← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§155.19-156.28

缺乏目的的自发与中项的不可能性

厄斯特拉条阐明,在自然、思想与自发这三种原因中,自发因缺乏目的而无法充当中项,不同于具有目的因的自然和思想;随后他辨析了自发与运气的区别,并说明了推测性技艺中运气的参与。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.183

" Ἐν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτομάτου ὑπάρχει." Τριῶν τούτων ὄντων ἐφεξῆς ἐξ ὧν τὰ γινόμενα γίνεσθαι λέγεται, φύσεως διανοίας αὐτομάτου, ἡ μὲν φύσις εἴρηται ὅτι ἕνεκά του. ἔστι δὲ καὶ ἡ διάνοια ὡσαύτως ἕνεκά του ποιοῦσα· ἢ γὰρ ὄντος ἕνεκα ἢ φαινομένου ἀγαθοῦ· οὐδὲν δὲ ἀπὸ ταὐτομάτου ἕνεκά του γίνεται, ἐπεὶ καὶ ἐναντίον πως τὸ αὐτομάτως τῷ ἕνεκά του, ὡς δηλοῖ καὶ τοὔνομα. αὐτόματον γάρ ἐστι τὸ αὐτομάτην ὄν·1 μάτην δὲ λέγεται ἢ εἶναι ἢ γίνεσθαι ὃ μὴ πρὸς τέλος ἀφορᾷ, τὸ δὲ ἕνεκά του οὗ ἡ ὕπαρξις ἢ ἡ γένεσις πρός τι τέλος ἀφορᾷ. πῶς οὖν ἂν εἴη ταὐτὸ πρὸς τέλος τε ἀφορῶν καὶ μὴ πρὸς τέλος ἀφορῶν; ὥστε τὸν κατὰ τὸ οὗ ἕνεκα μέσον ἐπὶ μὲν τῶν ἀπὸ φύσεως καὶ ἐπὶ τῶν ἀπὸ διανοίας ἔστι ζητεῖν καὶ ἀποδιδόναι,2 ἐπὶ δὲ τῶν ἀπὸ τοῦ αὐτομάτου οὔτε ζητήσομεν οὔτε ἀποδώσομεν. ἔστι μέντοι τὸ αὐτόματον συμπῖπτον πολλάκις ἐν τοῖς ἀπὸ φύσεως καὶ ἐν τοῖς ἀπὸ διανοίας γινομένοις, ὡς ποτὲ μὲν τὴν φύσιν ἔχειν ἀρχήν, ποτὲ δὲ τὴν διάνοιαν. ὅσα μὲν οὖν αὐτομάτως ἐν τοῖς φύσει γινομένοις ἐπισυμβαίνει, αὐτόματα λέγεται ἁπλῶς, οἷον εἰ λίθος ἐξ ὄρους ὑπερκειμένου διὰ τὴν φυσικὴν κατενεχθεὶς βαρύτητα εἰς καθέδραν ἐπιτήδειος γένηται. ὁ μὲν γὰρ φυσικὸς λόγος αὐτῷ, δι’ ὃν κατενήνεκται, τὸ εἰς τὸν κάτω τόπον ἐλθεῖν· ἡ δὲ πρὸς καθέδραν ἐπιτηδειότης παρὰ τὸν σκοπὸν τῆς φύσεως αὐτῷ ἐπιγέγονεν, ἀποθραυσθέντων ἴσως αὐτῷ τινων ἐξοχῶν ἐν τῷ κατιέναι. ὅσα δὲ τοῦ αὐτομάτου τοῖς ἀπὸ διανοίας ἐπακολουθεῖ, ταῦτα λέγεται ἀπὸ τύχης, οἷον εἴ τις ἐπὶ τὸ λούσασθαι ἀπιὼν περιτύχοι χρεωφειλέτῃ καὶ τὸ δάνειον ἀναλήψοιτο. ὡς εἶναι διαφορὰν τοῦ αὐτομάτου καὶ τῆς τύχης,3 ὅτι τὸ μὲν καθολικώτερον τὸ δὲ μερικώτερον· εἴ τι μὲν γὰρ τύχη, τοῦτο καὶ αὐτόματον, οὐ μὴν καὶ ἀνάπαλιν· ἐπὶ γὰρ μόνοις ἡ τύχη τοῖς κατὰ προαίρεσιν. πολλὰ μέντοι τῶν κατὰ προαίρεσιν γένοιντ’ ἂν καὶ ἀπὸ τύχης, οἷον ὑγεία· αὕτη γὰρ γίνεται μὲν νοσοῦντί τινι καὶ ἀπὸ τέχνης ἰατρικῆς, διαίτης προσφερομένης καὶ φαρμάκων τῶν προσηκόντων, καὶ ὅσα ἄλλα τοῖς Ἀσκληπιάδαις ἐπιτετήδευται πρὸς τὴν τῆς σφετέρας τέχνης κατόρθωσιν· γίνεται δὲ αὕτη καὶ ἀπὸ τύχης, ὅταν παρὰ τὸν σκοπὸν τοῦ κατὰ προαίρεσιν γινομένου ἀκολουθήσῃ, οἷον εἴ τις νοσῶν εἰς κόρον μεταλάβῃ ψυχροῦ διὰ μόνην ἡδονήν, καὶ συμβαίνῃ τοῦτον ἐντεῦθεν τῆς νόσου ἀπαλλαγῆναι. ταῦτα δὲ συμβαίνει οὐκ ἐπὶ πάντων τῶν ἀπὸ διανοίας, ἀλλ’ ἐφ’ ὅσων ἐνδέχεται τὴν διάνοιαν ἀποτυγχάνειν, ὥστ’ ἐπὶ τἀναντία πολλάκις τοῦ σκοποῦ φέρεσθαι, τοιαῦται δέ εἰσιν αἱ στοχαστικαὶ πᾶσαι τέχναι, οἷον ἰατρική, κυβερνητική, ῥητορικὴ καὶ αἱ τοιαῦται· οὐ γὰρ ἐξ ἀνάγκης οὔτε ὁ ἰατρὸς ὑγιάσει, κἂν πάντα τὰ κατὰ τὴν τέχνην ἐπιτηδεύσῃ, οὔτε ὁ κυβερνήτης σώσει, κἂν μηδὲν παραλίπῃ, οὔτε ὁ ῥήτωρ πείσει,4 κἂν πάντα ποιήσῃ ὅσα ἡ τέχνη αὐτῷ ὑποτίθησι· καὶ οὐ παρὰ τὰς τέχνας ἡ αἰτία τῆς ἀποτεύξεως, ἀλλὰ παρὰ τὸ ὑποκείμενον. ἔσται δὴ καὶ ὑγεία σώματος καὶ σωτηρία νηὸς ἀπὸ τύχης, οὐ μὴν οἰκία οὐδὲ ναῦς οὐδέ τι ἕτερον τοιοῦτον. εἰ δὲ καὶ πάσας τὰς τέχνας κοινωνεῖν τῆς τύχης δοίημεν, ἀλλ’ οὐ πᾶσαι ἐπίσης, ἀλλ’ αἱ μὲν μᾶλλον αἱ δ’ ἧττον, καὶ τοσοῦτον ἑκάστη, ὅσον ἡ κατ’ αὐτὴν ὕλη πταίει καὶ ἀστατεῖ· πλὴν αἱ στοχαστικαὶ μάλιστα διὰ τὸ μάλιστα αὐταῖς ἀστατεῖσθαι τὰ ὑποκείμενα.

