← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§158.30-159.31

导向目的的生成与机遇的排除

评注亚里士多德《后分析篇》卷二第11章的95a7–95a8。厄斯特拉提奥斯梳理了95a7文句的多种异文与句法补充方案,阐明是导向目的的事物而非目的本身出于某种目的而生成,并解释了95a8中为何出于机遇的事物绝非为了某种目的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.187

" Ὥστε τὸ τέλος ἀγαθὸν ἕνεκά του γίνεται, καὶ ἢ φύσει ἢ τέχνῃ." Τὰ μὲν οὕτως ἔχει τῶν ἀντιγράφων, τὰ δὲ οὕτως ὧν δὲ τὸ τέλος ἀγαθόν, τὰ δ’ οὕτως ὥστ’ εἰ τὸ τέλος ἀγαθόν· φέρει δὲ πάντα πρὸς τὴν αὐτὴν ἔννοιαν. ἔστι δὲ τοιοῦτον τὸ λεγόμενον, ὅτι ἐν οἷς τῶν γινομένων ἀγαθὸν ἐξ ἀνάγκης τὸ τέλος ἐστὶν ἢ καὶ ὡς ἐπὶ τὸ πολύ, ἕνεκά του τὰ πρὸς αὐτὸ γινόμενα γίνεται, ὡς τὴν τύχην καὶ τὸ αὐτόματον ἐν τούτοις ἢ μηδ’ ὅλως ἔχειν χώραν ἢ ἐφ’ ὅτι βραχύ, ἀλλὰ φύσιν εἶναι ἢ τέχνην τὴν πρὸς τὸ ἀγαθὸν τέλος ἄγουσαν. ἐπειδὴ γὰρ ἔλεγεν ἀνωτέρω ὅτι ἐφ’ ὧν τεχνῶν ἐπαμφοτερίζει τὸ τέλος, ὡς τἀναντία πολλάκις ἀποβαίνειν τῆς τοῦ τεχνίτου προθέσεως (τοῦτο γὰρ ἦν τὸ ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως ἔχειν), ἐπὶ τούτων μάλιστα καὶ ἀπὸ τύχης τὸ τέλος ἐνδέχεται γίνεσθαι, τὸ πρὸς ἐκεῖνο ἀντικείμενον ἐνταῦθά φησιν, ὅτι ἐν οἷς μὴ ὧδε καὶ ἄλλως ἐνδέχεται, ἀλλὰ πάντως ἀγαθὸν τὸ τέλος ἐστίν, ἐν τούτοις τὸ αὐτόματον οὐκ ἔστιν, ἀλλὰ πάντως ἕνεκά του δρᾷ τὸ δρῶν τὰ πρὸς αὐτὸ πάντα φέροντα· τοῦτο δέ ἐστιν ἢ φύσει ἢ τέχνῃ, ταὐτὸν δὲ εἰπεῖν διανοίᾳ· πᾶσα γὰρ τέχνη καὶ πᾶσα ἐπιστήμη κατὰ διάνοιαν. εἰ μὲν οὖν κατὰ τὴν πρώτην ῥηθεῖσαν γραφὴν ληψόμεθα τὸ ῥητόν, ἐλλιπέστερον ἔσται, ὡς δεῖσθαι προσθήκης εὐθύς, ἵν’ ᾖ οὕτως ‘ὥστε ἐφ’ ὧν τὸ τέλος πάντως ἀγαθόν, ἐν τούτοις ἕνεκά του γίνεται τὰ πρὸς τὸ τέλος γινόμενα.’ εἰ δὲ κατὰ τὴν δευτέραν καὶ τρίτην, ἐλάττονος δεήσει προσθήκης· ‘ὧν γὰρ τὸ τέλος πάντως ἀγαθόν,’ καὶ ‘εἰ τὸ τέλος πάντως ἀγαθόν,’ ἕνεκά του γίνεται τὰ πρὸς τὸ τέλος. ἔστι δὲ καὶ κατ’ ἐρώτησιν εἰπεῖν τὸ τέλος ἀγαθόν,1 ἵν’ ᾖ οὕτως ‘ὥστε τὸ τέλος ἀγαθὸν ἕνεκά του γίνεται.’ λέγει τις, φησίν, ὅτι οὐκ ἐπαμφοτερίζει τὸ τέλος, ἀλλὰ πάντως ἀγαθόν ἐστιν· ἕνεκά του ἄρα τὰ πρὸς τὸ τέλος, εἴτε ἓν εἴτε πλείω ἐστί. δύναται καὶ ὡς πόρισμα λέγεσθαι ἐκ τῶν εἰρημένων ἀναφαινόμενον. ἐπεὶ γὰρ τὸ αὐτόματον ἐπὶ τῶν ἐπαμφοτεριζόντων ἔλεγε μάλιστα χώραν ἔχειν, δῆλον ἐντεῦθεν ὅτι ἐφ’ ὧν ἀγαθὸν πάντως τὸ τέλος, ὡς μὴ τοὐναντίον ἐνδέχεσθαι, ἐπὶ τούτων ἕνεκά του τὰ πρὸς τὸ τέλος, καὶ ἡ φύσις ἢ τέχνη ἐστὶν ἡ ἄγουσα πρὸς αὐτό. τὸ δὲ τὸ ἀγαθὸν τέλος ἕνεκά του λέγεσθαι λόγον οὐκ ἔχει.2 τὰ γὰρ πρὸς τὸ τέλος ἕνεκά του, τὸ δὲ τέλος οὐχί, ἀλλ’ οὗ ἕνεκα.

