- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:163.31-165.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
优斯特拉修注解亚里士多德关于非同时存在的原因(如在时间上先于结果的动力因和质料因,95a24–29)的讨论。他指出了因果两者的生成过程不连续这一难题,并解释说,尽管推论必然地从较晚发生的事物(结果)推向较早发生的事物(原因),但在事物的实际本性秩序中,先行生成的事物依然是原因和本原。
" Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ’ ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ, ὥσπερ δοκεῖ ἡμῖν, ἄλλα ἄλλων αἴτια εἶναι τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον,1 καὶ τοῦ ἔσεσθαι ἕτερον ἐσόμενον, καὶ τοῦ γίνεσθαι δὲ εἴ τι ἔμπροσθεν ἐγένετο." Τὰ μὲν τοῖς αἰτιατοῖς κατὰ τὸν χρόνον συντρέχοντά φησιν οὕτω· τί δ’ ἂν ἐπὶ τῶν μὴ συντρεχόντων, ἀλλὰ κατὰ τὸν χρόνον προλαμβανόντων εἴποι τις, ὅπερ ἐπὶ τῶν ποιητικῶν τις εὑρήσει καὶ τῶν ὑλικῶν; οἷον πρὸ τοῦ Σωκράτους ὁ Σωφρονίσκος, καὶ πρὸ τῆς οἰκίας λίθοι καὶ ξύλα. ἆρα συνεχοῦς ὄντος τοῦ χρόνου ἔστιν ἐν τούτῳ εἶναι ἄλλα ἄλλων αἴτια, λέγω δὴ τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον, οἷον γενόμενον τὸν Σωφρονίσκον αἴτιον εἶναι τοῦ Σωκράτους, καὶ γενόμενον τὸ εἰς Σάρδεις Ἀθηναίους μετ’ Ἐρετριέων ἐμβαλεῖν τοῦ γενέσθαι Ἀθηναίοις τὸν Μηδικὸν πόλεμον, καὶ γενόμενα λίθους καὶ ξύλα τοῦ γενέσθαι οἰκίαν. λαμβάνεται δὲ ταῦτα ἀμφότερα, τό τε αἴτιον φημὶ καὶ τὸ αἰτιατόν, ἐπὶ τοῦ παρεληλυθότος, ὥσπερ ὅτι ἐγένετο ἀμφότερα, τό τε εἰς Σάρδεις Ἀθηναίους μετ’ Ἐρετριέων ἐμβαλεῖν καὶ ὁ κατ’ αὐτῶν πόλεμος τῶν Μήδων· ἀλλὰ θάτερον θατέρου αἴτιον λέγομεν, τὸ πρὸ τοῦ γεγονὸς τοῦ μετ’ ἐκεῖνο. ὁμοίως Σωφρονίσκον τε καὶ Σωκράτην ἄμφω γεγονότας φαμέν, ἀλλ’ ἐκεῖνον τούτου αἴτιον. καὶ ἐπὶ τοῦ μέλλοντος δέ ἐστιν ἄμφω λαβεῖν, πλὴν δεῖ προλαβεῖν θάτερον· οἷον ἔδει Σωφρονίσκον ἔσεσθαι, ἵνα Σωκράτης, καὶ τὴν ἁρπαγὴν Ἑλένης, ἵνα ἡ τοῦ Ἰλίου κατασκαφή. ὁμοίως ὑπό τινος ἤδη γεγονότος γινόμενον ἕτερον, οἷον γεγονυίας τῆς ἁρπαγῆς Ἑλένης πολιορκεῖσθαι τὸ Ἴλιον. τῆς γὰρ κατασκαφῆς γένεσις ἡ πολιορκία πρὸς αὐτὴν τελευταῖον φέρουσα. ἢ γεγονότος Φειδίου ἀνδριάντα τῆς Ἀθηνᾶς παρ’ αὐτοῦ γίνεσθαι. εἶπε δὲ ὡς ἡμῖν δοκεῖ· οὕτω γὰρ ὁμολογεῖται ὅτι οὐ μόνα ἐστὶ τὰ συνυπάρχοντα αἴτια, ἀλλ’ ἔστι καὶ αἴτια τῶν αἰτιατῶν προυπάρχοντα κατὰ χρόνον. προήνεγκε δὲ κατ’ ἐρώτησιν τὸν λόγον ὡς ἔχοντά τι ζητήσεως ἄξιον. ὁ μὲν γὰρ χρόνος συνεχής, αἱ δὲ γενέσεις τῶν τοιούτων αἰτίων καὶ αἰτιατῶν οὐ συνεχεῖς εἶναι δόξαιεν ἄν, εἴπερ οὐ μία καὶ ἡ αὐτὴ γένεσις τοῦ αἰτίου καὶ οὗ ἔστιν αἴτιον. πῶς οὖν ἡ τοῦδε γένεσις αἰτία τῆς τοῦδε, εἴπερ μὴ ἀλλήλων ἔχονται τὸ ποιοῦν τε καὶ τὸ γινόμενον; ὅτι δὲ οὐκ ἔχονται, προϊὼν ἐρεῖ.
