← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§166.29-168.6

原因与结果的本性同生性及先行原因推论的荒谬

针对亚里士多德在Bekker 95a36中否认在原因已成而结果在未来的情况下存在必然推论,欧斯特拉提奥斯论证了严格意义上的原因与结果在本性上是同时的(同生的),并将其解释为指出若假定从先行原因出发必然推论成立所导致的荒谬后果(即时间上在先的质料因与动力因将与结果成为同生者)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.200

" Οὐδ’ ἐπεὶ τόδε γέγονε, τόδ’ ἔσται." Κατασκευάζει διὰ τούτων τὸ εἰρημένον, λέγω δὴ τὸ μὴ ἐπὶ μέλλοντος τοῦ αἰτιατοῦ, γεγονότος δὲ ἤδη τοῦ αἰτίου ἐνδέχεσθαι ἀπὸ τοῦ προτέρου ἄρχεσθαι· οὐ γὰρ ἐπεὶ τόδε γέγονεν ἤγουν τὸ αἴτιον, εὔλογον λέγειν ὅτι ἔσται καὶ τόδε, τουτέστι τὸ αἰτιατόν. τὸ γὰρ κυρίως αἴτιον ὁμόγονον δεῖ εἶναι τοῦ οὗ ἐστιν αἴτιον, τουτέστι τοῦ κατὰ τὴν γένεσιν χρόνου τοῦ αὐτοῦ.1 τὸ γὰρ αἴτιον καὶ αἰτιατὸν πρός τι, τὰ δὲ πρός τι ἅμα τῇ φύσει· ὥστε τῶν γενομένων αἴτιον γενόμενον, τῶν ἐσομένων ἐσόμενον, καὶ ἑξῆς ὁμοίως. τοῦ δὲ γεγονότος χρόνου παρῳχηκότος ὄντος καὶ τοῦ ἔσται μέλλοντος πῶς ἔσται τι ἐν ταὐτῷ κατ’ ἀμφοτέρους τούτους ὁμόγονον; ὁμόγονον γάρ τί τινι τὸ ταὐτὸν ἐκείνῳ κατὰ τὸν χρόνον τῆς γενέσεως· γεγονὸς δὲ καὶ ἐσόμενον ἀδύνατον εἶναι κατὰ τὸν χρόνον ταὐτόν, εἴπερ μηδὲ παρῳχηκότα καὶ μέλλοντα τὸν αὐτὸν εἶναι ἐνδέχεται κατ’ ἀριθμὸν ἢ κατ’ εἶδος. Ἀλλὰ πῶς ὁμόγονα τὰ αἴτια, φησί, τοῖς ὧν ἐστιν αἴτια; πρὸ γὰρ τῆς οἰκίας οἱ λίθοι καὶ τὰ ξύλα, καὶ πρὸ τοῦ ἀνδριάντος ὁ χαλκός, πῦρ τε καὶ γῆ καὶ τὰ μεταξὺ πρότερα τῶν ἐξ αὐτῶν. καὶ ἐπὶ τῶν ποιητικῶν ὡσαύτως· πρὸ γὰρ τοῦ Σωκράτους ὁ Σωφρονίσκος, καὶ πρὸ τῆς οἰκίας ὁ οἰκοδόμος. ἢ οὐχ ὡς αἴτια πρὸ τῶν αἰτιατῶν τὰ αἴτια, ἀλλ’ εἰ ἄρα, ὡς ὄντα τινά, ὡς δὲ αἴτια ἅμα· τὸ γὰρ αἴτιον αἰτιατοῦ αἴτιον. μήπω οὖν ὄντος αἰτιατοῦ, οὐδὲ τὸ αἴτιον αἴτιον, κἂν ἴσως ὄν τι οἷον ἄνθρωπος ἢ χαλκὸς ἢ λίθοι καὶ ξύλα εἴη δυνάμει, ἐνεργείᾳ δ’ οὐχί, εἰ μὴ καὶ τὸ οὗ ἐστιν αἴτιον. κἂν οὖν γίνηται αἴτιον, καὶ τὸ αἰτιατὸν γίνεται, κἂν γέγονε, γέγονε, κἂν ἔσοιτο, ἔσται, κἂν ᾖ γε, ἐστίν· ὥστε δὴ ὁμόγονα. μήποτε δὲ καὶ ὡς ἀδύνατον τοῦτό φησιν ἑπόμενον τῇ λεγούσῃ ὑποθέσει2 καὶ ἐκ τοῦ πρότερον γεγονότος, ἤγουν τοῦ αἰτίου, τὴν ἀκολούθησιν γίνεσθαι, λέγω δὴ τὸ ὁμόγονα εἶναι τὰ αἴτια τοῖς αἰτιατοῖς, ὡς εἶναι οὑτωσὶ τὸ λεγόμενον· ‘εἰ γὰρ δοίημεν ὡσαύτως καὶ ἀπὸ τῶν προτέρων ἀρχομένοις ὥσπερ καὶ ἀπὸ τῶν ὑστέρων ἀναγκαίαν τὴν ἀκολούθησιν γίνεσθαι, ὁμόγονα ἔσται τὰ μέσα καὶ αἴτια τῶν ὧν ἐστι μέσα καὶ αἴτια, ὡς μηδὲ εἶναί τινα τῶν αἰτίων καὶ αἰτιατῶν ἃ μὴ ἅμα ἔστιν. ἀλλὰ τοῦτο ἀδύνατον· πολλὰ γὰρ τῶν αἰτίων πολλῷ τῷ μέσῳ προλαμβάνει κατὰ τὴν γένεσίν τε καὶ ὕπαρξιν τὰ ὧν ἐστιν αἴτια. τοιαῦτα δέ ἐστι τὰ ὑλικὰ καὶ ποιητικά· πολλῷ γὰρ πρὸ τοῦ ἀνδριάντος ὁ χαλκὸς καὶ τὰ ξύλα πρὸ τῆς νηός, ἀλλὰ καὶ ὁ ἀνδριαντοποιὸς καὶ ὁ ναυπηγός. ὡσαύτως τὰ στοιχεῖα ἐξ ὧν τὸ ζῷον πρὸ τοῦ ζῴου, καὶ ὁ φιτύσας πατήρ. οὐκ ἄρα ὁμόγονα τὰ τοιαῦτα αἴτια τῶν ὧν ἐστιν αἴτια.’ τοῦτο δὲ δῆλον μάλιστα γίνεται ἐφ’ ὧν ἤδη τῶν αἰτίων γεγονότων τὰ αἰτιατὰ μέλλει ἔτι, καὶ οὕτω γέγονεν. εἰ γὰρ ὁμόγονα τοῖς αἰτιατοῖς ὑπάρχειν τὰ αἴτια δοίημεν, ἔσται ὁμόγονά τινα κατὰ τὸ γεγονέναι τε καὶ τὸ ἔσεσθαι, ὅπερ ἀδύνατον. οὐκ ἄρα ὁμόγονα πάντα τὰ αἴτια τοῖς αἰτιατοῖς ἔσονται. ὅτι δὲ τοῖς λέγουσιν ἕπεται καὶ ἐκ τῶν προτέρων ὡσαύτως ἀεὶ τὴν ἀκολούθησιν γίνεσθαι κατὰ τὰς τοῦ χρόνου διαφοράς, δῆλον ἐντεῦθεν· εἰ γὰρ ἐξ ἀνάγκης ἀεὶ τῷ αἰτίῳ τὸ αἰτιατὸν ἕπεται, ὁμοχρόνως ἕξουσιν ἀλλήλοις ταῦτα κατὰ τὴν γένεσίν τε καὶ ὕπαρξιν, ὡς γινομένων τῶν αἰτίων καὶ τὰ αἰτιατὰ γίνεσθαι, γεγονότων τε γεγονέναι καὶ ἐσομένων ἔσεσθαι καὶ ὄντων εἶναι· καὶ οὕτως ἔσται ἀλλήλοις ὁμόγονα. ἅπερ ὡς ἀληθῶς παρὰ τὴν ἐνάργειαν, πολλῶν ὁρωμένων αἰτίων ὑλικῶν καὶ ποιητικῶν,3 ἃ τὴν τῶν αἰτιατῶν ἐξ ἀνάγκης προείληφε γένεσίν τε καὶ ὕπαρξιν. οὐκ ἄρα δεῖ λέγειν ὡς ἐπὶ τῶν τοιούτων αἰτίων ἐστὶ καὶ ἐκ τῶν προτέρων ἡ ἀκολούθησις.

