← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§161.10-162.20

从时间在先者到在后者之论证必然性的不成立

欧斯特拉提乌斯论证了当原因与结果在时间上先后相承时,从在先者到在后者不能构成论证必然性的理由,这是基于中介时间中的真假、同时并生的要求以及线与点之比喻所显示的运动与生成的非连续性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.189#2

οὕτω γὰρ ὁ λόγος ἕξει τὸ ἀναγκαῖον, οὐ μὴν εἰ καὶ ἀνάπαλιν εἴπωμεν. καὶ ἐπὶ τῶν φυσικῶν δὲ ὁμοίως· εἰ τέτοκε, κατὰ γαστρὸς ἔσχηκε· καὶ εἰ τοῦτο, ἀνδρὶ πεπλησίακεν. οὐχ οὕτω δ’ ἀναγκαῖον, εἰ καὶ ἀνάπαλιν. οὐδὲν δὲ διαφέρει πρὸς τοῦτο, κἄν τε ὡρισμένον χρόνον κἄν τε ἀόριστον θείημεν, ὥστε λέγειν ὅτι ἐπεὶ τόδε γέγονε, λέγω δὴ τὸ πρότερον, ἀληθὲς ἐξ ἀνάγκης ὅτι καὶ τὸ ὕστερον γέγονε. κἄν τε γὰρ ὁρίσῃς τὸν χρόνον, ὡς ἕνα ἐνιαυτὸν θέσθαι τυχὸν ἢ δέκα ἢ εἴκοσιν ἢ ὅπως ἂν βούλοιο, κἄν τε ἁπλῶς λήψοιο, οὐκ ἔσται σοι ὁ λόγος ἀναγκαῖος ἀρχομένῳ ἀπὸ τοῦ προτέρου. εἰ γὰρ καὶ ὡς ἤδη γεγονὸς τὸ ὕστερον ὑποθώμεθα, οἷον τὸ καταβληθῆναι τὸ Ἴλιον μετὰ τὴν ἁρπαγὴν τῆς Ἑλένης, ἢ τὸ τὴν οἰκίαν γενέσθαι μετὰ τὴν ὀρυγὴν ἢ τὴν τῶν θεμελίων καταβολήν, ἀλλὰ τὸν μεταξὺ χρόνον ἅπαντα ἐν ὅσῳ τὸ μὲν πρότερον ἦν τὸ δ’ ὕστερον οὔπω γέγονε, ψεῦδος ἦν τὸ εἰπεῖν γεγονέναι τὸ ὕστερον. ἐρεῖ δ’ ἄν τις ἴσως1 ὅτι εἰ καὶ ὡς ἤδη γεγονὸς οὐκ ἦν ἀληθὲς εἰπεῖν τὸ ἐσόμενον ὕστερον τοῦ προτέρου γεγονότος, ἀλλά γε ὡς ἐσόμενον ἀληθὲς ἦν λέγειν τὸν μεταξὺ χρόνον ἅπαντα, οἷον Σωφρονίσκου γεγονότος ἀληθὲς ἦν λέγειν ὅτι ἔσται Σωκράτης, καὶ τοῦτο δῆλον ὅτι γέγονεν ὕστερον. ἀλλ’ οὐδὲ τοῦτο ἀληθές· δεῖ γὰρ εἶναι τὸ μέσον καὶ αἴτιον ὁμόγονον τοῦ οὗ ἐστιν αἴτιον, ἤτοι κατὰ τὸ αὐτὸ εἶδος τοῦ χρόνου λαμβανόμενον, ἵν’ εἴη τοῦ μὲν ὄντος τὸ αἴτιον ὄν, τοῦ δὲ ἐσομένου ἐσόμενον, τοῦ δὲ γεγενημένου γεγενημένον, τοῦ δὲ γινομένου γινόμενον, ὥστε ὡσαύτως ἔχειν κατὰ τὸ ἐνεργείᾳ καὶ τὸ δυνάμει. εἰ δὲ ἤδη γεγονὸς ὑποθῇ τὸ αἴτιον, ἔσεσθαι δὲ φῂς τὸ οὗ ἐστιν αἴτιον, ὡς αἴτιον ἤδη λέγεις τὸ μήπω αἴτιον· τοῦτο δὲ ψεῦδος. τὸ δὲ λέγειν