“但在不同时存在者的情形中,在连续的时间中,如在我们看来那样,一些事物是另一些事物的原因,即对于这件事物的生成,是另一已生成的事物[为其原因],而对于这件事物的将成,是另一将成的事物[为其原因],而对于生成着的事物,若此前生成了某物,则[它是其原因],这是否可能?” 对于在时间上与结果重合的事物,他是这样说的;但对于那些并不重合、而是在时间上在先的事物,人们会说什么呢?这正是人们在动力因和质料因的情形中会发现的。例如在苏格拉底之前的索弗罗尼斯科,以及在房屋之前的石块与木料。既然时间是连续的,那么在这时间中,一些事物是否可能是另一些事物的原因——我是说,对于这件事物的生成,是另一已生成的事物[为其原因],比如已生成的索弗罗尼斯科是苏格拉底的原因,雅典人与埃雷特里亚人一同袭击萨狄斯对于雅典人而言是波斯战争爆发的[原因],已生成的石块与木料是房屋生成的[原因]?而这两者,即我所说的原因与结果,都是在过去中被取的,正如两者的确都生成了,即雅典人与埃雷特里亚人一同袭击萨狄斯以及波斯人针对他们的战争都生成了;但我们说一者是另一者的原因,即此前生成的事物是其后事物的原因。同样地,我们说索弗罗尼斯科与苏格拉底二者都已生成,但前者是后者的原因。在将来的情形中,也有可能同时取二者,只不过必须使一者先于另一者:例如,索弗罗尼斯科必须是将成的,以便苏格拉底[将成];海伦的被劫掠[必须是将成的],以便伊利昂的被夷平[将成]。同样地,由某种已生成的事物引出另一生成着的事物,例如海伦的劫掠已经生成,伊利昂正在被围困。因为围困乃是夷平的生成过程,最终引向夷平本身。或者费迪亚斯已生成,雅典娜的雕像正在由他制作。他说“如在我们看来那样”;因为人们这样一致承认:不仅有共存的原因,而且也有在时间上先于结果而存在的原因。他以疑问的形式提出这个论说,是因为它包含着某种值得探讨的问题。因为时间固然是连续的,但若原因的生成与它作为其原因的事物的生成并非同一个,那么这类原因与结果的诸生成似乎就不是连续的。那么,如果作用者与生成着的事物并不彼此衔接,这件事物的生成又如何是那件事物的[生成的]原因呢?至于它们并不衔接,他将在下文中阐明。
"Ἔστι δὴ ἀπὸ τοῦ ὕστερον γεγονότος ὁ συλλογισμός.2" Ἐφ’ ὧν τὰ αἴτια πρότερα κατὰ χρόνον τῶν αἰτιατῶν ἐστιν, ἐπὶ τούτων ἡ ἀναγκαία τοῦ συλλογισμοῦ ἀκολούθησις οὐ δύναται εἶναι ἀπὸ τῶν πρότερον ἀλλ’ ἀπὸ τῶν ὕστερον γεγονότων· οἷον εἰ κατεσκάφη τὸ Ἴλιον, ἡρπάγη ἡ Ἑλένη, καὶ εἰ οἰκία ὑπῆρξε, καὶ τοῖχοι, καὶ εἰ τοῦτο, θεμέλια, καὶ εἰ τοῦτο, ὀρυγή· οὐ μὴν ἀνάπαλιν.
