← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§165.12-166.28

从时间在先原因推导后继结果的不可能性

优斯特拉修注解亚里士多德《后分析篇》95a30–95a35,借助索弗罗尼斯科与苏格拉底的例子论证:当原因在时间上在先时,无论时间是限定的还是不定的,从先行者到后继者的必然推论都不能成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.196

" Ἀπὸ δὲ τοῦ προτέρου οὐκ ἔστιν." Οὐκ ἔστι, φησί, καὶ ἀπὸ τοῦ προτέρου ἀρχομένους ἐπὶ τῶν τοιούτων ἀναγκαίαν ποιῆσαι τὴν ἀκολούθησιν,1 ἵνα τις εἴπῃ ὅτι γέγονε καὶ τόδε τὸ ὕστερον ἐξ ἀνάγκης, ἐπεὶ τὸ πρότερον γέγονε. ποιεῖται δὲ τὴν ἐπιχείρησιν ἐκ τοῦ μᾶλλον δοκοῦντος, λέγω δὴ ἐκ τοῦ γεγονότος. εἰ γὰρ ἄμφω γέγονε καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐχ ἕξει τις εἰπεῖν ὡς οὐ γέγονε τὸ ὕστερον. πῶς οὖν οὐκ ἀληθὲς εἰπεῖν ὅτι ἐπεὶ τὸ πρότερον γέγονεν, ἐξ ἀνάγκης γέγονε καὶ τὸ ὕστερον; ὅτι τὸ ἀναγκαῖον οὐ κατὰ τὸν χρόνον, ἀλλὰ κατὰ τὴν φύσιν ἐστὶ τοῦ πράγματος. εἰ οὖν κατὰ φύσιν ἦν τοῖς τοιούτοις αἰτίοις ἐξ ἀνάγκης αὐτοῖς τὰ μετ’ αὐτὰ ἕπεσθαι, ἐπὶ παντὸς ἂν ἦν τοῦτο τοῦ χρόνου· νῦν δ’ οὐκ ἔστιν· οὐκ ἄρα κατὰ φύσιν αὐτοῖς. ὥστε καὶ ὅταν δοκῇ διὰ τὸ ἤδη γεγονέναι τὰ ὕστερα, οὐδὲ τότε ἔστιν, ἀλλ’ εἰ ἄρα, ἡ κατὰ τὸν χρόνον ἀπόβασις φαντασίαν ἀκολουθίας τινὰ καὶ τῶν ὑστέρων παρέχεται πρὸς τὰ πρότερα.

“但从先行者出发则没有[推论]。” 他说,在这些事物上,从先行者出发建立必然的跟随关系是不可能的,以便使人能说:由于先行者已经生成,这个后继者也就必然已经生成。他是从看起来更有可能的事物出发构建这一论辩的,我是说从已生成的事物出发。因为如果先行者与后继者二者都已生成,那么谁也不能说后继者没有生成。那么,为什么说“由于先行者已经生成,后继者也就必然生成”是不真的呢?因为必然性不在于时间,而在于事物的本性。因此,如果对于这类原因而言,其后的事物必然跟随它们是符合本性的,那么在所有时间中都会是如此;但事实并非如此;所以对它们而言这并不符合本性。因此,即使由于后继者已经生成而看似如此,甚至在那时也不是这样,如果真有什么的话,也只是在时间上的结果提供了后继者对于先行者的一种看似跟随的表象。

§1.197

"Καὶ ἐπὶ τοῦ ἔσεσθαι ὡσαύτως." Ὥσπερ ἐπὶ τῶν γεγονότων καὶ γινομένων ἀπὸ τῶν ὑστέρων, οὐκ ἀπὸ τῶν προτέρων ἡ ἀκολούθησις, οὕτως ἕξει καὶ ἐπὶ τῶν ἐσομένων. εἰ γὰρ ἐπὶ τῶν ἤδη γεγονότων αἰτιατῶν οὐκ ἀληθὲς ἦν λαβεῖν ἀπὸ τῶν προτέρων τὴν ἀκολούθησιν, κἂν ἴσως ἐδόκει διὰ τὴν ἐκείνων ἀπόβασιν, πολλοῦ γε δεῖ δόξαι τοῦτο ἐπὶ τῶν μήπω ἀποβεβηκότων.

