← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§156.29-157.31

出于思想的造物中目的因与偶然和必然的排除

欧斯特拉提乌斯注解亚里士多德在《后分析篇》95a3中关于房屋或雕像等出于思想之物非出于自发或必然而是为了目的的论述,将其与自然的目的论秩序(即使畸形与自发生成亦在意旨之内)相对比,阐明技艺产物排斥自发与必然的根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.184

" Ἐν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ τοῦ αὐτομάτου ὑπάρχει οἷον οἰκία ἢ ἀνδριάς, οὐδ’ ἐξ ἀνάγκης, ἀλλ’ ἕνεκά του." Τριῶν ὄντων τούτων, ὡς εἴρηται, καθ’ ἃ ποτε τὰ γινόμενα γίνεσθαι λέγεται (ἢ γὰρ κατὰ φύσιν ἢ κατὰ διάνοιαν ἢ κατά τι αὐτόματον) τὰ τῶν γινομένων κύρια ἡ φύσις ἂν εἴη καὶ ἡ διάνοια. ἐξῃρήσθω γὰρ νῦν τὸ θεῖον ὡς ἄλλου λόγου καὶ οὐ τοῦ παρόντος δεόμενον. περὶ μὲν δὴ τῆς φύσεως εἰρηκὼς οὐδαμῇ ἐπ’ ἐκείνης παρεισήνεγκε τὸ αὐτόματον, ἴσως ὅτι μηδὲν ἐδόξασε τῶν φύσει γινομένων ἐκ ταὐτομάτου γίνεσθαι ἁπλῶς, ἀλλὰ κατὰ λόγον τινὰ θείας προνοίας καὶ φύσεως. κἂν γὰρ αὐτομάτως ποτὲ δοκῇ ἢ φυτὰ ἀναδίδοσθαι ἢ ζῷα ἐκ σήψεως ἀναφύεσθαι, ἀλλ’ οὐχ ἁπλῶς ἐνταυθοῖ τὸ αὐτόματον, ἀλλ’ ὅτι μὴ φανερὸς ἴσως ὁ λόγος ἐστὶ τῆς γενέσεως. ἁπλῶς δὲ καὶ μετὰ λόγου καὶ φύσει γεγένηται, τῶν δημιουργικῶν λόγων συμπαρομαρτούντων ἀεὶ καὶ δρώντων καὶ παραγόντων ἐν τῇ ὕλῃ τὰ κατάλληλα εἴδη, ὁπηνίκα ἐπιτήδειον τὸ ὑποκείμενον γένηται, μὴ δὲ τῆς τούτου ἐπιτηδειότητος προνοίας ἄτερ γινομένης καὶ τῆς θείας δυνάμεως, μηδὲ τῶν πηρωμάτων ἢ τεράτων τῆς καθόλου προνοίας ἀποπιπτόντων καὶ φύσεως, ὡς μιᾶς οὔσης ἁπάντων ἀρχῆς, ἧς ἅπαντα τά τε ὄντα τά τε γινόμενα ἤρτηται, ἀλλὰ μὴ ἐχουσῶν ἑτέραν τῶν ἀποτεύξεων·1 κἂν γὰρ ἡ ἀπότευξις τῆσδέ τινος φύσεως ὑπάρχῃ ἀπότευξις, ἀλλ’ οὐχὶ καὶ καθόλου τῆς φύσεως. Περὶ δὲ τῆς διανοίας νῦν φάσκων καὶ τῶν κατ’ αὐτὴν γινομένων, χώραν τῷ αὐτομάτῳ παρέσχετο, λέγων ἐν τοῖς ἀπ’ αὐτῆς γινομένοις τὰ μὲν οὐδέποτε ἀπὸ τοῦ αὐτομάτου ὑπάρχειν (οὐδέποτε γὰρ οἰκία ἢ ἀνδριὰς ἀπὸ ταὐτομάτου γεγένηται) ἀλλ’ οὐδ’ ἐξ ἀνάγκης τινός, εἴτε τὴν κατὰ φύσιν φαίης εἴτε τὴν κατὰ βίαν ἀνάγκην. οὐ γὰρ τῆς ἐν λίθοις ἢ ξύλοις φύσεως, ὥστε τὴν σφῶν κατὰ φύσιν κινούμενα κίνησιν οἰκίαν ἀποτελέσαι,2 οὔτε μὴν τῆς τοῦ λίθου ἢ τοῦ χαλκοῦ, ἵνα κινηθέντα κατὰ φύσιν ἀνδριάντες γενήσονται. ἦσαν γὰρ ἂν ἐκ ταὐτομάτου καὶ πάλιν ἀνδριάντες γινόμενοι, ὡς τῇ φυσικῇ τῶν σωμάτων κινήσει παρὰ τὸν σκοπὸν τῆς φύσεως ἐπακολουθοῦντος τοῦ σχήματος. ἀλλ’ οὐδ’ ἂν βιασθεὶς ὁ λίθος ἢ ὁ χαλκὸς εἰς τὴν παρὰ φύσιν αὑτοῦ κίνησιν ἀνδριάντος σχῆμα προσλήψεται, ὡς κἀνταῦθα εἶναι αὐτόματον παρὰ τὸν σκοπὸν γεγονὸς τοῦ κινήσαντος· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς οἰκίας. ἀλλ’ ἀεὶ ἕνεκά του, τουτέστι κατὰ σκοπὸν τοῦ κατασκευάζοντος τὰ τοιαῦτα γίνονται, ὡς τῆς κατὰ διάνοιαν ἀεὶ προθέσεως τέλος γίνεσθαι καὶ μηδέποτε ἄλλο. ἢ καὶ δεῖ συνεξακούειν τῷ ἀλλ’ ἕνεκά του τὸ ὁρῶν κατ’ αὐτὰ καὶ ἄγον πρὸς αὐτά·3 ἀπὸ διανοίας γὰρ ἡ ὕλη κινεῖται ἡ τοῦ κατὰ τὴν οἰκίαν εἴδους δεκτική. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἀνδριάντος καὶ τῶν τοιούτων.