“而在出于思想的事物中,有些绝非出于自发。” 在生成之物据以被说成得以生成的这三者——自然、思想、自发——依次并存之中,已经说明了自然是为了某种目的。思想同样也是为了某种目的而发生作用的;因为它是为了真实的善,或是为了表象的善。但出于自发的事物绝无一件是为了某种目的而生成的,因为自发在某种意义上正如其名称所示,是与为了某种目的相对立的。因为自发就是“自身徒劳地存在着”;而凡不朝向目的看的,就被说成是徒劳地存在或徒劳地生成,相反,为了某种目的之物则是其实存或生成朝向某一目的看的事物。既然如此,朝向目的看的与不朝向目的看的怎能是同一的呢?因此,关于依循目的的中项,在出于自然的事物和出于思想的事物上是可以寻求并给出的,但在出于自发的事物上,我们既不会寻求也不会给出。 然而,自发经常附带发生在出于自然而生成的事物和出于思想而生成的事物之中,以致有时以自然为开端,有时以思想为开端。因此,在依循自然生成的事物中自发附带发生的那些,就被单纯地称为自发,例如一块石头因其自然的重力从上方耸立的山上坠落下来,变得适于作为座位。因为使它坠落的自然理据是去往下方的处所;但适于作为座位却是在自然的意图之外附带发生在它身上的,大概是因为在下落过程中它的某些突起被摔碎了。而在自发中跟随在出于思想的事物之后的那些,则被称为出于运气,例如某人外出沐浴时偶遇债务人并收回了借款。 因此,自发与运气之间存在区别,在于前者更为普遍,后者更为个别;因为凡是运气的,也都是自发,但反之绝不然;因为运气只涉及依循抉择的事物。然而,依循抉择的事物中有很多也能够出于运气而生成,例如健康。因为健康对于患病者而言,既可出于医术生成——当提供食疗配方和适当药物,以及阿斯克勒庇俄斯派的医者为使其技艺成功而施行的一切其他手段时;它也能出于运气生成——当它在依循抉择而生成者的意图之外伴随而来时,例如某位病患仅为了快乐而过量饮用冷饮,并由此结果摆脱了疾病。 但这并非发生在出于思想的所有事物上,而是发生在思想可能落空以致经常被带向其意图之反面的那些事物上;一切推测性技艺都是如此,例如医术、操舵术、修辞术及类似技艺。因为即使医生施行了技艺所要求的一切,也并非必然能治愈;即使舵手毫无遗漏,也并非必然能拯救;即使修辞家做到了技艺向他建议的一切,也并非必然能说服;而落空的原因不在于诸技艺,而在于受体。身体的健康和船只的获救固然也会出于运气,但房屋、船只或任何其他此类事物绝非如此。即使我们承认所有技艺都分有运气,也并非全都同等地分有,而是有的较多,有的较少,各自依照与其相应的质料失误和不稳定的程度而分有;唯独推测性技艺分有最多,乃是因为它们的基础质料最为不稳定。