“在将要存在的事物上也是同样。” 正如在已生成和生成着的事物上,跟随关系是从后继者而不是从先行者出发的一样,在将成的事物上也将是如此。因为如果在已生成的结果上,即便由于它们已经发生而或许看似如此,从先行者出发取得跟随关系尚且不是真的,那么在尚未发生的事物上,这就更不可能被认为如此了。

§1.198

"Οὔτε γὰρ ἀορίστου οὔθ’ ὁρισθέντος ἔσται τοῦ χρόνου." Πρότερον ἁπλῶς εἰπὼν καὶ χωρὶς τοῦ τι περὶ τοῦ χρόνου διορίσασθαι, εἴτε ὡρισμένος οὗτος ληφθῇ εἴτε ἀόριστος, καὶ ἐπὶ τῶν κατὰ τοὺς τρεῖς χρόνους γενέσεων διδάξας μὴ δυνατὴν εἶναι ἀπὸ τῶν προτέρων τὴν ἀκολούθησιν ἐπὶ τὰ ὕστερα, ἔνθα μὴ ἅμα τὰ αἴτια, νῦν καὶ τοῦτο ποιεῖ καὶ διαιρεῖ τὸν χρόνον, ἐν ᾧ αἱ γενέσεις, εἰς ὡρισμένον καὶ ἀόριστον καί φησιν ὅτι κἄν τε οὕτω κἄν τε ἐκείνως τὸν χρόνον λήψοιο, οὐκ ἔσται γενέσθαι ἐκ τῶν προτέρων τὴν ἀκολούθησιν. πάλιν δὲ ἐπὶ τοῦ γεγονότος πρώτου τοῦτό φησιν, ὡς καὶ πρότερον. ἄν τε γάρ, φησίν, ἀόριστον ἄν θ’ ὡρισμένον θεῖο τὸν χρόνον, τὸ αὐτό σοι φανήσεται. τὰ δ’ ἑξῆς τῆς λέξεως οὕτως· εἴτε γὰρ ἀόριστον λήψῃ τὸν χρόνον εἴθ’ ὡρισμένον, οὐκ ἔσται σοι τοῦτο, ἵν’ ἐπεὶ τοῦτο ἤγουν τὸ αἴτιον ἀληθὲς ἦν εἰπεῖν γεγονέναι, ᾖ καὶ τοῦτο ἀληθὲς εἰπεῖν γεγονέναι τὸ αἰτιατόν τε καὶ ὕστερον. οἷον ἐπεὶ καὶ ὁ Σωφρονίσκος καὶ ὁ Σωκράτης γεγονότες ἤδη ἦσαν κατὰ τόνδε τὸν χρόνον, καὶ δῆλόν ἐστιν ὅτι τοῦ προτέρου γεγονότος καὶ ὁ ὕστερος γέγονεν, οὐκ ἔχει καλῶς λέγειν ὅτι εἰ ὁ Σωφρονίσκος γέγονε, καὶ ὁ Σωκράτης γέγονεν· εἰ γὰρ ἦν ἀληθὲς τοῦτο ἁπλῶς, ἔδει καὶ τὸν μεταξὺ χρόνον τῆς τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους γενέσεως εἶναι ἀληθῆ,2 ὡς γεγονότος τοῦ Σωφρονίσκου ἀληθὲς εἶναι λέγειν γεγονέναι καὶ τὸν Σωκράτην. ἀλλὰ τοῦτο οὐκ ἔστι λέγειν, πρὸ τοῦ γεγονέναι τὸν Σωκράτην γεγονέναι τὸν Σωκράτην. ὥστε οὐδ’ ὅταν ἀπέβη ἡ γένεσις τοῦ Σωκράτους, καθ’ αὑτὸ ἀληθές, ἀλλ’ ἢ κατὰ συμβεβηκὸς ὅτι ἀποβέβηκεν· οὐδ’ ἁπλῶς ἄρα ἀναγκαῖον ἐπὶ τῶν τοιούτων, εἰ τὸ πρότερον γέγονε, καὶ τὸ ὕστερον γεγονέναι, κἂν γέγονεν· ἀλλ’ εἴπερ ἄρα, καθ’ ὑπόθεσιν.

