求原因是什么,显然这是在单纯地或部分地存在的原因已然明白彰显的前提下。而这两者也依照单纯和复合彼此不同,以致通过不同的划分方式,被探求者的数量变得更加确固。因此,他似乎同时成就了两件事:一方面,通过进一步的划分来阐明先前关于被探求者所说的事物,说明通过它们所探求并被发现的是哪些事物,即是否存在存在的原因以及这原因是什么,不论是单纯地还是部分地;另一方面,通过使这些事物也藉由另一种划分方式得到彰明,从而使得被探求者的数量更加确固。因为他在其他事情上也这样做,尤其在三段论的诸格中,有时通过中项的位置来显示它们的数量,有时通过随附于词项者、词项所随附者以及外来者来显示,有时又以其他方式显示,从而使真理本身与自身多重地协调一致,仿佛通过乐器演奏合奏一样,正如他在《前分析篇》中对诸格的数量进行总结时在末尾所说的那样。抑或他说这些是为了表明,一切科学的方法都是论证之术的仆役;因为如果一切科学始于探求而进至发现,而被探求和被发现的所有事物都归结为所说的四种,而这四种中的每一种都探求事物的原因,原因正是中项,而中项有助于三段论和论证,那么一切科学就都有助于三段论和论证,并且是为了它而存在的。
- 1.13ἃ δὴ προβαίνει μηκέτι ζητουμένου τοῦ εἶναι ἢ ἁπλῶς ἢ πῇ
主格关系代名词 ἃ 指代前文紧接着提到的后两种探求(对原因是什么的探求,即“是什么”与“为什么”),充当不及物动词 προβαίνει(“进行”、“得以展开”)的主语。随后的 μηκέτι ζητουμένου τοῦ εἶναι ἢ ἁπλῶς ἢ πῇ 为属格独立结构,表示后两者得以展开的前提条件(“当存在无论单纯地还是在某种程度上已不再被探求之时”)。
- 1.13οὐκ ἀπὸ δὲ τρόπου δόξειεν ἄν τις λέγειν εἶναι μὲν καὶ ταῦτα οὕτως ὡς εἴρηται, ποιεῖσθαι δὲ καὶ καθ’ ἕτερον τρόπον τῶν προβλημάτων διαίρεσιν τὸν Ἀριστοτέλην
成语 οὐκ ἀπὸ τρόπου(“并非不合理”、“甚为恰当”)作修饰 δόξειεν ἄν τις λέγειν 的表语性短语。不定词 λέγειν 后接由 μέν 和 δέ 并列的双重宾格不定词从句(εἶναι μὲν... ποιεῖσθαι δὲ...),其中 τὸν Ἀριστοτέλην 充当不定词 ποιεῖσθαι 的逻辑主语。
- 1.13φανεροῦ δηλονότι ὄντος τοῦ εἶναι αἴτιον τοῦ εἶναι ἢ ἁπλῶς ἢ ἐν μέρει
属格独立结构。φανεροῦ ὄντος 构成表语性分词短语,其主语为带冠词不定词短语 τοῦ εἶναι αἴτιον(“存在着原因”)。随后的属格 τοῦ εἶναι ἢ ἁπλῶς ἢ ἐν μέρει 依附于 αἴτιον,表示“单纯地或部分地存在的原因”。