“因此,善的目的出于某种目的而生成,且或出于自然或出于技艺。” 抄本中有些是这样写的,有些则是“而凡其目的是善的”,另一些则是“因此如果目的是善的”;但它们全都指向相同的涵义。所说的内容是这样的:即在生成的事物中,凡其目的是必然地或在绝大多数情况下是善的,为了它而生成的事物乃是出于某种目的而生成的,以至于机遇和自发在这些事物中要么根本没有地位,要么只在微小的程度上,而引导走向善的目的是自然或技艺。因为既然他在上文说过,在目的摇摆不定的技艺中,以至于常常产生与匠人的意图相反的结果(因为这就是“能够如此也能以别样方式存在”),在这些技艺中目的尤其也容许出于机遇而生成,所以他在这里陈述了与那一点相反的情形:即在凡不能如此也能以别样方式存在、而是目的必定是善的事物中,在这些事物中自发并不存在,相反,作用者必定为了某种目的而施行所有导向它的作为;而这要么是出于自然,要么是出于技艺——这等于说是出于思想;因为一切技艺和一切科学都依照思想。因此,如果我们依照第一种所说的异文来理解原文,它将较为欠缺,以至于立刻需要增补,从而成为这样:“因此,凡其目的必定是善的事物,在这些事物中为了目的而生成的事物乃是出于某种目的而生成。”但如果依照第二种和第三种异文,则需要的增补较少:“因为凡其目的必定是善的事物”,以及“如果目的必定是善的”,为了目的的事物乃是出于某种目的而生成。也可以把“目的是善的”作为疑问来读,从而成为这样:“因此,目的是善的吗?[若是,]它便是出于某种目的而生成。”他说,有人会说,目的不是摇摆不定的,而是必定是善的;因此,导向目的的事物乃是出于某种目的,无论是一个还是多个。这也可以作为从前述论述中显现出来的推论而被陈述。因为既然他说自发在摇摆不定的事物中尤其占有地位,由此显而易见的是,在凡其目的必定是善的、以至于不可能出现相反结果的事物中,在这些事物中导向目的的事物乃是出于某种目的,而自然或技艺正是导向它的东西。另一方面,说善的目的本身是出于某种目的,则是没有道理的。因为导向目的的事物乃是出于某种目的,而目的本身却不是,而是〔其他事物〕为了它〔而存在〕的。

§1.188

"Ἀπὸ τύχης δ’ οὐδὲν ἕνεκά του γίνεται." Εἰπὼν ὅτι ἢ φύσει ἢ τέχνῃ τὰ ἕνεκά του λέγει νῦν ὅτι ἀπὸ τύχης οὐκ ἐνδέχεται τι ἕνεκά του γίνεσθαι. ἡ γὰρ τύχη αὐτόματον, οὐδὲν δὲ ἕνεκά του ἐξ αὐτομάτου· οὐδ’ ἀπὸ τύχης ἄρα. πῶς δὲ ἐκ ταὐτομάτου οὐδὲν ἕνεκά του γίνεται, εἴρηται πρότερον.

“而出于机遇,没有任何事物是为了某种目的而生成的。” 既然说了出于某种目的的事物要么出于自然要么出于技艺,他现在说出于机遇不可能有任何事物是为了某种目的而生成。因为机遇乃是自发的,而出于自发没有任何事物是为了某种目的;因此也不出于机遇。至于为何出于自发没有任何事物是为了某种目的而生成,在前面已经说过了。

语法注2 条
  1. 1.187ἔστι δὲ καὶ κατ’ ἐρώτησιν εἰπεῖν τὸ τέλος ἀγαθόν

    厄斯特拉提奥斯提出了将“τὸ τέλος ἀγαθόν”作为疑问句(κατ’ ἐρώτησιν)来读的句法解构方案,即:“因此目的是善的吗?[若是,]它便是出于某种目的而生成。”除了针对不同抄本异文作补词的解释之外,他还提出了通过改变标点与语气来化解底本艰涩句式的方案。

  2. 1.187τὸ δὲ τὸ ἀγαθὸν τέλος ἕνεκά του λέγεσθαι λόγον οὐκ ἔχει.

    句子的主语是带冠词的不定式从句“τὸ [...] λέγεσθαι”,其内部包含作主语的宾格“τὸ ἀγαθὸν τέλος”和谓语性短语“ἕνεκά του”,构成“说善的目的出于某种目的乃是没有道理的”。作者借此驳斥了字面理解(即善的目的本身是为了某种目的),指出朝向目的的手段(τὰ πρὸς τὸ τέλος)才是“为了某种目的”(ἕνεκά του),而目的本身则是“为了它”(οὗ ἕνεκα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:158.30-159.31