“而在出于思想的事物中,有些绝非出于自发,例如房屋或雕像,亦非出于必然,而是为了某种目的。” 正如所言,在这三者——生成之物据以在任何时候被说成得以生成的根据(因为或是依照自然,或是依照思想,或是依照某种自发)——存在之中,生成之物的主导原因应当是自然与思想。因为神圣之物现在当被排除在外,因为它需要另一番论述而非当下的论述。他在谈及自然时,绝未在自然的领域引入自发,大概是因为他认为依照自然生成的事物中,没有一件是单纯出于自发而生成的,而是依循神圣意旨与自然的某种理据。因为即便有时看似植物自行萌发,或动物从腐败中生成,但此处的自发并非单纯的自发,而只是因为生成的理据大概不显明罢了。但它们单纯地、带有理据地并出于自然而生成,造化理据始终相随、起作用并在质料中引出相应的形式,只要受体变得适宜;而此受体的适宜性既非在没有意旨和神圣力量的情况下发生,残缺与怪异也并未脱离普遍的意旨与自然,因为万物唯有一个始原,一切存在与生成之物都依系于它,而诸种落空并不拥有另一个始原;因为即使落空是此一特殊自然的落空,但绝非也是普遍自然的落空。 然而,现在当他谈及思想及依其生成之物时,他给自发留出了空间,说在出于思想生成的事物中,有些绝非出于自发(因为房屋或雕像绝非出于自发而生成),但也绝非出于某种必然,无论你说的是依照自然的必然还是依照强力的必然。因为石头或木头之中的自然并不具有以其自身的自然运动去完成房屋的性质,石头或青铜的自然也绝无在依自然运动后成为雕像的性质。因为若是那样,它们就又会是出于自发而生成的雕像了,就如同那形状是在自然的意图之外跟随着物体的自然运动而来的。但即使石头或青铜被强迫进行反乎其自身的自然运动,也不会接纳雕像的形状,以致此处也会出现违背推动者意图的自发;房屋也是同样的情形。相反,此类事物始终是为了某种目的而生成的,也就是说,是依循制造者的意图生成的,从而始终成为依循思想的意向之目的,而绝非别物。或者,人们在“而是为了某种目的”之外,还必须一同领会“依照它们审视并引向它们之物”;因为能够接纳依照房屋之形式的质料,乃是由思想所推动的。对于雕像及此类事物也是同样的道理。

语法注3 条
  1. 1.184ἀλλὰ μὴ ἐχουσῶν ἑτέραν τῶν ἀποτεύξεων

    带有否定词 μή 的属格绝对结构。补足被省略的 ἀρχήν(始原),理解为“诸种落空并不拥有另一个[始原]”。它与前面的 ὡς μιᾶς οὔσης ἁπάντων ἀρχῆς(因为万物唯有一个始原)形成并列,提供论据。

  2. 1.184οὐ γὰρ τῆς ἐν λίθοις ἢ ξύλοις φύσεως, ὥστε τὴν σφῶν κατὰ φύσιν κινούμενα κίνησιν οἰκίαν ἀποτελέσαι

    省略了如 ἔργον 或 ἴδιον ἐστί(“属于/是……的本分”)的谓语属格结构:“因为并不属于……的自然”。中性复数分词 κινούμενα 与暗含的主语(如石头与木头)一致,并在表示结果的 ὥστε 不定词从句中作主谓搭配。

  3. 1.184ἢ καὶ δεῖ συνεξακούειν τῷ ἀλλ’ ἕνεκά του τὸ ὁρῶν κατ’ αὐτὰ καὶ ἄγον πρὸς αὐτά

    动词 συνεξακούω(一同领会/默会)支配表示文本句子的与格(τῷ ἀλλ’ ἕνεκά του,引自引文的短语)和表示应当补足之内容的宾格(分词短语 τὸ ὁρῶν κατ’ αὐτὰ καὶ ἄγον πρὸς αὐτά)。即:“或者,在‘而是为了某种目的’之外,还必须一同领会‘依照它们审视并引向它们之物’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:156.29-157.31