“因此推论是从后来生成的事物出发的。” 在那些原因在时间上先于结果的事物上,推论的必然跟随关系不可能从先生成的事物出发,而只能从后来生成的事物出发;例如,如果伊利昂被夷平了,海伦就被劫掠了;如果房屋存在了,墙壁也[存在了];如果这个[存在了],地基也[存在了];如果这个[存在了],挖掘也[存在了];然而反之则不然。
"Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα.3" Εἰ καὶ τῷ συλλογισμῷ τὴν ἀνάγκην ἡ ἐκ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα λῆψις παρέχεται, ἀλλ’ οὖν κἀνταῦθα τὰ πρῶτά ἐστιν αἴτια κατά γε τὰ πράγματα, ὥσπερ καὶ ἐπὶ τῶν τί ἦν εἶναι τὰ αἴτια ἦν τῶν αἰτιατῶν φύσει πρότερα, κἂν τῷ χρόνῳ συνέτρεχον· γεγονότα γὰρ ὀνομάζει τὰ προγενέστερα.
“而这些[原因]的本原也是已生成的事物。” 即使推论的必然性是由从后继者到先行者的推取所提供的,然而在此处,在实际事物方面,最先的事物无论如何才是原因,正如在本质的情形中,原因在本性上也先于结果,即使它们在时间上是重合的;因为他把先生成的事物称为“已生成的事物”。
"Διὸ καὶ ἐπὶ τῶν γινομένων ὡσαύτως." Ἐπειδὴ ὡς ἐπὶ γεγονότων ἀμφοῖν τὸν λόγον ἐγύμνασε, φησὶν ὅτι διὰ τὸ οὕτως ἔχειν ἐπὶ τῶν γεγονότων, ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν γινομένων. τὰ μὲν γὰρ γεγονότα διὰ τὸ ἐκβεβηκέναι φανερά ἐστιν ὡς ἔχει ἀκολουθήσεως, καὶ ὡς αἴτια μὲν τὰ πρότερα· τῷ δὲ συλλογισμῷ τὸ ἀναγκαῖον ἐπὶ τῶν τοιούτων ἡ ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα λῆψις παρέχεται. διότι οὖν οὕτως ἐπὶ τῶν ἐναργεστέρων ἔχει, διὰ τοῦτο ὡσαύτως καὶ ἐπὶ τῶν μήπω οὕτως ὄντων φανερωτάτων.
“因此在生成着的事物上也是同样。” 因为他把论说当作是针对二者都已生成的情况来演练的,所以他说,由于在已生成的事物上是这样,在生成着的事物上也是同样。因为已生成的事物由于已经发生,它们在跟随关系方面处于何种状态、以及先行者为原因是显而易见的;但在这种事物上,为推论提供必然性的则是从后继者到先行者的推取。因此,既然在更明白的事物上是这样,为此在尚未如此显明的事物上也是同样。
- 1.192τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον
τοῦ τόδε γενέσθαι 为冠词属格不定式短语,依附于 αἴτιον,表示“这件事物生成的原因”。ἕτερον γενόμενον 在带不定式的对格结构中充当逻辑主语/表语(即“另一已生成的事物[是其原因]”),整体表达“对于这件事物的生成,由另一已生成的事物充当原因”。
- 1.193ἀπὸ τοῦ ὕστερον γεγονότος ὁ συλλογισμός
介词短语 ἀπὸ τοῦ ὕστερον γεγονότος 表示推论的出发点(前提)。在原因先于结果的时间序列中,必然的推论只能从较晚发生的事态(结果)回溯推导较早发生的事态(原因)(如“若房屋存在,则墙壁存在过”是必然的,反之则不然)。
- 1.194Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα
τούτων 的先行词在上下文中指被推论出的先行原因或整个时间性生灭事态。该句对比了认识/推论秩序与本体/本性秩序:尽管在推论中后继事态充当前提,但在事物本身的秩序中,先行发生的事物(τὰ γεγονότα)依然是这些事物的根本原理和原因。
