- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:159.32-161.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥阐明,在原因与结果在时间上同时存在的情形(如形式因)中,论证的推论关系无论从因到果还是从果到因都是双向必然的;而在原因在时间上先行的生成事物(如作用因和质料因)中,只有从在后者(结果)向在先者(原因)的推论才具有必然相承性。
" Τὸ δ’ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις." Ἐπειδὴ ἐν ταῖς ἀποδείξεσιν ἐκ τοῦ μέσου τοῖς ἄκροις ἡ ἀκολούθησις γίνεται, πότερον ἀεὶ ὅθεν ἂν τύχῃ ἀρχομένων ἡμῶν ἡ ἀναγκαία τῶν ὅρων εὑρίσκεται ἀκολούθησις, λέγω δὴ ὁποίου ἂν εἴδους ᾖ τὸ μέσον καὶ αἴτιον, ἢ ἔστι μὲν οὔ,1 ἔστι δ’ ὅπου οὔ; ὅσα μὲν οὖν ἀναγκαῖα τῶν μέσων, ὡς ἀναγκαίως αὐτοῖς ἕπεσθαι καὶ τὰ αἰτιατά, ἐπὶ τούτων καὶ ἡ ἀκολούθησις ἀναγκαία γίνεται ὁποτέρωθεν ἀρχομένων ἡμῶν, εἴτε ἀπὸ τῶν αἰτίων εἴτε ἀπὸ τῶν αἰτιατῶν. ὁποῖόν ἐστι τὸ τί ἦν εἶναι, ὅπερ δὴ καὶ ἅμα ἐστὶ τῷ αἰτιατῷ, ὡς εἶναι κατὰ τὸν χρόνον ὁμόγονα ἀλλήλοις τὸ αἰτιατὸν καὶ τὸ αἴτιον, ἤγουν τοῖς γινομένοις γινόμενον, τοῖς γεγενημένοις γεγενημένον, τοῖς ἐσομένοις ἐσόμενον, καὶ τοῖς οὖσιν ὄν. οὐ γὰρ ἐνδέχεται ποτε τὸ εἶδος τοῦ οὗ ἐστιν εἶδος χωρίζεσθαι κατὰ τὴν ὑπόστασιν. οἷον ἐπεὶ εἶδος τῆς σεληνιακῆς ἐκλείψεως τὸ ἐν μέσῳ αὐτῆς καὶ τοῦ ἡλίου γεγονέναι τὴν γῆν, εἰ μὲν τὴν ἔκλειψιν ὡς γεγονυῖαν λάβῃς, καὶ τὸ ἐν μέσῳ γεγονέναι τὴν γῆν ἐξ ἀνάγκης ἂν ὡς γεγονὸς λήψοιο· οὐ γὰρ ἂν ἄλλως ἐκείνη γέγονεν, εἰ μὴ αὕτη ἐν μέσῳ γέγονεν. εἰ δ’ ὡς γινομένην ἐκείνην, καὶ αὕτη ὡς γινομένη ληφθήσεται· ἄλλως γὰρ οὐκ ἐνδέχεται γενέσθαι ἔκλειψιν, εἰ μὴ καὶ ἡ γῆ ἐν μέσῳ γίνεται. καὶ ἐπὶ τοῦ ἔσεσθαι δὲ καὶ ἐπὶ τοῦ εἶναι ὡσαύτως. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ κρυστάλλου. εἰ γάρ ἐστι κρύσταλλος ὕδωρ πεπηγὸς διὰ παντελῆ θερμοῦ ἔκλειψιν, τὸ ὕδωρ τοῦ κρυστάλλου ἡ παντελής ἐστιν ἔκλειψις τοῦ θερμοῦ. ἔστιν οὖν καὶ τοῦτο τοῦ οὗ ἐστιν εἴδους ὁμόγονον· γίνεται δὴ κρύσταλλος ἐκλείποντος τοῦ θερμοῦ παντελῶς, καὶ γέγονεν ἐκλελοιπότος, καὶ ἔσται ἐκλείψοντος. ἔστι δέ, ὡς εἴρηται, ἐπὶ τῶν οὕτως αἰτίων καὶ ἀναγκαία ἡ ἀκολούθησις, ὁποτέρωθεν ἀρχομένων ἡμῶν, εἴτε ἀπὸ τοῦ αἰτίου εἴτε ἀπὸ τοῦ αἰτιατοῦ. εἴ τε γὰρ ἐν μέσῳ ἡ γῆ, ἔκλειψις, καὶ εἰ ἔκλειψις, ἡ γῆ ἐν μέσῳ· οὐ γὰρ ἐνδέχεται ποτε θάτερον θατέρου εἶναι χωρίς. μόνον δὲ διαφέρει, ὅτι τὸ μὲν ὡς αἴτιον τὸ δ’ ὡς αἰτιατὸν ἕπεται ἑκάτερον ἑκατέρῳ, ὡς εἶναι τὸ μὲν ἀπόδειξιν ἁπλῶς, τὸ δὲ τεκμηριώδη. ὅσα δὲ μὴ ἅμα ἐστὶν ἀλλήλοις αἰτιατά τε καὶ αἴτια, ἀλλὰ τῶν αἰτιατῶν κατὰ χρόνον προηγεῖται τὰ αἴτια, πῶς ἐροῦμεν ἐπὶ τῶν τοιούτων;2 τοιαῦτα δὲ πολλὰ ποιητικά τε καὶ ὑλικά. ὅτι μὲν γὰρ κἀπὶ τούτων ἄλλα ἄλλων αἴτια δῆλον, γεγονότων γεγενημένα καὶ ἐσομένων ἐσόμενα, καὶ ἐσομένων γεγενημένα, καὶ γινομένων γεγενημένα· οὐ γὰρ ἐνδέχεται τὸ ἀνάπαλιν. ἀλλ’ οὐδὲ ὁμόγονα· εἰ γὰρ καὶ ἐσομένων ἐσόμενα λέγομεν, ἀλλ’ εἰ καὶ μήπω τὸ αἴτιον γενόμενον θείημεν, ὅμως δεῖ πρῶτον γενέσθαι, καὶ μετ’ αὐτὸ τὸ αἰτιατόν. γινόμενα δ’ ἔτι γινομένων ἤδη ἐνεργείᾳ εἶναι αἴτια οὐκ ἐνδέχεται, ἐπειδὴ τῶν τοιούτων οὔθ’ ὁποτέρωθεν ἀρχομένοις οὔτε μὴν ἀπὸ τῶν προτέρων ἀναγκαία ἡ ἀκολούθησις, ἀλλ’ ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα. πλὴν οὐχὶ καὶ τὰ ὕστερα3 τῶν προτέρων ἀρχαί, ἀλλ’ ἀνάπαλιν· οὐ γὰρ ἐπειδὴ τὸ ἀναγκαῖον τοῖς λόγοις παρέχοντες ἀπὸ τῶν ὑστέρων ἀρχόμεθα, διὰ τοῦτο καὶ ἀρχὴ τῶν προτέρων τὰ ὕστερα· ἀλλ’ ἐπειδὴ ἐν τοῖς ἐν γενέσει οὐκ ἀεὶ ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ μετὰ τὴν τῶν αἰτίων ὕπαρξιν τὰ αἰτιατὰ γίνεται, διὰ τοῦτο ἡ τῶν ὑστέρων ἀκολούθησις οὐκ ἀναγκαία ἐστὶ πρὸς τὰ πρότερα, καὶ αὖθις ἐπεὶ τὰ ὕστερα τῶν προτέρων μὴ ὑπαρξάντων γενέσθαι οὐ δύναται, διὰ τοῦτο ἐκ τούτων ἐν τοῖς λόγοις ἀρχόμεθα τὸ ἀναγκαῖον τοῖς λόγοις παρέχοντες. εἰ γὰρ οἰκία, τοῖχοι, καὶ εἰ τοῖχοι, θεμέλιοι, καὶ εἰ θεμέλιοι, ὀρυγή. καὶ εἰ ὁ Μηδικὸς Ἀθηναίοις ἐπενήνεκται πόλεμος, εἰς Σάρδεις Ἀθηναῖοι μετ’ Ἐρετριέων ἐνέβαλον. καὶ εἰ τὸ Ἴλιον καταβέβληται, ὑπὸ Ἀλεξάνδρου Ἑλένη ἀφήρπασται.
