- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:162.21-163.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在95a10–22中论述形式因(本质因)在时间上始终与结果同时并存且相互跟随,欧斯特拉提奥斯解释了其论述布局,并阐明作为形式的中项如何在课题时态转变中保持形式同一并共变。
" Τὸ δ’ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις." Διαφορὰν καὶ νῦν ἔτι τῶν αἰτίων πρὸς ἄλληλα παραδοῦναι προτίθεται, ἥν τε κατὰ τὸν χρόνον ἔχουσιν ὡς πρὸς τὰ αἰτιατά, ἢ ἅμα αὐτοῖς ὄντα ἢ μή, καὶ αὖθις ἑτέραν, ἥτις αὐτοῖς ἐνθεωρεῖται κατὰ τὴν ἀκολούθησιν, ὡς ἢ ἀντακολουθεῖν ἀλλήλοις τὰ αἰτιατὰ καὶ τὰ αἴτια ἢ μή. καὶ τίθησι ταύτας ὁμοῦ, ἐπειδὴ ἡ μία τῆς ἑτέρας ὡσπερεί τις αἰτία καθίσταται. πρότερόν γε μὴν τάττει τὸ αἴτιον, ὃ τῷ αἰτιατῷ κατὰ τὸν χρόνον συντρέχειν πέφυκε· τοῦτο δέ ἐστι τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος. διότι δὲ ἐξ ἀρχῆς αὕτη ἡ ἀρχὴ τῶν ἄλλων προετέτακτο, καὶ περὶ αὐτῆς ὁ πλείων λόγος ἐν τῷδε τῷ βιβλίῳ γεγένηται, ἔστιν ἐν τῷ προκειμένῳ θεωρήματι ὁ μὲν περὶ τούτου λόγος βραχὺς καὶ εὐσύνοπτος, ὁ δὲ περὶ τῶν ἄλλων ποικίλος τε καὶ εἰς πλεῖον ἐπεκτεινόμενος. ἦν οὖν οἰκονομίας ἐν λόγοις κρείττονος τὸν περὶ τούτου λόγον διὰ βραχέων ἀποπληρώσαντα τηνικαῦτα περὶ τῶν ἄλλων εἰπεῖν.1 φησὶν οὖν ὅτι ὅταν ᾖ μὲν τὰ αὐτὰ κατ’ εἶδος πράγματα, διαφέρῃ δ’ ἀλλήλων κατὰ τὰ εἴδη τοῦ χρόνου, ἕξει ταῦτα τὸ ὡς τί ἦν εἶναι μέσον αὐτῶν κατ’ εἶδος μὲν τὸ αὐτὸ κἀκεῖνο, τῷ χρόνῳ δὲ ὁμοίως αὐτοῖς ὑπάρχον διάφορον. ἀσάφειαν δὲ τῷ λόγῳ ἐνεποίησε μὴ διαστείλας ὁποῖον κατ’ εἶδος τὸ μέσον λαμβάνει, ὅ φησι τὸ αὐτὸ τοῖς τῷ χρόνῳ διαφέρουσι. δῆλον δὲ ἐκ τῶν ἑξῆς γίνεται ὅτι περὶ τοῦ τῷ χρόνῳ τοῖς ὧν ἐστι μέσον συντρέχοντος ὁ λόγος αὐτῷ πρῶτον, πρὸς ὃ καὶ τὴν ἀντιδιαστολὴν ποιούμενος ἐφεξῆς ‘ἐπὶ δὲ τῶν μὴ ἅμα’ φησὶν καὶ τὰ ἑξῆς. ὡς εἶναι δῆλον ὅτι περὶ τῶν ἅμα τοῖς αἰτιατοῖς καὶ κατὰ τὸν χρόνον αὐτοῖς συντρεχόντων αἰτίων πρῶτον διδάσκει. λέγει τοιγαροῦν ὅτι ὁπόταν ἐν ἀποδείξει προκειμένου τινὸς προβλήματος τὸ τί ἦν εἶναι μέσον ἀποδιδῶμεν ὡς ἐνεστὼς τὸ πρόβλημα λαμβάνοντες, τοῦτο οὐκ ἐξαλλάσσεται κατ’ εἶδος τοῦ χρόνου τῷ προβλήματι μεταπίπτοντος,2 ἀλλὰ τὸ αὐτὸ πάλιν ἐστὶ καὶ τὸ μέσον κατ’ εἶδος, ὥσπερ τὸ πρόβλημα. μόνον δὲ καὶ τὸ μέσον κατὰ τὸν χρόνον ὁμοίως τῷ προβλήματι ἐξαλλάσσεται, ὡς εἶναι ὥσπερ τοῖς οὖσιν ὄν, οὕτω καὶ τοῖς γινομένοις γινόμενον, καὶ τοῖς γεγενημένοις γεγενημένον, καὶ τοῖς ἐσομένοις ἐσόμενον. ἢ εἰ βούλει, οὕτω· τὸ μὲν εἶναι ταὐτὸ κατ’ εἶδος μέσον τοῖς τῷ χρόνῳ μεταβάλλουσιν ἔστω ὁμολογούμενον· παραδιδότω δ’ ὁ λόγος τὸ καὶ τὸ μέσον συμμεταβάλλεσθαι κατὰ τὸν χρόνον τοῖς ὧν ἐστι μέσον, ὡς μὴ εἶναι τῶν γινομένων γεγονὸς ἢ ἀνάπαλιν, ἢ τῶν ἐσομένων γινόμενον ἢ ἀνάπαλιν, ἀλλ’ ὑπάρχειν ἀλλήλοις ὁμόγονα καὶ ὁμόχρονα. λόγος δὲ τούτου ὅτι οὐδέποτε τὸ τοιοῦτον εἶδος τοῦ οὗ ἐστιν εἶδος χωρίζεται, συντεταγμένον ὂν ἀεὶ καὶ οἱονεὶ μέρος καὶ στοιχεῖον αὐτοῦ. ἐντεῦθεν καὶ αὐτοῖς ἡ ἀντακολούθησις γίνεται. καὶ ὁ μὲν λόγος οὗτος καθόλου, κανών τις ὢν τοῦ πῶς ἔχει ἐπὶ τῶν τοιούτων μέσων πρὸς ἄλληλα τό τε μέσον καὶ οὗ μέσον κατὰ τὸν χρόνον ἅμα καὶ τὴν ἀντακολούθησιν. παρατίθησιν δὲ τούτου καὶ ἐναργῆ παραδείγματα, ἃ διὰ τὸ σαφῆ εἶναι παραλέλειπται.
