← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§14.21-16.9

从复合探求向单纯探求的过渡与四种对象

厄斯特拉提奥斯注解亚里士多德《后分析篇》卷二第一章,阐明从复合论题(事实与原因)向单纯论题(是否存在与是什么)的过渡,并总结四种探求对象与认识对象之间的一一对应与完满性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

" Καὶ ταῦτα μὲν οὕτως· ἔνια δ’ ἄλλον τρόπον ζητοῦμεν." Εἰπὼν περὶ τῶν ἐν συνθέσει καὶ ἐν ἀριθμῷ προβλημάτων ἐπὶ τὰ ἁπλᾶ πρόεισιν, οὐχ ὡς φύσει ὄντα πρότερα προτάξας ἐκεῖνα ἀλλ’ ἀπὸ τῶν ἡμῖν σαφεστέρων καὶ γνωριμωτέρων ἀρξάμενος· τοιαῦτα γὰρ τὰ σύνθετα. συμπεραίνων οὖν τὰ εἰρημένα φησὶν ταῦτα μὲν οὕτως, ἤγουν ταῦτα μὲν τοιοῦτον ἔχει τρόπον ζητήσεως περὶ τοῦ ἄλλῳ ὑπάρχειν ἄλλο πραγματευόμενα, τὸ μὲν ἁπλῶς, τὸ δὲ διὰ τί. ἔνια δ’ ἄλλον τρόπον, τουτέστιν εἰσὶ δὲ προβλήματα ἕτερα οὐ σύνθεσιν ἔχοντα οὐδὲ ἀριθμῷ εἰσαγόμενα, ἀλλὰ τρόπον ἕτερον, ἤτοι ἐν ἁπλότητι καὶ μονάδα μόνην πράγματος ἔχοντα, ἐν οἷς οὐκ ἔστι τὸ εἶναι ὡς προσκατηγορούμενον, ἀλλ’ αὐτὸ τοῦτο κατηγορούμενον. τοῦτο εἰπὼν ἐπάγει παράδειγμα τρόπου ζητήσεως ἑτέρου παρὰ τοὺς προλαβόντας, οἷον εἰ ἔστιν ἢ μὴ ἔστιν Κένταυρος ἢ θεός, τοιαῦτα παραλαβὼν ὑποκείμενα, ὧν τὸ εἶναι ἠγνόηται, τοῦ μὲν ὡς μὴ ὄντος1 μηδαμῶς (τοῦ γὰρ ὄντος ἡ γνῶσις) τοῦ δὲ ὡς ὑπερόντος καὶ οὕτω μὴ ὄντος. ἔδει γὰρ τοιαῦτα παραλαβεῖν εἰς παράδειγμα τοῦ τοιούτου ζητήματος, ἐν οἷς εἰ ὅλως ἐστὶ τὸ πρᾶγμα ἡ ζήτησις. ἐπεὶ δὲ δοκεῖ πως τὸ πρῶτον πρόβλημα τοιοῦτον εἶναι (ἔοικε γὰρ κἀκεῖ περὶ τοῦ εἰ ἔστιν εἶναι ἡ ζήτησις, διὰ τὸ ζητεῖσθαι εἰ τὸ κατηγορούμενόν ἐστι τῷ ὑποκειμένῳ) τὴν διαφορὰν εὐθὺς ἐπιφέρει λέγων " Τὸ δ’ εἰ ἔστιν ἢ μὴ ἁπλῶς λέγω, οὐκ εἰ λευκὸς ἢ μή." Τουτέστιν οὐχ οὕτω λέγω τὸ εἰ ἔστιν, ἵνα τις ὑπολάβῃ ὡς εἰ ἔστι λευκὸς ἢ μὴ ἔστι λευκός· τοῦτο γὰρ οὐ περὶ αὐτοῦ ἐστι τοῦ ὑποκειμένου, οὐδ’ ἁπλοῦν τὸ ζήτημα, ἀλλὰ σύνθετόν τε καὶ περί τινος ἄλλου, εἴπερ ὑπάρχει αὐτῷ. ἀλλ’ ἁπλῶς λέγω, τουτέστιν αὐτὸ τὸ ὑποκείμενον λαμβάνω ἁπλῶς καὶ ζητῶ, εἰ ἔστιν ἢ μὴ τὸ εἶναι καὶ μὴ εἶναι οὐ προσκατηγορῶν ἀλλὰ κατηγορῶν.2 ὡς εἶναι ταύτην ἑτέραν τῷ γένει τὴν ζήτησιν καὶ γίνεσθαι δῆλον ἐκ τοῦ ἐπ’ αὐτῇ παραδείγματος ὡς ἔστι καὶ τοιοῦτο γένος ζητήματος.