ὁμόγονον τὸ γεγονός τε καὶ ἐσόμενον ψευδολογεῖν ἐστιν ἄντικρυς, ὡς ἀδύνατον ὂν ταῦτα εἶναι ὁμόγονα. ὥσπερ δὲ δύο γραμμὰς ἐφεξῆς μὲν ἀλλήλαις καὶ ἀλλήλων ἁπτομένας εἶναι ἐνδέχεται, συνεχεῖς δ’ οὐδαμῶς, οὕτως οὐδὲ κινήσεις οὐδὲ γενέσεις, οὐδὲ κεκινημένα οὐδὲ γεγενημένα· ἀλλ’ ὥσπερ μεταξὺ δύο γραμμῶν ἐφεξῆς οὐσῶν ἢ ἁπτομένων πέρας εἶναι ἀναγκαῖον ἢ πέρατα διορίζοντα ταύτας ἀπ’ ἀλλήλων, οὕτως ἐπὶ τῶν κινήσεων ἀμερῆ κινήματα πέρατα, καὶ ἐπὶ τῶν γενέσεων ὡς ἄν τις εἴποι γενήματα, ὥστε μετὰ τὸ γεγενημένον εἰ ἕτερον γεγενημένον ἢ γινόμενον ὑποθώμεθα, οὐκ ἔσται τούτων ἡ γένεσις συνεχὴς διὰ τὸ δύο εἶναι καὶ μὴ μίαν. αἱ δὲ δύο πέρας διορίζονται· ἀδύνατον δὲ τὰ αὐτὰ διωρισμένα εἶναι καὶ συνεχῆ κατὰ τὸ αὐτό. ἔτι τὸ μὲν γινόμενον ἐν παρατάσει θεωρεῖται, τὸ δὲ γεγενημένον ἐν ἀπαρτισμῷ τε καὶ πέρατι· ἢ μᾶλλον τοῦ γινομένου πέρας τὸ γεγονός ἐστιν, ὡς τὸ γεγονέναι τοῦ γίνεσθαι. ὥσπερ οὖν αἱ στιγμαὶ πέρατα οὖσαι γραμμῆς οὐκ εἰσὶν ἀλλήλων ἐχόμεναι, οὕτω τὰ κινήματα πέρατα ὄντα κινήσεως οὐκ εἰσὶν ἀλλήλων ἐχόμενα· ὡσαύτως οὐδὲ τινα γεγονότα, πέρατα ὄντα γενέσεως. καὶ ὥσπερ ἡ γραμμὴ καὶ στιγμὴ οὐκ εἰσὶν ἀλλήλων ἐχόμεναι, οὐδὲ κίνησίς τε καὶ κίνημα, διότι αἱ μὲν διαιρεταί, τὰ δὲ ἀδιαίρετα, οὕτως οὐδὲ γεγονὸς καὶ γινόμενον διὰ τὸ αὐτό. ἀνάλογον γὰρ ὡς γραμμὴ πρὸς στιγμήν, οὕτω κίνησις πρὸς τὸ κίνημα ἔχει, καὶ τὸ γινόμενον πρὸς τὸ γεγονός. ὡς γὰρ ἄπειρα σημεῖα ἐν τῇ γραμμῇ, οὕτως ἄπειρα ἐν τῇ κινήσει κινήματα καὶ ἐν τῷ γινομένῳ γεγενημένα. τί οὖν τὸ ποιοῦν τὰς γενέσεις τῶν πρότερον καὶ τῶν ὕστερον συνεχεῖς φαίνεσθαι, ὡς τῇ τοῦ Σωφρονίσκου γενέσει τὴν τοῦ Σωκράτους δοκεῖν συνεχῆ, καὶ τῇ τῶν θεμελίων τὴν τῶν τοίχων, καὶ ἐπὶ τῶν λοιπῶν, καὶ ταῦτα μὴ ἀναγκαίως οὔσης τῆς τοῦ προτέρου γενέσεως αἰτίας τῆς τοῦ ὑστέρου;2 ἢ ἐπειδὴ ἐν χρόνῳ ἡ γένεσις, ὁ δὲ χρόνος συνεχής, ἐντεῦθεν καὶ ταῖς γενέσεσι φαντασία τῆς συνεχείας παρέχεται.

