- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:157.32-158.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释说,在出于思想的事物中,有些(如健康与航行安全)也能出于机遇而生成,并且指出这尤其显著地存在于其结果既可如愿也可落空的推测性技艺(如医术、航海术与修辞术)之中。
" Τὰ δὲ καὶ ἀπὸ τύχης." Εἰσὶ δ’ ἅ, φησί, τῶν ἀπὸ διανοίας καὶ ἀπὸ τύχης ποτὲ γίνεται, οἷον ὑγεία καὶ σωτηρία. ἐπιτηδεύεται μὲν γὰρ καὶ ἰατρὸς τὴν ὑγείαν καὶ κυβερνήτης τὴν σωτηρίαν τῆς νηός, καὶ κατορθοῦσιν ἑκατέραν ἑκάτερος κατὰ τὸ ἐγχωροῦν τῇ τέχνῃ· ἀλλ’ ἔστι ταῦτα καὶ ἀπὸ τύχης γίνεσθαι, εἰ δ’ ἀπὸ τύχης, καὶ ἀπὸ ταὐτομάτου· τί γὰρ ἡ τύχη αὐτόματον.1 πιών τε γὰρ ὕδωρ τις διὰ μόνην ἡδονὴν ὑγείας παρὰ τὸν σκοπὸν τῆς πόσεως τεύξεται καὶ ναῦς καταλειφθεῖσα κυβερνήσεως χωρὶς σωθείη ἂν εἰς χωρίον φιλάνθρωπον, ἔνθα μηδὲν μήτ’ αὐτῇ συμβαίη δεινὸν μήτε τῷ φόρτῳ μήτε μὴν τοῖς ἐμπλέουσι.
“而有些事物也出于机遇。” 他说,在出于思想的事物中,有些有时也会出于机遇而生成,例如健康与获救。因为医生固然谋求健康,舵手固然谋求船只的获救,并且各自依照技艺所容许的限度达成各自的目标;但这些事物也可能出于机遇而生成,而若是出于机遇,也就是出于自发;因为机遇乃是一种自发之物。因为有人单单为了快乐而喝水,却违背饮用的目的而获得了健康;一艘在无人掌舵的情况下被遗弃的船,也可能被拯救到一个宜人的地方,在那里它自身、货物以及船员都未遭遇任何不幸。
"Μάλιστα δ’ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως ἔχειν." Τοῦτο ὥσπερ κανών ἐστιν ἐν τισι τῶν ἀπὸ διανοίας γινομένων, χώραν ἔχουσαν τὴν τύχην εἰδέναι ὀφείλομεν.2 ἴσως μὲν γάρ, φησί, καὶ ἐν ἄλλοις τούτων ἔσται τὴν τύχην εὑρεῖν παρεισπίπτουσαν, ἀλλ’ ἀμυδρῶς καὶ ἐπὶ βραχύ, ἐφ’ ὅσον αὐτοῖς τὸ πταίειν ἔχει τὸ ὑποκείμενον.3 καὶ τέκτων γὰρ ἴσως ἄλλο προθέμενος ἄλλο ἂν τελευταῖον ἀποτελέσειε καὶ σκυτεὺς καὶ χυτρεύς, ἢ τῆς ὕλης ἢ τοῦ ὀργάνου ἤ τινος ἑτέρου πρὸς τὸ ἐξ ἀρχῆς προτεθὲν ἀντιπράξαντος, καὶ ἐπ’ ἄλλων πολλῶν ἀμυδρῶς πως τὴν τύχην παρεπομένην εὑρήσομεν, ἵνα μὴ πλείω παρατιθέντες τὸν λόγον μηκύνωμεν· μάλιστα δὲ καὶ ἐναργῶς ἐν τοῖς κατὰ τὰς στοχαστικὰς τέχνας τέλεσιν αὕτη εὑρίσκεται. αὗται δέ εἰσιν ἐν ὅσαις ἐνδέχεται καὶ κατὰ τὸν αὑτῶν σκοπὸν καὶ ἐναντίως τῷ σκοπῷ τὰς ἀποβάσεις γίνεσθαι· στοχαστικαὶ γὰρ οὖσαι ἢ εὐστοχοῦσι πρὸς ὅπερ τὴν