语法注4 条
  1. 1.183αὐτόματον γάρ ἐστι τὸ αὐτομάτην ὄν

    作者将 αὐτόματον(自发)词源学地解释为 αὐτό(自身)与 μάτην(徒劳地)的复合词。主语为 τὸ αὐτομάτην ὄν(“自身徒劳地存在着的事物”),αὐτόματον 则作表语名词。

  2. 1.183ὥστε τὸν κατὰ τὸ οὗ ἕνεκα μέσον ἐπὶ μὲν τῶν ἀπὸ φύσεως καὶ ἐπὶ τῶν ἀπὸ διανοίας ἔστι ζητεῖν καὶ ἀποδιδόναι

    ὥστε 引导推论性的结果从句,其中 ἔστι 为非人称用法(“可以……”),支配不定式 ζητεῖν καὶ ἀποδιδόναι。句中的 τὸν κατὰ τὸ οὗ ἕνεκα μέσον 充当这些不定式的直接宾语(“依循目的的中项”)。

  3. 1.183ὡς εἶναι διαφορὰν τοῦ αὐτομάτου καὶ τῆς τύχης

    ὡς + 不定式结构表示前述推论的结果(相当于 ὥστε + 不定式),意为“因此自发与运气之间存在区别”。

  4. 1.183οὐ γὰρ ἐξ ἀνάγκης οὔτε ὁ ἰατρὸς ὑγιάσει ... οὔτε ὁ κυβερνήτης σώσει ... οὔτε ὁ ῥήτωρ πείσει

    动词 ὑγιάσει(治愈)、σώσει(拯救)与 πείσει(说服)本为及物动词,此处省略了具体的直接宾语,用以表示一般性的成功活动(“治愈病患”、“达成拯救”、“成功说服”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:155.19-156.28