“而这些事情如此;但某些事物我们以另一种方式探求。” 在论述了处于复合中和数中的诸问题之后,他进而转向单纯的问题,并不是把前述诸问题作为本性上在先者而置于前面,而是从对我们而言更为清晰和更为熟知的事物开始;因为复合的事物就是这类的。因此,他总结所言说的事物,说“这些事情如此”,也就是,这些问题具有这样一种探求方式,它们处理一物属于另一物,一方面是单纯地,另一方面是为什么。“但某些事物以另一种方式”,也就是说,还存在着其他不具有复合也不被引入于数中的问题,而是以另一种方式,即在单纯性中并且只具有事物的一个单子,在其中,“存在”不是作为附加的谓项,而是它本身作为被述谓者。在说了这话之后,他附加了一个不同于先前诸探求方式的例证,例如半人马或神是否存在或不存在,所选取的是其存在尚未知晓的这样一些主体:前者作为根本不存在者(因为知识是关于存在者的),后者作为超存在者并且在这个意义上是不存在者。因为为了这样一个论题的例证,必然需要选取此类事物,在其中探求的是该事物是否根本存在。但是,既然第一个问题似乎在某种程度上也是这类的(因为在那里探求似乎也是关于是否存在,乃由于探求的是谓项是否存在于主体),他便立即提出其区别,说: “而是否存在,我是就单纯而言的,并非指是否为白。” 也就是说,我并不是在这个意义上说“是否存在”,以致让人以为是指它是否为白或是否不为白;因为这不是关于主体本身的,论题也不是单纯的,而是既复合又关于另一事物的(如果这另一事物确实属于它的话)。而是“我单纯地言说”,也就是说,我单纯地把握主体本身,并且在并不附加述谓“存在”与“不存在”而是直接述谓它的情况下,探求它是否存在。以致这一探求在属上是不同的,并且从关于它的例证中也显而易见:同样存在着这样一种论题之属。

§1.11

"Γνόντες δ’ ὅτι ἔστι τί ἐστι ζητοῦμεν, οἷον τί οὖν ἐστι θεός, ἢ τί ἐστιν ἄνθρωπος." Ὁρᾷς, ὅτε μὲν περὶ τοῦ εἰ ἔστιν ὅλως τὸ ζήτημα ἦν, καὶ μηδαμῇ τι μηδαμῶς ὂν παρείληφεν εἰς παράδειγμα, ὡς ἐνὸν ζητεῖν καὶ περὶ μὴ ὄντος ὅλως εἰ ἔστι, μήποτε ὂν τὴν ἡμετέραν διαπέφευγε γνῶσιν3 καὶ δοκεῖ μὴ ὂν τὸ ὂν μέν, μὴ γινωσκόμενον δὲ καὶ ζημιωθῶμεν τὴν γνῶσιν αὐτοῦ· ὅταν δὲ περὶ τοῦ τί ἐστιν, οὐκέτι τι τοιοῦτον εἰς μέσον παρήγαγεν, ὡς μὴ ἐξὸν περὶ μὴ ὄντος ὅλως ζητεῖν τὸ τί ἐστι· γνόντες δ’ ὅτι ἔστι τί ἐστι ζητοῦμεν. τοῦτο εἰπὼν ἅμα καὶ τὴν τάξιν ἀναγκαίως τῶν δύο τούτων προβλημάτων παρέστησε· τότε γάρ, φησί, ζητοῦμεν τὸ τί ἐστιν, ὅτε εἰ ἔστι γνωσόμεθα, ὡς ἐκείνου ἀγνοουμένου εὔηθες ὂν τοῦτο ζητεῖν· δέον ἄρα ἐκεῖνο τούτου προτετάχθαι τὸ πρόβλημα.

“而在知道了它存在之后,我们探求它是什么,例如神究竟是什么,或者人是什么。” 你看,当论题是根本关于是否存在时,他甚至选取了根本在任何方面都不存在的事物作为例证,因为即使关于根本不存在者也可能探求它是否存在,以免存在的事物碰巧逃逸于我们的认识,使得实际上存在却未被认知的事物看起来不存在,从而我们丧失了对它的认识;但当论题是关于它是什么时,他不再把任何此类事物引至前台,因为关于根本不存在者探求它是什么是不可能的;“而在知道了它存在之后,我们探求它是什么。”他在说了这话的同时,也必然地确立了这两个问题的次序;因为他说,我们探求它是什么,是在知道了是否存在的时候,因为在不知道前者的情形下探求后者是愚蠢的;因此必然应当把那个问题置于这个问题之前。