πρόθεσιν ἔχουσιν, ἢ καὶ ἀστοχοῦσιν ἐνίοτε. τοῦτο γάρ ἐστιν ὃ φησιν ἐν ὅσαις γὰρ τέχναις ἢ ἐν ὅσοις ὑποκειμένοις, ὁπόταν μὴ ἀπὸ τύχης, ἀλλ’ ὅταν αὐτοὶ οἱ τεχνῖται τὸ τέλος ὡς αὐτοῖς οἰκεῖον προτίθενται, ἐνδέχεται τότε καὶ ὧδε καὶ ἄλλως, τουτέστι καὶ κατὰ σκοπὸν καὶ ἐναντίως τῷ σκοπῷ ἀποβαίνειν τὰ τέλη, ἐν τούτοις μάλιστα χώραν ἔχει τὸ ἀπὸ τύχης. τὸ γὰρ ἄλλως ἢ ὡς ὁ σκοπὸς ἔχει τοῦ ἰατροῦ, ᾗ ἰατρός ἐστιν, οὐδέν ἐστιν ἕτερον ἢ τὸ ἐναντίον τῇ ὑγείᾳ. καὶ τὸ ἄλλως ἢ ὡς ὁ κυβερνήτης ᾗ κυβερνήτης προτίθεται, οὐδέν ἐστιν ἄλλο ἢ τὸ ἐναντίον τῇ σωτηρίᾳ· καὶ τὸ ἑτέρως ἢ ὡς ὁ ῥήτωρ ᾗ ῥήτωρ σκοπεῖ, οὐδέν ἐστιν ἄλλο ἢ τὸ ἐναντίον τῷ πεισθῆναι, ὅπερ ἐστὶν ἡ ἀπείθεια.
“尤其是凡能够如此也能以别样方式存在的事物中。” 这犹如一个准则,[据以断定]在出于思想而生成的事物中,我们在哪些事物中应当认识到机遇占有地位。他说,因为或许在这些事物的其他一些中,也可能发现有机遇介入,但那是微弱且短促的,仅仅在质料对他们而言容有失误的限度之内。因为木匠或许在预设了一物之后最终完成了另一物,皮匠和陶工也是如此,这是由于质料、工具或其他某种东西阻碍了最初预设的目的;在许多其他事物中,我们也能发现机遇在某种微弱的方式下伴随发生,免得我们因列举过多而使论述冗长;但尤其且显著地,机遇乃是在依照推测性技艺的目的中被发现的。这些技艺即是其结果容许既依循自身的意图、又相反于意图而生成的技艺;因为既然是推测性的,它们要么击中它们抱有预设的目标,要么有时也会错失目标。因为他所说的正是这个意思:因为在凡是并非在出于机遇时,而是在匠人自己将目的作为自身固有的目的加以预设时,其目的容许既如此发生又以别样方式发生——即既依循意图又相反于意图发生——的技艺或质料中,在这些事物中,出于机遇之物最占有地位。因为不同于医生作为医生所具有的意图的状态,不是别的,正是健康的反面。而不同于舵手作为舵手所预设的状态,不是别的,正是获救的反面;不同于演说家作为演说家所追求的状态,不是别的,正是被说服的反面,即不服从。
- 1.185τί γὰρ ἡ τύχη αὐτόματον.
将 τί 理解为不定代名词(因位于句首而保留重音的附着词 τι),意为“因为机遇乃是一种自发之物”。另一种可能的理解是将其视作疑问代词(“因为机遇若非自发之物又是何物呢?”),但鉴于此处是在复述亚里士多德《物理学》卷二中将机遇视作自发之一种的定义,将其作为肯定陈述更为自然。
- 1.186Τοῦτο ὥσπερ κανών ἐστιν ἐν τισι τῶν ἀπὸ διανοίας γινομένων, χώραν ἔχουσαν τὴν τύχην εἰδέναι ὀφείλομεν.
主句为 Τοῦτο ὥσπερ κανών ἐστιν(“这犹如一个准则”),其支配由 ἐν τισι[= τίσι]τῶν ἀπὸ διανοίας γινομένων 引导的间接疑问句(……εἰδέναι ὀφείλομεν);从句中的限定动词 ὀφείλομεν 支配不定式 εἰδέναι,分词短语 χώραν ἔχουσαν τὴν τύχην 则充当 εἰδέναι 的宾语补足结构。
- 1.186ἐφ’ ὅσον αὐτοῖς τὸ πταίειν ἔχει τὸ ὑποκείμενον.
主语为 τὸ ὑποκείμενον(基体/质料),动词为 ἔχει(容有/具有),宾语为动名词短语 τὸ πταίειν(失误/受挫),αὐτοῖς 为关涉与格(指工匠或技艺,“对他们而言”)。整句结构意为“在质料对他们而言容有失误的限度之内”。