“也不是由于这件事物已经生成,这件事物就将存在。” 他通过这些话确立了前述之点,我是说:在结果属于将来、而原因已经生成的情况下,从先行者出发是不可能的;因为说由于这件事物(即原因)已经生成,这件事物(即结果)也将存在,这是不合理的。因为严格意义上的原因必须与它作为其原因的事物同生,也就是说,属于在生成方面相同的时间。因为原因与结果是相对者,而相对者在本性上是同时的;因此已生成事物的原因也是已生成的,将成事物的原因也将是存在的,依此类推亦然。但既然已生成的时间属于过去,而将存在的时间属于将来,在同一种事物中,如何能依据这两者而在同一事物中是同生的呢?因为对某物而言同生之物,是指在生成的时间上与那物相同之物;但在时间上,已生成者与将成者是相同的乃是不可能的,既然过去与将来无论在数量上还是在形式上都不可能相同。但是,有人会说,原因怎么会与它作为其原因的事物同生呢?因为在房屋之前有石头和木料,在雕像之前有青铜,火、土及其间之物先于由它们构成之物。在动力因上也是同样:因为在苏格拉底之前有索弗罗尼斯科,在房屋之前有建筑工。或者可以说,原因并不是作为原因先于结果,如果真有先后的话,只是作为某种存在物而在先,但作为原因它们是同时的;因为原因乃是结果的原因。因此,当结果尚未存在时,原因也不是原因,即便它或许在潜能上是某种存在物(如人、青铜、石头与木料),但在现实上则不是,除非它作为其原因的事物也现实地存在。因此,如果它正作为原因生成,结果也就正生成;如果它已生成,[结果]也已生成;如果它将存在,[结果]也将存在;如果它确实存在,[结果]也正存在;所以它们确是同生的。或者也许,他是将这一点——我是指原因与结果同生——作为随从于那一假设(即主张跟随关系也从先前已生成者即原因出发产生)的不可行后果来说的,以至于其所言如下:“因为如果我们同样承认,对于从先行者出发的人而言,正如从后继者出发一样产生必然的跟随关系,那么中项和原因将与它们作为其中项和原因的事物同生,以至于在原因与结果中甚至没有任何不是同时存在的。但这是不可能的;因为许多原因在生成和存在上都以巨大的时间间隔先于它们作为其原因的事物。质料因和动力因正是如此:因为青铜远在雕像之前,木料远在船只之前,而雕刻家与造船师也是如此。同样,动物由之构成的元素在动物之前,生育的父亲也在前。因此,这类原因并不与它们作为其原因的事物同生。”这一点在那些原因已经生成而结果仍属将来、且如此发生的事例中最显明。因为如果我们承认原因作为同生者从属于结果,那么在已生成与将存在方面就将存在某些同生的事物,而这是不可能的。因此,并非所有的原因都将与结果同生。而对于那些主张根据时间的差异同样总是从先行者出发产生跟随关系的人而言,会有这种随之而来的后果,从以下这点便显而易见:因为如果结果总是必然地跟随原因,那么它们在生成和存在上就将互为同时的时间,以至于在原因生成着时结果也生成着,已生成时已生成,将存在时将存在,存在时存在;并且如此一来它们就将互为同生。但这确实违背了明晰的事实,因为可见有许多质料因和动力因,它们必然先于其结果的生成和存在。因此绝不可说在这类原因上也有从先行者出发的跟随关系。