“因为无论是不定的时间还是限定的时间,[推论]都不会成立。” 在先前无条件地、且未就时间作任何规定地(无论时间被取为限定的还是不定的)述说,并在三种时间中的生成上阐明在原因不同时存在之处不可能有从先行者到后继者的跟随关系之后,现在他又做了这件事,即将生成发生于其中的时间划分为限定的时间和不定的时间,并说无论你这样还是那样取时间,从先行者出发产生跟随关系都是不可能的。他又首先在已生成的事物上说这番话,如同此前一样。因为他说,无论你将时间设定为不定的还是限定的,向你显现的都将是同一回事。原文接下来的语句如下:因为无论你将时间取为不定的还是限定的,你都不会有这种情况,即由于说这件事物(即原因)已生成是真的,说这件事物(即结果且后继者)也已生成就是真的。例如,既然索弗罗尼斯科与苏格拉底在这段时间中都已生成,且显然在先行者生成之后后继者也生成了,但说“如果索弗罗尼斯科生成了,苏格拉底也就生成了”是不正确的;因为如果这在绝对意义上是真的,那么在索弗罗尼斯科的生成与苏格拉底的生成之间的中间时间也必定是真的,以至于在索弗罗尼斯科生成后,说苏格拉底也生成了就是真的。但这绝不能说,即在苏格拉底生成之前,苏格拉底就已经生成了。因此,即使当苏格拉底的生成确实发生时,这也不是自身为真的,而只是由于它已经发生而在偶性上为真;因此在这类事物中,如果先行者已经生成,后继者也就已经生成,即便它已经生成,这在绝对意义上也并不是必然的;如果真有必然性,那也只是基于假设的。

§1.199

"Ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐσομένου." Ὥσπερ, φησίν, ἐπὶ τοῦ ἤδη γεγονότος αἰτιατοῦ οὐκ ἔχει καλῶς ἀπὸ τῶν προτέρων ποιεῖσθαι τὴν ἀκολούθησιν ἐν τοῖς τοιούτοις, οὕτω κἂν ὡς μήπω γεγονὸς αὐτὸ θήσομεν, ἀλλ’ ὡς ἐσόμενον· καὶ μᾶλλον ἐπὶ τούτου.

“而对于将成的事物也是同样的论理。” 他说,正如在已生成的结果上,在这些事物中从先行者出发建立跟随关系是不正确的,即使我们将它设定为尚未生成、而是将成的事物,情况也是同样;而在后一种事物上更是如此。

语法注2 条
  1. 1.196ἀπὸ τοῦ προτέρου ἀρχομένους ἐπὶ τῶν τοιούτων ἀναγκαίαν ποιῆσαι τὴν ἀκολούθησιν

    宾格分词 ἀρχομένους 作为不定式 ποιῆσαι 的逻辑主语(表示泛指的人或论辩者),从属于非人称句 οὐκ ἔστι。

  2. 1.198ἔδει καὶ τὸν μεταξὺ χρόνον τῆς τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους γενέσεως εἶναι ἀληθῆ

    由非人称动词 ἔδει 引导的宾格加不定式结构。宾格主语为 τὸν μεταξὺ χρόνον,谓词形容词 ἀληθῆ 与之保持一致,借代指“该陈述在其中为真的时间”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:165.12-166.28