“而对于生成的事物,原因也是相同的。” 既然在论证中,对端项的相承是从中项而来的,那么无论我们从何处随意开始,词项之间必然的相承总是被发现的吗——我的意思是,无论中项和原因属于何种形式——,抑或在某些情形并非如此,在某些地方并非如此?凡是必然的中项,以致结果也必然相承于它们,在这些中项的情形中,无论我们从哪一方开始,无论是从原因开始还是从结果开始,相承都会是必然的。本色[即本质]正是如此,它确实也是与结果同时的,以致就时间而言,结果和原因彼此是同时并生的:即对于生成着的事物,生成着;对于已生成的事物,已生成;对于将成的事物,将成;对于存在着的事物,存在着。因为形式决不可能在实在中与它作为形式的那个事物相分离。例如,既然月食的形式是地球进入了月球与太阳之间,那么如果你把月食当作已生成的来取,你也会必然把地球进入中界当作已生成的来取;因为除非地球已经进入中界,否则月食不可能以别样方式生成。但如果你把月食当作生成着的来取,地球[进入中界]也将被当作生成着的来取;因为除非地球也在进入中界,否则月食不可能以别样方式生成。在将成和现成的情形中也是同样。关于冰也是相同的方式。因为如果冰是由于热的完全消失而凝固的水,那么热的完全消失就是水成冰的原因。因此,这也与它作为其形式的事物是同时并生的;在热完全消失时冰正在生成,在热已经消失时冰已经生成,在热将要消失时冰将要生成。而且正如所说的那样,在此类原因的情形中,无论我们从哪一方开始,无论是从原因开始还是从结果开始,相承都是必然的。因为如果地球在中间,就有月食;如果有了月食,地球就在中间;因为两者决不可能脱离彼此而存在。唯一的区别只在于,一者作为原因、另一者作为结果相互跟随,以致一者是单纯的论证,而另一者是基于迹象的论证。至于那些作为结果与原因彼此并非同时存在、而是原因在时间上先于结果的事物,对此类事物我们该如何言说呢?许多作用因和质料因正是此类事物。因为在这些事物中,一些是另一些的原因也是显然的——对于已生成的事物,已生成的是原因;对于将成的事物,将成的是原因;对于将成的事物,已生成的是原因;对于生成着的事物,已生成的是原因;因为反过来是不可能的。然而它们也不是同时并生的;因为即使我们说对于将成的事物将成的是原因,但即使我们假定原因尚未生成,它仍然必须首先生成,而后才是结果。但尚在生成着的事物不可能是在现实中已生成着的事物的原因,因为在此类事物中,对于无论从哪一方开始的人、或者从在先者开始的人来说,相承都不是必然的,反而只有从在后者到在先者的相承才是必然的。不过,在后者并不因此就是在先者的本原,相反是倒过来的;因为并不是由于我们在论说中提供必然性而从在后者开始,就因此使得在后者也是在先者的本原;而是因为在处于生成过程中的事物中,结果在原因存在之后的生成不是总是如此,而是绝大多数如此,正因如此,在后者对于在先者的相承才不是必然的;反过来,既然若没有在先者的存在,在后者就不可能生成,正因如此我们才在论说中从这些出发,为论说提供必然性。因为如果有一座房屋,就有墙壁;如果有墙壁,就有地基;如果有地基,就有挖掘。如果波斯战争被强加于雅典人,雅典人就曾同厄勒特里亚人一起入侵萨狄斯。如果伊利昂已被摧毁,海伦就曾被亚历山大拐走。
- 1.189πότερον ἀεὶ ὅθεν ἂν τύχῃ ἀρχομένων ἡμῶν ἡ ἀναγκαία τῶν ὅρων εὑρίσκεται ἀκολούθησις ... ἢ ἔστι μὲν οὔ, ἔστι δ’ ὅπου οὔ;
由 πότερον ... ἤ 引出的直接选择疑问句结构。后半句的 ἔστι μὲν οὔ 属于与 ἔστι δ’ ὅπου οὔ 相对立的省略表达(意为“在某些情形并非如此,在某些地方并非如此吗?”)。置于前面的独立属格 ὅθεν ἂν τύχῃ ἀρχομένων ἡμῶν 起条件或让步作用(“无论我们从何处随意开始”)。
- 1.189ὅσα δὲ μὴ ἅμα ἐστὶν ἀλλήλοις αἰτιατά τε καὶ αἴτια ... πῶς ἐροῦμεν ἐπὶ τῶν τοιούτων;
句首的 ὅσα ... αἴτια 属于关系从句作为话题悬挂前置的悬垂主格(nominativus pendens)结构,随后在主疑问句中由介词短语 ἐπὶ τῶν τοιούτων 在语法上重新接引。
- 1.189οὐ γὰρ ἐπειδὴ τὸ ἀναγκαῖον τοῖς λόγοις παρέχοντες ἀπὸ τῶν ὑστέρων ἀρχόμεθα, διὰ τοῦτο καὶ ἀρχὴ τῶν προτέρων τὰ ὕστερα·
οὐ γὰρ ἐπειδὴ ... διὰ τοῦτο ... 句式(“并非因为……就因此……”),否定了由论说中的推论起点直接等同于本体论原因的推导。分词 παρέχοντες 表示方式或目的(“为了向论说提供必然性 / 提供着必然性”)。