语法注3 条
  1. 1.200τουτέστι τοῦ κατὰ τὴν γένεσιν χρόνου τοῦ αὐτοῦ

    该属格短语阐释了前面的“ὁμόγονον δεῖ εἶναι τοῦ οὗ ἐστιν αἴτιον”(必须与它作为其原因的事物同生),可以作为性质属格理解为“[属于]在生成方面相同时间的[事物]”,或者作为由ὁμόγονος所支配的属格。两种句法分析在涵义上一致。

  2. 1.200μήποτε δὲ καὶ ὡς ἀδύνατον τοῦτό φησιν ἑπόμενον τῇ λεγούσῃ ὑποθέσει

    短语μήποτε与陈述式现在时(φησιν)连用,引出一种审慎的推测或另一种解释(“或者也许他说……”)。在句法上,主动词φησιν的宾语是τοῦτο(由同位语“λέγω δὴ τὸ ὁμόγονα εἶναι...”所具体指明),而ὡς ἀδύνατον ἑπόμενον...则作表语性修饰,意为“作为随从于那一假设的不可行后果”。

  3. 1.200ἅπερ ὡς ἀληθῶς παρὰ τὴν ἐνάργειαν, πολλῶν ὁρωμένων αἰτίων ὑλικῶν καὶ ποιητικῶν

    在以ἅπερ开始的主句中,系动词ἐστί被省略(补足为“ἅπερ ὡς ἀληθῶς παρὰ τὴν ἐνάργειάν [ἐστιν]”)。随后的πολλῶν ὁρωμένων αἰτίων...为属格独立结构(genitive absolute),在此作为表原因的状语从句起作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:166.29-168.6