§1.12

"Ἃ μὲν οὖν ζητοῦμεν καὶ ἃ εὑρόντες ἴσμεν." Τοῦτο τῶν εἰρημένων συμπέρασμα ὡς ἤδη ἀπαρτισθείσης τῆς διαιρέσεως καὶ ἐξ αὐτῆς ἐκπεφασμένης τῆς τῶν ζητουμένων κατ’ ἐπιστήμην καὶ εὑρισκομένων ποσότητος. ἃ προεβάλλετο μὲν ἐξ ἀρχῆς τέτταρα εἶναι εἰπὼν καὶ τούτων ἑκάστου ἀπαγγείλας τὴν κλῆσιν, εἶτα δὲ καὶ ἀπέδειξε τῇ διαιρέσει συμπλέκων τὰ παραδείγματα, καὶ διὰ μὲν τῆς ἀναγκαίαν δεικνὺς ποσότητα, διὰ δὲ τῶν ἐναργῆ ποιῶν τὰ δεικνύμενα, πόσα τε καὶ τίνα ἐστίν· ἢ γάρ, φησίν, εἰ ἄλλῳ ἄλλο ὑπάρχει ζητοῦμεν ἁπλῶς, ὡς τῷ ἡλίῳ τὴν ἔκλειψιν, ἢ διὰ τί ἄλλῳ ἄλλο ὑπάρχει, ὡς τὸ διὰ τί τῷ ἡλίῳ ἡ ἔκλειψις ἢ τὸ κινεῖσθαι τῇ γῇ, ἢ εἰ ἔστι τι ἁπλῶς ἢ μή, οἷον εἰ ἔστι Κένταυρος ἢ θεός, ἀλλ’ οὐχὶ εἰ λευκὸς ἢ μή, ἢ τοῦτο εἰδότες ἤγουν τὸ εἶναι ἁπλῶς, τί ἐστι ζητοῦμεν, οἷον τί ἐστι θεός, ἢ τί ἐστιν ἄνθρωπος. καὶ οὕτω τέτταρα κατὰ γένος εὑρίσκεται ἃ ζητοῦμεν καὶ ἃ ἐκ τῆς ζητήσεως εὑρόντες γινώσκομεν· ὡς εἶναι ἰσάριθμα τὰ ζητούμενα τοῖς γινωσκομένοις, καὶ εἶναι ταῦτα ἀλλήλοις τῷ ὑποκειμένῳ ταὐτά, τῷ λόγῳ δὲ διαφέροντα ὡς ζητούμενά τε καὶ γινωσκόμενα.

“因此,我们所探求的事物以及我们找到后所知晓的事物。” 这是对先前所言的总结,因为划分如今已经完满,并且依照科学所探求和被找到的事物的数量已经由此划分显明出来。他从一开始就提出这些事物是四个,宣告了它们每一个的名称,其后又将诸例证与划分结合起来予以论证,通过划分表明这一数量是必然的,通过例证使被展示的事物显豁,展示出它们有多少并且是哪些。因为他说,我们要么单纯地探求一物是否属于另一物(如日食属于太阳),要么探求一物为什么属于另一物(如为什么日食属于太阳或运动属于大地),要么探求某物是否单纯地存在或不存在(例如半人马或神是否存在,而不是是否为白),要么在知道了这一点即单纯的存在之后,探求它是什么(例如神是什么,或者人是什么)。于是,在属上找到了四个我们所探求的事物以及我们从探求中找到后所认知的事物;以致被探求的事物在数量上等于被认知的事物,并且它们在主体上彼此同一,在说明上则作为被探求者与被认知者而互有差别。

语法注3 条
  1. 1.9τοῦ μὲν ὡς μὴ ὄντος μηδαμῶς (τοῦ γὰρ ὄντος ἡ γνῶσις) τοῦ δὲ ὡς ὑπερόντος καὶ οὕτω μὴ ὄντος

    属格 τοῦ μὲν ... τοῦ δὲ 作为部分属格或同格属格,分别说明先行关系代词 ὧν 所指代的 τοιαῦτα ὑποκείμενα(半人马与神)。它们带 ὡς 引导的分词短语(μὴ ὄντος, ὑπερόντος),表示每一主体之存在不为人知的理由或规定方式。

  2. 1.10οὐ προσκατηγορῶν ἀλλὰ κατηγορῶν

    两个现在时主动分词作伴随分词,与主动词 ζητῶ 的主语(第一人称单数)一致。它们体现了亚里士多德逻辑学中的专门术语对比:作为系词式“附加述谓(προσκατηγορεῖν)”与将存在本身直接“述谓(κατηγορεῖν)”。

  3. 1.11ὡς ἐνὸν ζητεῖν καὶ περὶ μὴ ὄντος ὅλως εἰ ἔστι, μήποτε ὂν τὴν ἡμετέραν διαπέφευγε γνῶσιν

    ὡς ἐνόν 是非人称动词 ἔνεστι(“可能”)的宾格绝对结构,表示主观认定的理由(“认为可能……”)。随后的 μήποτε 引导顾虑从句,统辖完成时直陈式 διαπέφευγε(“免得逃逸”)以及不定过去时虚拟式 ζημιωθῶμεν(“免得丧失”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:14.21-16.9