“而同样的原因也适用于生成着的事物。” 现在他又打算交代诸原因相互之间的区别:其一,它们在时间上相对于结果所具有的区别,即它们是与结果同时存在还是不[同时存在];其二,在跟随关系方面在它们之中被考察的区别,即诸结果与诸原因彼此是否相互跟随。他把这两者放在一起,是因为前者在某种意义上构成了后者的某种原因。无论如何,他将在时间上天然地与结果重合的原因排在前面;而这就是本质与形式。由于从一开始这一个本原就先于其他本原被排列,并且本书中的大部分论说都关于它,因而在当前的主题中,关于它的论说简短且易于通览,而关于其他原因的论说则是多样的且延展得更长。因此,以简明之语结束关于它的论说,然后进而谈论其他原因,乃是言辞上更为优越的整饬。因此他说,凡当事物在形式上相同、但在时间的形式上彼此不同时,它们将具有作为其本质的中项,它在形式上也是相同的,但在时间上以与它们类似的方式作为不同者而存在。然而他因没有区分他所取的中项在形式上是何种中项(即他说对于在时间上不同者是相同的中项),从而给论说带来了晦涩。但从接下来的内容中变得明晰的是,他的论说首先是关于在时间上与其作为其中项的事物相重合的中项的,针对这一点,他在接续处作出对照说“但在不同时存在者的情形中”等等。由此显而易见,他首先教授的是那些与结果同时存在且在时间上与它们相重合的原因。于是他说,在某个提出课题的证明中,当我们把课题当作现在[之事]来取而给出本质作为中项时,随着课题在时间上转变,这一中项在形式上并不改变,反而中项在形式上同样又是相同的,正如该课题一样。唯有中项在时间上也与该课题类似地改变,以致对于存在者它是存在的,对于生成着者它是生成着的,对于已生成者它是已生成的,对于将成者它是将成的。或者如果你愿意,也可以这样[理解]:让“对于在时间中变化的事物,中项在形式上是同一的”成为公认的前提;但论说所交代的是,中项也与其作为其中项的事物在时间上一同改变,以致它对于生成着者不是已生成的(或反之),对于将成者不是生成着的(或反之),而是作为同时并生且同时的事物而彼此共存。其原因在于,这种形式决不与它作为其形式的事物分离,而是始终与它一同编排,仿佛是它的部分和元素。由此在它们之间也产生相互跟随。而这一论说是普遍的,是在这类中项上关于中项与其作为其中项的事物在时间与相互跟随两方面彼此处于何种状态的某种准则。对此他也提供了清晰的范例,但因其过于明白而在[注解中]被略去了。
"Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον." Συμπεραίνει τὰ εἰρημένα καί φησιν ὅτι τὸ μὲν οὖν οὕτως αἴτιον ὡς εἰδικὸν ἅμα τῷ αἰτιατῷ ἢ γίνεται ἢ ἔστιν ἢ γέγονεν ἢ ἔσται μηδαμῶς αὐτοῦ κατὰ τὸν χρόνον ἐξαλλαττόμενον.
“因此,以这种方式的原因和它作为其原因的事物。” 他总结了上述内容并说,以这种方式作为形式因的原因,与结果同时或生成着、或存在、或已生成、或将成,在时间上决不与结果相偏离。
- 1.190ἦν οὖν οἰκονομίας ἐν λόγοις κρείττονος τὸν περὶ τούτου λόγον διὰ βραχέων ἀποπληρώσαντα τηνικαῦτα περὶ τῶν ἄλλων εἰπεῖν
配合非人称未完成过去时动词 ἦν,属格短语 οἰκονομίας... κρείττονος 作表特征的表语性属格(“属于更优越的整饬/是……的体现”)。不定式 εἰπεῖν 的逻辑主语由宾格分词 ἀποπληρώσαντα 承担,指代一般的施事者(作者),而未与属格一致。
- 1.190τοῦ χρόνου τῷ προβλήματι μεταπίπτοντος
短语 τοῦ χρόνου... μεταπίπτοντος 为属格独立结构(“当时间转变时”),与格 τῷ προβλήματι 作为关涉与格(“就课题而言”)依附于分词 μεταπίπτοντος。