因为唯有这样,论说才具有必然性,但如果我们反过来说,就绝非如此。在自然事物的情形中也是同样:如果她生育了,她就曾怀孕;如果这是如此,她就曾与男子交合。但即使反过来说,却并非如此必然。对此,无论我们假定有限定的时间还是无限定的时间,都没有区别,以致不能说:既然这一个——我的意思是在先者——已经生成,那么在后者也已经生成就必然是真的。因为无论你限定时间,比如随意设定一年、十年、二十年或随你所愿,抑或单纯地取[不加限定],对于从在先者开始的你而言,论说都不会是必然的。因为即使我们假定在后者是已经生成的——比如在海伦被拐走之后伊利昂被摧毁,或者在挖掘或奠基之后房屋生成——,但在在先者已存在而在后者尚未生成的所有中介时间里,说“在后者已经生成”曾是假的。不过也许有人会说,即使在在先者生成之后,把将成者说成已经生成的不是真的,但在所有中介时间里把它作为将成者来说至少是真的,例如当索夫罗尼斯科斯已经生成时,说“苏格拉底将存在”曾是真的,并且这显然在后来生成了。但这也并非是真的;因为中项即原因必须与它作为其原因的事物是同时并生的,也就是按照时间的相同形式被取,以便对于存在者,原因是存在的;对于将成者,是将成的;对于已生成者,是已生成的;对于生成着者,是生成着的,从而在现实与潜能方面具有相同状态。但如果你假定原因是已经生成的,却说它作为其原因的事物将存在,你就是把尚未成为原因者说成已经是原因了;而这是假的。至于说已生成者与将成者是同时并生的,则完全是谎言,因为这些事物决不可能同时并生。正如两条线彼此相继且彼此相触是可能的,但绝非连续的,诸运动与诸生成也是如此,已运动者与已生成者同样如此;正如在两条相继或相触的线之间,必然有一个界限或多个界限将它们彼此分开,运动中不可分的运动极点同样是界限,而在生成中,可以说生成的极点是界限,以致在已生成者之后如果我们假定另一个已生成者或生成着者,由于它们是二而不是一,它们的生成将不是连续的。而两物是由界限所分开的;但相同的事物在同一方面既被分开又是连续的,这是不可能的。此外,生成着者是在延续中被考察的,而已生成者则是在完结与界限中被考察的;或者不如说,生成着者的界限是已生成者,正如“已生成”是“生成着”的界限。因此,正如作为线之界限的点彼此并不连续相接,作为运动之界限的运动极点彼此也并不连续相接;同样,作为生成之界限的某些已生成者也是如此。正如线与点彼此并不连续相接,运动与运动极点也不相接(因为前者是可分的,后者是不可分的),出于相同的原因,已生成者与生成着者也同样如此。因为依比例而言,正如线对点,运动对运动极点也是如此,生成着者对已生成者也是如此。因为正如在线中有无数的点,在运动中也有无数的运动极点,在生成着者中也有无数已生成者。那么,是什么使得在先者与在后者的诸生成显得是连续的呢——以致苏格拉底的生成似乎与索夫罗尼斯科斯的生成相连续,墙壁的生成似乎与地基的相连续,在其余的情形中亦然——,而且这还是在在先者的生成并不必然是在后者的原因的情况下?抑或这是因为生成在时间中,而时间是连续的,由此连续性的表象也被提供给了诸生成?

语法注2 条
  1. 1.189ἐρεῖ δ’ ἄν τις ἴσως

    语气小词 ἄν 与直陈式将来时 ἐρεῖ 连用,表达潜在推测。虽然在古典阿提卡散文中标准形式为希求法(εἴποι ἄν τις),但在后古典期及拜占庭希腊语中,直陈式将来时加 ἄν 用于表达假设性反驳或推想(“也许有人会说”)也是存在的用法。

  2. 1.189καὶ ταῦτα μὴ ἀναγκαίως οὔσης τῆς τοῦ προτέρου γενέσεως αἰτίας τῆς τοῦ ὑστέρου

    由 καὶ ταῦτα(“而且尤其是在……”)引出的属格独立结构(μὴ ἀναγκαίως οὔσης...),带有让步意味(“尽管在先者的生成并不是在后者之生成的必然原因”)。αἰτίας 作为主语 τῆς τοῦ προτέρου γενέσεως 的表语,属格 τῆς τοῦ ὑστέρου 是依存于 αἰτίας 表示结果的宾格性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:161.10-162.20